Ἀπολυτίκιον Ἁγίας Σκέπης τῆς Θεοτόκου
Απολυτίκιον Αγίας Σκέπης της Θεοτόκου
Ιερά Μονή Σίμωνος Πέτρας, Άγιον Όρος
Monastery of Simonos Petra, Mount Athos
Ψάλλει Άγγελικός Χορός Σιμωνόπετρας – Simonopetra Angelic Choir Chanting
Ἀπολυτίκιον
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης
Τῆς Σκέπης σου Παρθένε, ἀνυμνοῦμεν τὰς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.