Καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδαὲ καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ καὶ τὸν Μαασαίαν υἱὸν Ἀδαΐα καὶ τὸν Ἐλισαφὰν υἱὸν Ζαχαρίου, μεθ᾿ ἑαυτοῦ εἰς οἶκον Κυρίου.
Β Παραλ. 23,1Κατά το όγδοον έτος ο αρχιερεύς Ιωδαέ αναθαρρήσας εκάλεσε τους εκατοντάρχους, τον Αζαρίαν, υιόν του Ιωράμ, τον Ισμαήλ υιόν του Ιωανάν, τον Αζαρίαν υιόν του Ωβήδ, τον Μαασαίαν υιόν του Αδαΐα και τον Ελισαφάν υιόν του Ζαχαρίου, και ήλθε μαζή με αυτούς στον ναόν του Κυρίου.