Ἐννόημα
    Ἐννόημα
  • !

    Ἡ Εὐχαριστιακὴ σύναξις, ἐν πίστει ὀρθοδόξῳ γινομένη καὶ ἐν ἀγάπῃ ἀμωμήτῳ τελουμένη, αὕτη ἐστὶν ἡ μαρτυρία καὶ ἡ ἔκφρασις τῆς Ἐκκλησίας, καὶ ἡ ἐλπὶς καὶ σωτηρία τοῦ κόσμου. Ἐν τῷ ἁγίῳ Ποτηρίῳ τῆς θείας Κοινωνίας οἱ πολλοὶ ἑνούμεθα εἰς ἕν. Ἕν διὰ τῆς μεταλήψεως μετὰ τοῦ Ἰησοῦ Χριστοῦ καὶ ἓν διὰ τοῦ Ἰησοῦ Χριστοῦ μετ’ ἀλλήλων. Αὕτη ἐστὶν ἡ ἐν τῷ κόσμῳ διαθρυλουμένη ἰσότης, αὕτη ἡ ἀδελφότης, αὕτη καὶ ἡ ἐλευθερία. Αὕτη ἐστι καὶ ἡ ἐν τῇ Ἐκκλησίᾳ ζητούμενη ἑνότης, ἑνότης ἐν τῇ πίστει καὶ ἑνότης ἐν τῇ τάξει.

  • !

    Ἡ καθολικότης τῆς Ἐκκλησίας ἐκφράζουσα τὴν ὀντολογικὴν ἔννοιαν τῆς εἰς πάντα τὰ μέρη παρουσίας τοῦ ὅλου Χριστοῦ, αὕτη συγχρόνως συνιστᾶ καὶ τὴν οἰκουμενικότητα αὐτῆς. Ὁ δὲ Οἰκουμενικὸς Πατριάρχης, ἐν τῷ κανονικῳ ἐπισκοπικῷ καὶ συνοδικῷ συστήματι τῆς Ὀρθοδοξίας, ἔξω πάσης μονοκρατορικῆς ἔννοιας καὶ ὑπεροχῆς, ἀλλὰ μόνον πρῶτος ἐν ἴσοις ἐν τῇ συνόδῳ τῶν ἐπισκόπων, εἰς ἥν καὶ ὑπόκειται, ἐκφράζει τὴν ἐν Ἁγίῳ Πνεύματι ἑνότητα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστὶν ἡ Ἐκκλησία.

Ἡ Οἰκουμενικότης καὶ ἡ δύναμις τῆς Ὀρθοδοξίας

( Ὁμιλία ποὺ ἐκφώνησε ὁ μακαριστὸς ὡς ἀντιπρόσωπος τοῦ Οἰκουμενικοῦ Πατριάρχη Ἀθηναγόρα, κατὰ τὴ θεία λειτουργία γιὰ τὰ ἐγκαίνια τοῦ Πατριαρχικοῦ μεγάρου στὴν Ἀλεξάνδρεια, τὸν Νοέμβριο 1971 )

Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἐν Ἁγίῳ Πνεύματι συνήγαγεν ἡμᾶς σήμερον, ἐπὶ τὴν τέλεσιν τῆς Θείας Λειτουργίας, εἰς ἁγιασμὸν μὲν ἡμῶν, εἰς εὐλογίαν δὲ καὶ στερέωσιν τοῦ ἐγκαινιαζομένου πατριαρχικοῦ οἴκου. Ὄντως οὐδὲν χαριέστερον, ἀλλ\’ ἤ «τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διηρημένους» ἱερούς τῆς Ἐκκλησίας ποιμένας, θεία συνάρσει ἐπὶ τὸ αὐτὸ καθορᾶν συνηγμένους καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης ἡνωμένους καὶ τὴν ἁγίαν κυκλοῦντας Τράπεζαν καὶ τὴν ἀναίμακτον θυσίαν ἐπιτελοῦντας καὶ τῶν αὐτῶν μετὰ τοῦ λαοῦ θείων Μυστηρίων μετέχοντας, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. «Εὐλογητὸς ὁ θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ διὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν».

