εἶπε δὲ Φαραὼ τῷ Ἰωσήφ· κατοικείτωσαν ἐν γῇ Γεσέμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Ἦλθον δὲ εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσε Φαραὼ βασιλεὺς Αἰγύπτου.
Γεν. 47,5Είπε δε ο Φαραώ προς τον Ιωσήφ· “ναι, ας κατοικήσουν εις την Γεσέμ. Εάν δε γνωρίζης ότι μεταξύ αυτών υπάρχουν άνδρες ικανοί και ισχυροί να τους διορίσης αρχιποίμενας εις τα ιδικά μου κοπάδια των ζώων”. Ετσι ήλθαν εις την Αίγυπτον προς τον Ιωσήφ ο Ιακώβ και τα παιδιά του και επληροφορήθη τούτο ο Φαραώ, ο βασιλεύς της Αιγύπτου.