καὶ εἶπεν Ἡλὶ τοῖς ἀνδράσι τοῖς περιεστηκόσιν αὐτῷ· τίς ἡ φωνὴ τοῦ ἤχου τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθε πρὸς Ἡλὶ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Ἡλί· τί τὸ γεγονὸς ῥῆμα, τέκνον;
Α Βασ. 4,16Ηρώτησε λοιπόν ο Ηλί πάλιν τους άνδρας, οι οποίοι ήσαν γύρω του· “που οφείλεται ο θόρυβος αυτών των κραυγών;” Ο αγγελιαφόρος εκείνος έσπευσεν, επλησίασε τον Ηλί και του είπε· “εγώ είμαι εκείνος, ο οποίος έχω έλθει από το στρατόπεδον, και εγώ κατώρθωσα να φύγω σήμερον από την μάχην”. Τον ηρώτησεν ο Ηλί· “τι λοιπόν συνέβη, παιδί μου;”