
Η Α’ Οικουμενική Σύνοδος και οι Θεοφόροι Πατέρες αυτής
Από την εκπομπή “Ορθοδοξία και Βιωματικές Εμπειρίες”, των στελεχών, αποφοίτων και φίλων του Ενοριακού Νεανικού Έργου του Ιερού Ναού Αγίου Νείλου Πειραιώς. Η εκπομπή αυτή που ακούτε, μεταδόθηκε την 27η Μαΐου 2017 από τoν ραδιοφωνικό σταθμό “Πειραϊκή Εκκλησία 91,2fm”.
Κοντάκιον
Ἦχος πλ. δ’
Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Ὁ Οἶκος
Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ’ ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.
Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων.
Στίχοι
Πόλου νοητοῦ ἀστέρες σελασφόροι. Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.
Κατὰ Ἀρείου Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων, Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.
Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Ιερός Ναός Αγίου Νείλου Μυροβλύτου Πειραιώς