Σάββατο τοῦ Λαζάρου: Στιχηρὰ αἴνων Aνάστασις καὶ ζωή

Σάββατο του Λαζάρου: Στιχηρά αίνων Aνάστασις και ζωή
Ψέλνουν: Μπιλάλης Κώστας και Γιώργος
Από τον Eσπερινό Όρθρο του Σαββάτου του Λαζάρου: «Στιχηρά αίνων Aνάστασις και ζωή ήχοι α’, δ’,πλ δ’».

Στιχηρὰ Ἰδιόμελα
Ἦχος α’
Ἀνάστασις καὶ ζωὴ τῶν ἀνθρώπων,
ὑπάρχων Χριστέ, ἐν τῷ μνήματι Λαζάρου
ἐπέστης, πιστούμενος ἡμῖν τὰς δύο
οὐσίας σου μακρόθυμε, ὅτι Θεὸς καὶ
ἄνθρωπος, ἐξ ἁγνῆς Παρθένου παραγέγονας·
ὡς μὲν γὰρ βροτός, ἐπερώτας, ποῦ
τέθαπται; ὡς δὲ Θεὸς ἀνέστησας,
ζωηφόρῳ νεύματι, τὸν τετραήμερον.

Ἦχος α’
Λάζαρον τεθνεῶτα, τετραήμερον
ἀνέστησας ἐξ ᾍδου Χριστέ,
πρὸ τοῦ σοῦ θανάτου, διασείσας
τοῦ θανάτου τὸ κράτος, καὶ δι’ ἑνὸς προσφιλοῦς
τὴν πάντων ἀνθρώπων προμηνύων,
ἐκ φθορᾶς ἐλευθερίαν· διὸ προσκυνούντές σου,
τὴν παντοδύναμον ἐξουσίαν, βοῶμεν·
Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Ἦχος α’
Μάρθα καὶ Μαρία, τῷ Σωτήρι ἔλεγον·
Εἰ ᾖς ὧδε Κύριε, οὐκ ἂν τέθνηκε Λάζαρος,
Χριστὸς δὲ ἡ ἀνάστασις τῶν κεκοιμημένων,
τὸν ἤδη τετραήμερον, ἐκ νεκρῶν ἀνέστησε.
Δεῦτε πάντες οἱ πιστοὶ τοῦτον προσκυνήσωμεν,
τὸν ἐρχόμενον ἐν δόξῃ, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος α’
Τῆς Θεότητός σου Χριστέ, παρέχων τοῖς
Μαθηταῖς σου τὰ σύμβολα, ἐν τοῖς ὄχλοις
ἐταπείνους σεαυτὸν ἀποκρύψαι ταύτην
βουλόμενος· διὸ τοῖς Ἀποστόλοις, ὡς
προγνώστης καὶ Θεός, τοῦ Λαζάρου τὸν
θάνατον προηγόρευσας, ἐν Βηθανίᾳ δὲ παρὼν τοῖς λαοῖς,
τοῦ φίλου σου τὸν τάφον ἀγνοῶν,
μαθεῖν ἐζήτεις ὡς ἄνθρωπος·
ἀλλ’ ὁ διὰ σοῦ τετραήμερος ἀναστάς,
τὸ θεῖόν σου κράτος ἐδήλωσε, Παντοδύναμε Κύριε δόξα σοι.

Ἦχος δ’
Τεταρταῖον ἤγειρας τὸν φίλον σου Χριστέ,
καὶ τὸν τῆς Μάρθας καὶ Μαρίας θρῆνον
ἔπαυσας, ὑποδεικνύων τοῖς πᾶσιν, ὅτι
αὐτὸς εἶ ὁ τὰ πάντα πληρῶν, θεϊκῇ
δυναστείᾳ, αὐτεξουσίῳ θελήματι, ᾧ τὰ
Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς
ὑψίστοις· εὐλογημένος εἶ ὁ ἐπὶ πάντων Θεός, δόξα σοι.

Ἦχος δ’
Μάρθα τῇ Μαρίᾳ ἐβόα· ὁ Διδάσκαλος πάρεστι,
καὶ φωνεῖ σε, πρόσελθε. Ἡ δὲ
δρομαία ἐλθοῦσα, ὅπου ἦν ἑστὼς ὁ Κύριος,
ἰδοῦσα ἀνεβόησε· πεσοῦσα προσεκύνησε,
καὶ τοὺς ἀχράντους πόδας σου, καταφιλοῦσα ἔλεγε·
Κύριε, εἰ ᾖς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός.

Ἦχος πλ. δ’
Λάζαρον τεθνεῶτα, ἐν Βηθανίᾳ ἤγειρας τετραήμερον·
μόνον γὰρ ὡς ἐπέστης τῷ μνήματι,
ἡ φωνὴ ζωὴ τῷ τεθνεῶτι γέγονε, καὶ στενάξας
ὁ ᾍδης, ἀπέλυσε φόβῳ. Μέγα τὸ θαῦμα! Πολυέλεε Κύριε δόξα σοι.

Ἦχος πλ. δ’
Καθὼς εἶπας Κύριε τῇ Μάρθᾳ·
Ἐγώ εἰμι ἡ ἀνάστασις, ἔργῳ τὸν λόγον ἐπλήρωσας,
ἐξ ᾍδου καλέσας τὸν Λάζαρον, κᾀμὲ φιλάνθρωπε,
νεκρὸν τοῖς πάθεσιν, ὡς συμπαθής ἐξανάστησον, δέομαι.