καὶ ἐπορεύθη Ἀζαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ ἔλαβε μαναὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσαράκοντα καμήλων, καὶ ἦλθε καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπε πρὸς Ἑλισαιέ· υἱός σου υἱὸς Ἄδερ βασιλεὺς Συρίας ἀπέστειλέ με πρός σε ἐπερωτῆσαι λέγων· εἰ ζήσομαι ἐκ τῆς ἀῤῥωστίας μου ταύτης;
Δ Βασ. 8,9Ο Αζαήλ εξεκίνησεν εις συνάντησιν του Ελισαίου. Επήρε δώρα πολλά εις τα χέρια του από όλα τα αγαθά της Δαμασκού, τεσσαράκοντα φορτώματα καμήλων. Ηλθε και εστάθη ενώπιον του Ελισαίου και του είπε· “ο υιός σου, ο υιός Αδερ ο βασιλεύς της Συρίας, με έστειλε προς σέ, δια να ερωτήσω εκ μέρους του λέγων· εάν θα θεραπευθώ από την ασθένειάν μου αυτήν;”