Ἱερὰ Μονὴ Ἰβήρων – Κεκραγάρια ἀργὰ Ἦχος Α’ Ἰακώβου Πρωτοψάλτου

Ιερά Μονή Ιβήρων
Κεκραγάρια αργά Ήχος Α’ Ιακώβου Πρωτοψάλτου Ψαλμὸς 140 1 Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου, εισάκουσον μου Κύριε. Κύριε, εκέκραξα προς Σε, εισάκουσόν μου. Πρόσχες τη φωνή της δεήσεώς μου, εν τω κεκραγέναι με προς σε. Εισάκουσόν μου, Κύριε. 2 κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. 3 θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. 4 μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.