καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ Ἰσραήλ, καὶ ἀναβαίνουσιν ἐπὶ Ἰσραὴλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει· καὶ ἀναβαίνουσι καὶ παρεμβάλλουσιν ἐν Μαχμὰς ἐξ ἐναντίας Βαιθωρὼν κατὰ νότου.
Α Βασ. 13,5Οι Φιλισταίοι συνηθροίσθησαν, δια να πολεμήσουν τους Ισραηλίτας. Ανέβησαν εναντίον των Ισραηλιτών με τριάκοντα χιλιάδας πολεμικά άρματα και εξ χιλιάδας ιππείς και με στρατόν τόσον κατά το πλήθος, όση είναι η άμμος η πλησίον της θαλάσσης. Οι Φιλισταίοι συνεκεντρώθησαν και εστρατοπέδευσαν εις Μαχμάς, απέναντι και προς νότον της Βαιθωρών.