διὰ τοῦτο οὕτως εἶπε Κύριος· ὑμεῖς οὐκ ἠκούσατέ μου τοῦ καλέσαι ἄφεσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· ἰδοὺ ἐγὼ καλῶ ἄφεσιν ὑμῖν εἰς μάχαιραν καὶ εἰς τὸν θάνατον καὶ εἰς τὸν λιμὸν καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς.
Ιερ. 41,17Δια τούτο έτσι εΐπεν ο Κυριος· Σεις δεν υπηκούσατε εις εμέ, ώστε να κηρύξετε ελευθερίαν ο καθένας προς τον πλησίον αυτού. Δια τούτο ιδού, εγώ κηρύττω εις σας ελευθερίαν από την εξουσίαν μου και σας παραδίδω εις την μάχαιραν και εις την θανατηφόρον επιδημίαν, εις την φοβεράν πείναν. Θα σας αφήσω να διασπαρήτε και διασκορπισθήτε εις όλας τας βασιλείας της οικουμένης.