εἶπε δὲ ὁ βασιλεὺς πρὸς Ἐσθήρ· ἀπώλεσαν οἱ Ἰουδαῖοι ἐν Σούσοις τῇ πόλει ἄνδρας πεντακοσίους· ἐν δὲ τῇ περιχώρῳ πῶς οἴει ἐχρήσαντο; τί οὖν ἀξιοῖς ἔτι, καὶ ἔσται σοι;
Εσθ. 9,12Είπε τότε ο βασιλεύς προς την Εσθήρ «οι Ιουδαίοι εδώ εις τα Σούσα εφόνευσαν πεντακοσίους άνδρας. Σκέψου, λοιπόν, πόσους ακόμη περισσοτέρους θα εφόνευσαν εις την επαρχίαν. Λοιπόν ποίον αξιώσιν έχεις ακόμη από εμέ; Πες μου την και εγώ θα την εκπληρώσω».