καὶ ἐδωρήσατο Ἰωσίας τῷ λαῷ τῷ εὑρεθέντι ἀρνῶν καὶ ἐρίφων τριάκοντα χιλιάδας, μόσχους τρισχιλίους· ταῦτα ἐκ τῶν βασιλικῶν ἐδόθη κατ᾿ ἐπαγγελίαν τῷ λαῷ καὶ τοῖς ἱερεῦσι καὶ Λευίταις.
Α Εσδ. 1,7Κατόπιν ο Ιωσίας προσέφερε δια τον παρευρεθέντα κατά την εορτήν του Πασχα εκεί λαόν τριάκοντα χιλιάδας αμνούς και ερίφια και τρεις χιλιάδας μόσχους. Αυτά εδόθησαν κατά διαταγήν του βασιλέως από την βασιλικήν περιουσίαν στον λαόν, τους ιερείς και τους Λευίτας.