
Δοξαστικὸ τῶν αἴνων Κυριακῆς Τελώνου καὶ Φαρισαίου
Δοξαστικό των αίνων Κυριακής Τελώνου και Φαρισαίου
Ψάλλει η χορωδία Ιεροψαλτών Ιεράς Μητρόπολης Αλεξανδρουπόλεως.
Μέλος Γεωργίου Ραιδεστηνού του Β΄.
Δόξα… Ἦχος πλ. δ´.
Ταῖς ἐξ ἔργων καυχήσεσι, Φαρισαῖον δικαιοῦντα ἑαυτὸν κατέκρινας Κύριε, καὶ Τελώνην μετριοπαθήσαντα, καὶ στεναγμοῖς ἱλασμὸν αἰτούμενον, ἐδικαίωσας· οὐ γὰρ προσίεσαι, τοὺς μεγαλόφρονας λογισμούς, καὶ τὰς συντετριμμένας καρδίας, οὐκ ἐξουθενεῖς· διὸ καὶ ἡμεῖς σοὶ προσπίπτομεν, ἐν ταπεινώσει, τῷ παθόντι δι᾽ ἡμᾶς· Παράσχου τὴν ἄφεσιν καὶ τὸ μέγα ἔλεος.