
Δοξαστικὸ Αἴνων Ἀκολουθίας Ἁγίου Σιλουανοῦ τοῦ Ἀθωνίτου, ἦχος πλ. α΄
Δόξα. Ἦχος πλ. α’. Μέγα Σου τὸ ἔλεος, τρισάγιε Κύριε! Καὶ πῶς ἀξίως τάς δυναστείας σου ἐκδιηγησώμεθα; ἀνέπλασας γὰρ ἡμᾶς τῷ Πνεύματί σου τῷ Ἁγίῳ, καὶ μακρυνθέντας ἀσώτως τῆς πατρικῆς ἑστίας, πάλιν ἐπανεισήγαγες, ἐπενδύσας τῇ ἁλουργίδι τῶν χαρισμάτων. Ὅθεν νέον ἔχοντες μάρτυρα τῆς δωρεᾶς σου, Σιλουανὸν τὸν μεγαλοφωνότατον, ἐκπληττόμενοι ἱκετεύομέν σε, τὴν φωνὴν αὐτοῦ ὑποκλέπτοντες· δὸς τοῖς λαοῖς τὴν γνῶσίν σου τὴν σωτήριον, δὸς τοῖς λαοῖς τὴν ἀγάπήν σου τὴν ὑπέρλογον, ἵνα γνόντες συμφώνως δοξάζωμεν ἅπαντες σὲ τὸν Ποιητὴν ἡμῶν εἰς τοὺς αἰῶνας Φιλάνθρωπε, τὸν καταξιώσαντα γενέσθαι συμμόρφους τῆς εἰκόνος σου.
Ψάλλουν οἱ μοναχοὶ τῆς Ἱερᾶς Μονῆς Σίμωνος Πέτρα, Ἁγίου Ὄρους.
Ἀπὸ τὸν ψηφιακὸ δίσκο τῆς Ἀκολουθίας τοῦ Ἁγίου.