καὶ ἔγραψε πρὸς αὐτοὺς Ἰοὺ βιβλίον δεύτερον λέγων· εἰ ἐμοὶ ὑμεῖς, καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρός με ὡς ἡ ὥρα αὔριον ἐν Ἰεζράελ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς.
Δ Βασ. 10,6Ο Ιού έστειλε δευτέραν επιστολήν προς αυτούς λέγων· “εάν πράγματι σεις είσθε ιδικοί μου και υπακούετε εις τας εντολάς μου, πάρετε τας κεφαλάς των ανδρών, των υιών του κυρίου σας, και αύριον κατά την αυτήν ώραν φέρετέ τας προς εμέ εις Ιεζράελ”. Οι δε υιοί του βασιλέως Αχαάβ ήσαν εβδομήκοντα άνδρες, τους οποίους οι επίσημοι της πόλεως διέτρεφον.