
Ακατάληπτόν εστι (μεγαλυνάρια Υπαπαντής)
Μεγαλυνάρια εορτής της Υπαπαντής του Χριστού
Ψάλλουν πατέρες του Ιερού Κουτλουμουσιανού Κελλίου αγ. Ιωάννου του Θεολόγου Αγίου Όρους σε ήχο γ΄και ρυθμό εξάσημο δακτυλικό.
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ὤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
∆εῦτε ἴδετε Χριστόν, τὸν ∆εσπότην τοῦ παντός· ὅν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσί;
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Θέλων ενηνθρώπησας, ο προάναρχος Θεός, και ναώ προσφέρεσαι, τεσσαρακονθήμερος.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδον σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ
«Εν νόμω σκιά και γράμματι, τύπον κατίδωμεν οι πιστοί· πάν άρσεν το την μήτραν διανοίγον, άγιον Θεω· διό πρωτότοκον Λόγον, Πατρός Ανάρχου Υιόν, πρωτοτοκούμενον Μητρί, απειράνδρω μεγαλύνωμεν.»