οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων, οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν, οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ, ἀλλὰ Ἰουδὶθ θυγάτηρ Μεραρὶ ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν·
Ιουδ. 16,6Διότι ο στρατηγός των δεν έπεσε φονευθείς από νέους άνδρας, ούτε τέκνα των τιτάνων τον εφόνευσαν, ούτε τρομεροί γίγαντες επετέθησαν εναντίον αυτού. Αλλά η Ιουδίθ μόνη, η θυγάτηρ του Μεραρί παρέλυσεν αυτόν με το κάλλος του προσώπου της.