Ἔχομεν ἤδη, ἅγιοι Πατέρες καὶ ἀδελφοὶ καὶ Λαὸς τοῦ Κυρίου, ἔχομεν ἐν τούτῳ διαιωνίζουσαν μέχρις ἡμῶν καὶ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τὴν δι’ ἀποκαλύψεως δοθεῖσαν ἡμῖν θείαν ἀλήθειαν, ὅτι ὁ Ἰησοῦς ἀπέθανεν «οὐχ ὑπὲρ τοῦ ἔθνους μόνον», τουτέστιν οὐ μόνον ὑπὲρ τοῦ ἑαυτοῦ ἔθνους, ἀλλ’ ὑπὲρ πάντων τῶν ἐθνῶν, «ἵνα καὶ τὰ τέκνα τοῦ Θεοῦ τὰ διασκορπισμένα συναγάγῃ εἰς ἕν». Ὅθεν καὶ ἡ συναγωγὴ αὕτη σήμερον τὸν θάνατον καὶ τὴν ἀνάστασιν τοῦ Κυρίου Ἰησοῦ ὀρθοδόξως καταγγέλλει καὶ ὁμολογεῖ. Ἡ σύναξις αὕτη καὶ πᾶσα τῶν ὀρθοδόξων σύναξις ἐν τῇ κυριωνύμῳ ταύτῃ ἡμέρᾳ καὶ ἐν ᾗ ἂν ἡμέρᾳ ἡ θεία Λειτουργία τελῆται, τὸ πάσχα ἐστὶ τῶν πιστῶν, ἐν ᾧ πάντες, μετὰ τῶν ἁγίων Ἀποστόλων καὶ τῶν θεοφόρων Πατέρων, μάρτυρες γινόμεθα τοῦ θανάτου καὶ τῆς ἀναστάσεως τοῦ δι’ ἡμᾶς καὶ διὰ τὴν ὑμετέραν σωτηρίαν ἐκ Πνεύματος Ἁγίου καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐν χρόνῳ ἐνανθρωπήσαντος καὶ τὴν Ἱστορίαν βαθέως ταμόντος προαιωνίου καὶ συνανάρχου τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγου.

Ἡ Εὐχαριστιακὴ σύναξις, ἐν πίστει ὀρθοδόξῳ γινομένη καὶ ἐν ἀγάπῃ ἀμωμήτῳ τελουμένη, αὕτη ἐστὶν ἡ μαρτυρία καὶ ἡ ἔκφρασις τῆς Ἐκκλησίας, καὶ ἡ ἐλπὶς καὶ σωτηρία τοῦ κόσμου. Ἐν τῷ ἁγίῳ Ποτηρίῳ τῆς θείας Κοινωνίας οἱ πολλοὶ ἑνούμεθα εἰς ἕν. Ἕν διὰ τῆς μεταλήψεως μετὰ τοῦ Ἰησοῦ Χριστοῦ καὶ ἓν διὰ τοῦ Ἰησοῦ Χριστοῦ μετ\’ ἀλλήλων. Αὕτη ἐστὶν ἡ ἐν τῷ κόσμῳ διαθρυλουμένη ἰσότης, αὕτη ἡ ἀδελφότης, αὕτη καὶ ἡ ἐλευθερία. Αὕτη ἐστι καὶ ἡ ἐν τῇ Ἐκκλησίᾳ ζητούμενη ἑνότης, ἑνότης ἐν τῇ πίστει καὶ ἑνότης ἐν τῇ τάξει. Τῇ ἀλήθειᾳ ὁ Ἰησοῦς Χριστὸς ἀπέθανε καὶ ἀνέστη, καὶ ἡμεῖς γινόμεθα κοινωνοὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως αὐτοῦ, ἵνα διεσκορπισμένοι τὸ πρότερον συναχθῶμεν εἰς ἕν, συγκροτοῦντες τὴν Ἐκκλησίαν. Οὐχὶ τὴν ἀορίστως οὕτω πως καλουμένην ἀνθρωπίνην κοινωνίαν, ἀλλὰ τὴν θείαν κοινωνίαν, τὴν ἐν τῇ ἑνότητι τῶν τριῶν προσώπων τῆς Ἁγίας Τριάδος βιουμένην.

Ταύτην, τὴν ὑπὲρ πάντα τόπον καὶ χρόνον, τὴν ὑπὲρ τὰ ἔθνη καὶ τὰς φυλὰς τῶν ἀνθρώπων, τὴν ἐπέκεινα τῆς Ἱστορίας καὶ ἐπὶ τὰ τέλη τῶν αἰώνων φέρουσαν ἡμᾶς ἑνότητα καὶ κοινωνίαν, ἥτις ἐκφράζει τὴν θείαν οὐσίαν καὶ τὴν ὑπερεθνὴ διάστασιν τῆς Ἐκκλησίας, ὀφείλομεν ἵνα φυλάξωμεν ὁ ὀρθόδοξος λαὸς καὶ οἱ τῇ Ὀρθοδοξίᾳ διακονοῦντες ποιμένες. Τὸ «οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι βάρβαρος, Σκύθης… πάντες γὰρ ἡμεῖς εἷς ἐστε ἐν Χριστῷ» ἤλθομεν ἤδη ἐπὶ τὸν καιρόν, ἵνα οἱ ὀρθόδοξοι λαοὶ κηρύξωμεν πρῶτον εἰς ἑαυτούς, ὡς ἐν τῇ πρώτῃ ἐκείνῃ ἡμέρᾳ, ὅτε ἠκούσθη ἐκ στόματος τοῦ μακαρίου Παύλου ἐν καθαρᾷ καὶ εἰλικρινεῖ καρδίᾳ. Ἡ μία, ἁγία, καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία αὕτη ἐστιν ἡ ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς Ὀρθοδοξία, μὴ διαιρούμενη, μηδὲ διασπωμένη ἐξ αἰτίας τοπικῶν ἀποστάσεων ἢ φυλετικῶν διακρίσεων ἢ ἐθνικῶν διενέξεων ἢ τυχὸν ἄλλων ἀνθρωπίνων ἀδυναμιῶν, αἵτινες ἐμφιλοχωροῦσιν ἐν τῷ φιλελευθέρῳ ἐπισκοπικῷ καὶ συνοδικῷ συστήματι διοικήσεως αὐτῆς καὶ λυμαίνονται τὴν ἑνότητα καὶ τὴν εἰρήνην τῆς θείας ταύτης κοινωνίας.

