Δεύτε φιλεόρτων το σύστημα, δοξαστικό αίνων
Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου
«Δεῦτε φιλεόρτων τὸ σύστημα», δοξαστικὸ τῶν Αἴνων, ἦχος πλ α΄, μέλος Ματθαίου Βατοπαιδινοῦ | Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου | Χoρός Βατοπαιδινών Πατέρων.
Ποιητικά Κείμενα:
Δόξα, Καὶ νῦν
Ἦχος πλ. α´
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ Καταθέσει, σήμερον, τῆς πανεντίμου Ζώνης, τῆς Μητρὸς τοῦ Θεοῦ ἡμῶν, καὶ πρὸς αὐτὴν ἐκβοήσωμεν λέγοντες· Χαίροις σειρὰ ἡ οὐράνιος, ἡ τὸν νοητὸν οὐρανὸν ὡραΐσασα· χαίροις ἶρις πολύμορφε, ἡ ταῖς τοῦ Πνεύματος καθωραϊσμένη ῥανίσι, χαίροις τόξον χρυσαυγέστατον, τὸ τὴν πλατυτέραν οὐρανοῦ γεφυρῶσαν· χαίροις χρυσόπλοκε σφενδόνη, τῆς θυγατρὸς τοῦ Δαβίδ, δι᾿ ἧς τὸν νοητὸν τροπούμεθα Γολιάθ· χαίροις φραγγέλιον τῆς Παρθένου τρίπλοκον παμφαέστατον, ἐν ᾧ τὸν δολερώτατον δράκοντα ἐναπέπνιξε, καὶ τὸ παρθενικὸν αὐτῆς περιέστειλε σῶμα, καὶ ἐκεῖθεν τὴν ἀφθαρσίαν ἀρδευόμενον· χαίροις Ζώνη ἡλιόμορφε, ἡ τὸν νοητὸν ἥλιον, ἐν κοιλίᾳ ὄντα τῆς Παρθένου, αἰσθητῶς διαζώσασα, καὶ τῶν ἰαμάτων τὴν χάριν πλουτήσασα· ἣν παρέχεις ἀφθόνως, τοῖς μετὰ πόθου εὐλαβῶς ἁπτομένοις σου.
Credits:
Παραγωγή, επιμέλεια: Ιερά Μεγίστη Μονή Βατοπαιδίου
Διεύθυνση χορού: Γεώργιος Ν. Κωνσταντίνου
Αντιγραφή μουσικών κειμένων: Κωνσταντίνος Κιόχος
Επεξεργασία ήχου: Πατέρες Ι.Μ.Μ. Βατοπαιδίου
Η ηχογράφηση πραγματοποιήθηκε στο Καθολικό της Ιεράς Μεγίστης Μονής του Βατοπαιδίου τον Ιούλιο του 2018 από τους πατέρες της Μονής.