καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·
Α Βασ. 28,21Η μάντισσα γυνή επλησίασε προς τον Σαούλ, τον είδε τόσον πολύ θλιμμένον και είπε προς αυτόν· “ιδού λοιπόν ήκουσεν η δούλη σου την παράκλησίν σου και εξέθεσα την ζωήν μου εις κίνδυνον, διότι υπήκουσα εις τα λόγια, τα οποία μου είπες.