Ὕμνοι Χριστουγέννων

Ύμνοι Χριστουγέννων
Πατέρες της Ι.Μ. Βατοπαιδίου ψέλνουν βυζαντινούς ύμνους των Χριστουγέννων!

1.Παρθένε Πανάμωμε

Παρθένε Πανάμωμε Θεοῦ, ἔμψυχον Παλάτιον, τὸν οὐρανοῖς μὴ χωρούμενον, ἐν σοὶ ἐχώρησας, ὃν ἐν τῷ Σπηλαίω, τέξῃ ὑπὲρ ἔννοιαν, πτωχεύσαντα καὶ σάρκα γενόμενον, ἵνα θεώσῃ με, καὶ πλουτίσῃ τὸν πτωχεύσαντα, ἀκρασίᾳ, πικροτάτης βρώσεως.

Ἐναπογραφόμενος Χριστέ, δούλοις τῷ τοῦ Καίσαρος, δι’ εὐσπλαγχνίαν προστάγματι, ἔρχῃ χαρίσασθαι τὴν ἐλευθερίαν, τὴν ζωὴν καὶ λύτρωσιν, ἀγνώμοσιν οἰκέταις μακρόθυμε, τοῖς προσκυνοῦσί σου, τὰ σωτήρια Γενέθλια, τοῦ ἐλθόντος, σῶσαι τὰς ψυχὰς ἡμῶν.

2.Άρων σου την φωνήν

Ἆρόν σου τὴν φωνὴν ἀληθῶς, Σιὼν Θεοῦ ἡ θεία Πόλις καὶ κήρυξον, Πατέρων τὴν θείαν μνήμην, σὺν Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ τιμῶσα τὸν ἀοίδιμον· ἰδοὺ σὺν Ἰούδᾳ τε, καὶ Λευῒ μεγαλύνομεν, Μωςῆν τὸν μέγαν, Ἀαρὼν τὸν θεσπέσιον, καὶ γεραίρομεν, σὺν Δαυΐδ Ἰησοῦν, Σαμουήλ. Πάντες τὴν προεόρτιον, Χριστοῦ θείαν αἴνεσιν, ὕμνοις ἐνθέοις κροτοῦντες, τῆς παρ’ αὐτοῦ ἀγαθότητος, τυχεῖν ἐξαιτοῦμεν, τοῦ παρέχοντος τῷ κόσμῳ , τὸ μέγα ἔλεος.

Δεῦρο ὁ ἐν πυρίνῳ ποτέ, ἐπιδιφρεύσας Ἠλιοὺ θείῳ ἅρματι, θεόφρον Ἐλισαιέ τε, σὺν Ἐζεκίᾳ ὁμοῦ, Ἰωσίᾳ ἅμα συναγάλλεσθε· σεπτὴ δωδεκάς τε, τῶν Προφητῶν ἡ θεόπνευστος, τοῖς Γενεθλίοις τοῦ Σωτῆρος συγχόρευε, καὶ ἐν ᾄσμασι, πάντες Δίκαιοι ᾄσατε. Παῖδες οἱ παμμακάριστοι, οἱ δρόσῳ τοῦ Πνεύματος, σβέσαντες φλόγα καμίνου, ὑπέρ ἡμῶν ἱκετεύσατε, Χριστὸν δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

3.Βηθλεέμ ετοιμάζου

Βηθλεέμ, ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω· ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ ὁ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθεὶς τὸ καθ’ ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

4.Τάδε λέγει Ἰωσήφ

Δόξα…
Καὶ νῦν…
Ἦχος πλάγιος τοῦ δ΄
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθένον· Μαρία, τί τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι καὶ τὸν νοῦν καταπλήττομαι· λάθρα τοίνυν ἀπ’ ἐμοῦ γενοῦ ἐν τάχει. Μαρία, τί τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνην, ἀντ’ εὐφροσύνης τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπὸν τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ ὡς ἄμεμπτον Κυρίου, σὲ παρέλαβον· καὶ τί τὸ ὁρώμενον;

5.Οὗτος ὁ Θεὸς ἡμῶν

Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ παρθένου καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς Μονογενής, κείμενος ὁρᾶται βροτός, καὶ σπαργάνοις πλέκεται ὁ τῆς δόξης Κύριος· καὶ Μάγοις ἀστὴρ μηνύει εἰς αὐτοῦ προσκύνησιν. Καὶ ἡμεῖς μελῳδοῦμεν· Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.