Ἡ καθολικότης τῆς Ἐκκλησίας ἐκφράζουσα τὴν ὀντολογικὴν ἔννοιαν τῆς εἰς πάντα τὰ μέρη παρουσίας τοῦ ὅλου Χριστοῦ, αὕτη συγχρόνως συνιστᾶ καὶ τὴν οἰκουμενικότητα αὐτῆς. Ὁ δὲ Οἰκουμενικὸς Πατριάρχης, ἐν τῷ κανονικῳ ἐπισκοπικῷ καὶ συνοδικῷ συστήματι τῆς Ὀρθοδοξίας, ἔξω πάσης μονοκρατορικῆς ἔννοιας καὶ ὑπεροχῆς, ἀλλὰ μόνον πρῶτος ἐν ἴσοις ἐν τῇ συνόδῳ τῶν ἐπισκόπων, εἰς ἥν καὶ ὑπόκειται, ἐκφράζει τὴν ἐν Ἁγίῳ Πνεύματι ἑνότητα τοῦ σώματος τοῦ Χριστοῦ, ὅ ἐστὶν ἡ Ἐκκλησία. Εἰς τοῦτον ὁ θεολεκτος χορὸς τῶν λοιπῶν ὀρθοδόξων Πατριαρχῶν καὶ Ἐπισκόπων ἀπονέμομεν τὴν ὀφειλομένην τιμήν, ὡς εἰς ἀδελφὸν πρεσβύτερον, ἰσότιμον ἡμῖν λαχόντα τὴν χάριν τῆς ἱερωσύνης. Οὐχὶ διὰ φόβον, ἀλλὰ δι’ ἀγάπην καὶ οὐχὶ ἀναγκαστικῶς ἀλλ\’ ἐλευθέρως.

Ἡ Ὀρθοδοξία καλεῖται ἵνα δώσει τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ. Ὁ Πατριάρχης τὸν θρόνον, ὄντως δὲ καὶ Πατριάρχης τὸν τρόπον, ὁ ὡς ὁ προφήτης Μωυσῆς τὸ εἶδος αὐτοῦ καὶ ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη, ὡς ἐκεῖνος, γεγονώς, ἡγεῖται τῆς ἐξόδου τῆς Ὀρθοδοξίας, φερομένης ἐπὶ τὸν διάλογον μετὰ τῶν ἀνὰ τὸν κόσμον ἑτεροδόξων Ἐκκλησιῶν καὶ χριστιανικῶν ὁμολογιῶν. Ἡ Ὀρθοδοξία ἐξῆλθε νικώσα καὶ ἵνα νικήση, ἐν δὲ τῇ θεοφιλεῖ ταύτῃ μάχῃ «ὑπὲρ τῆς τῶν πάντων ἑνώσεως», εὔκαιρος ἐστιν ἡ συνεκστρατεία πασῶν τῶν ἐπὶ μέρους ὀρθοδόξων Ἐκκλησιῶν ἐν πνεύματι ἑνότητος καὶ ἐν τάξει πειθαρχίας. Βλέπομεν ὡς ἐν εἰκόνι, διεξαγόμενης ἤδη τῆς εἰρηνικῆς μάχης, τὸν γηραιὸν Πατριάρχην ἐπαίροντα τὰς χεῖρας εἰς δέησιν, τοὺς προκαθημένους τῶν ὀρθοδόξων Ἐκκλησιῶν στηρίζοντας τὰς βαρείας χεῖρας, ὡς ὁ Ἀαρὼν καὶ ὁ Ὢρ τὰς χεῖρας ἐκείνας τοῦ Μωυσέως «ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς», βλέπομεν δὲ οὕτω καὶ τὴν Ὀρθοδοξίαν νικώσαν, ἐν τῇ ἰσχύι τῆς ἀληθείας καὶ τῇ δυνάμει τοῦ Θεοῦ. Ὁ λόγος δηλοῖ ὅτι, εἶπερ ποτε καὶ ἄλλοτε, σήμερον αἱ ὀρθόδοξοι Ἐκκλησίαι χρείαν ἔχομεν ἑνότητος καὶ ἀγάπης πρὸς συντετονισμένην ἐνέργειαν καὶ δράσιν, ἐπ\’ ἀγαθῷ τοῦ ὑπὲρ πᾶν ἄλλο ἐν τῷ κόσμῳ ἀγαθοῦ ἔργου, δηλονότι τῆς ἐν ἀγάπη ἑνότητος καὶ τῆς ἐν ὀρθοδοξίᾳ ἑνώσεως τῶν χριστιανῶν.