καὶ οἴσει περὶ ὧν ἐπλημμέλησε Κυρίῳ, περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἀμνάδα ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, ἧς ἥμαρτε, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία.
Λευ. 5,6Θα φέρη εις την Σκηνήν του Μαρτυρίου δια την διαπραχθείσαν αμαρτίαν του αμνάδα η αίγα δια την συγχώρησιν της αμαρτίας. Ο ιερεύς θα προσφέρη την περί αμαρτίας εξιλαστήριον αυτήν θυσίαν, και θα του συγχωρηθή αυτή η αμαρτία του.