καὶ ἀπέστειλε Δεββώρα καὶ ἐκάλεσε τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ἐνετείλατο Κύριος ὁ Θεὸς Ἰσραήλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών;
Κρ. 4,6Η Δεββώρα έστειλε και εκάλεσεν από την πόλιν Καδης της φυλής Νεφθαλί, τον Βαράκ, υιόν του Αβινεέμ, και είπε προς αυτόν· “εσένα δεν σε διέταξε Κυριος ο Θεός να μεταβής στο όρος Θαβώρ, αφού πρώτον συγκαλέσης και καταρτίσης στρατόν εκ δέκα χιλιάδων ανδρών από τας φυλάς Νεφθαλί και Ζαβουλών;