Χωρίς κατηγορία

ΙτΝ. 24,33


ΙτΝ. 24,33

καὶ ἐγένετο μετὰ ταῦτα καὶ Ἐλεάζαρ υἱὸς Ἀαρὼν ὁ ἀρχιερεὺς ἐτελεύτησε καὶ ἐτάφη ἐν Γαβαὰρ Φινεὲς τοῦ υἱοῦ αὐτοῦ, ἣν ἔδωκεν αὐτῷ ἐν τῷ ὄρει Ἐφραίμ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λαβόντες οἱ υἱοὶ Ἰσραὴλ τὴν κιβωτὸν τοῦ Θεοῦ περιεφέροσαν ἐν ἑαυτοῖς, καὶ Φινεὲς ἱεράτευσεν ἀντὶ Ἐλεάζαρ τοῦ πατρὸς αὐτοῦ, ἕως ἀπέθανε καὶ κατωρύγη ἐν Γαβαὰρ τῇ ἑαυτοῦ. οἱ δὲ υἱοὶ Ἰσραὴλ ἀπήλθοσαν ἕκαστος εἰς τὸν τόπον αὐτῶν καὶ εἰς τὴν ἑαυτῶν πόλιν. καὶ ἐσέβοντο οἱ υἱοὶ Ἰσραὴλ τὴν Ἀστάρτην καὶ Ἀσταρὼθ καὶ τοὺς θεοὺς τῶν ἐθνῶν τῶν κύκλῳ αὐτῶν· καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἐγλὼμ τῷ βασιλεῖ Μωάβ, καὶ ἐκυρίευσεν αὐτῶν ἔτη δεκαοκτώ.

ΙτΝ. 24,33

Μετά ταύτα και ο Ελεάζαρ ο αρχιερεύς, ο υιός του Ααρών, απέθανε και ετάφη εις Γαβαάρ, πόλιν του υιού του Φινεές, την οποίαν είχε δώσει προς αυτόν στο όρος Εφραίμ. Κατά την ημέραν εκείνην της τελευτής του αρχιερέως έλαβον οι Ισραηλίται και περιέφερον ανά μέσον αυτών μετά κατανύξεως την Κιβωτόν της Διαθήκης. Ο Φινεές αρχιεράτευσεν αντί του πατρός του Ελεάζαρ, μέχρις ότου απέθανε και ετάφη εις την πόλιν του Γαβαάρ. Οι δε Ισραηλίται απήλθον έκαστος εις τας περιοχάς των και τας πόλεις των. Αλλά μετ’ ολίγον οι Ισραηλίται ήρχισαν να λατρεύουν την Αστάρτην και Ασταρώθ και τους θεούς των κύκλω ειδωλολατρικών εθνών. Δι’ αυτό δε ο Κυριος παρέδωκεν αυτούς εις τα χέρια Εγλώμ βασιλέως της Μωάβ, ο οποίος και κατεδούλωσεν αυτούς επί δέκα οκτώ έτη.