6.Ἰωσήφ, εἰπὲ ἡμῖν

Ἦχος γ’
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι’ ἡμᾶς, Κύριε, δόξα σοι.

7.Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι. Τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβεὶμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς· κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτὴρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν. Αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

8.Τί σοι προσενέγκωμεν Χριστέ

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα. Τί σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι’ ἡμᾶς; Ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ Σπήλαιον, ἡ ἔρημος τὴν Φάτνην, ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεός, ἐλέησον ἡμᾶς.

9.Ὁ οὐρανὸς καὶ ἡ γῆ

Ὁ οὐρανὸς καὶ ἡ γῆ, σήμερον προφητικῶς εὐφραινέσθωσαν· Ἄγγελοι καὶ ἄνθρωποι, πνευματικῶς πανηγυρίσωμεν· ὅτι Θεὸς ἐν σαρκὶ ἐπέφανε, τοῖς ἐν σκότει καὶ σκιᾷ καθημένοις, γεννηθεὶς ἐκ γυναικός· Σπήλαιον καὶ φάτνη ὑπεδέξαντο αὐτόν· Ποιμένες τὸ θαῦμα ἀνακηρύττουσι· Μάγοι ἐξ Ἀνατολῶν, ἐν Βηθλεὲμ δῶρα προσάγουσιν· ἡμεῖς δὲ τὸν ὕμνον ἀναξίοις χείλεσιν, ἀγγελικῶς Αὐτῷ προσάξωμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη· ἦλθε γὰρ ἡ προσδοκία τῶν ἐθνῶν· ἦλθεν, ἔσωσεν ἡμᾶς, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ.

10.Εὐφραίνεσθε Δίκαιοι

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ· αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Εὐφραίνεσθε Δίκαιοι, οὐρανοὶ ἀγαλλιᾶσθε, σκιρτήσατε τὰ ὄρη, Χριστοῦ γεννηθέντος. Παρθένος καθέζεται τὰ Χερουβεὶμ μιμουμένη, βαστάζουσα ἐν κόλποις Θεὸν Λόγον σαρκωθέντα. Ποιμένες τὸν τεχθέντα δοξάζουσι· Μάγοι τῷ Δεσπότῃ δῶρα προσφέρουσιν· Ἄγγελοι ἀνυμνοῦντες λέγουσιν· Ἀκατάληπτε Κύριε, δόξα σοι.

11.Ὁ Πατὴρ εὐδόκησεν

Αὶνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος· αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.
Ὁ Πατὴρ εὐδόκησεν· ὁ Λόγος σὰρξ ἐγένετο· καὶ ἡ Παρθένος ἔτεκε, Θεὸν ἐνανθρωπήσαντα· Ἀστὴρ μηνύει· Μάγοι προσκυνοῦσι· Ποιμένες θαυμάζουσι· καὶ ἡ κτίσις ἀγάλλεται.

12.”Χριστὸς Γεννᾶται…”, “Μυστήριον Ξένον…”

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν

13.Ἡ Γέννησίς σου

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης· καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολὴν· Κύριε, δόξα σοι.

Παραγωγή, ἐπιμέλεια ἔκδοσης: Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου
Καταγραφή, ἐπεξεργασία μουσικῶν κειμένων: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου, Κωνσταντῖνος Λανάρας & Κωνσταντῖνος Στεργίου
Ἀντιγραφὴ μουσικῶν κειμένων καὶ ἐπεξεργασία: Κωνσταντῖνος Κιόχος
Ἐπεξεργασία ἤχου: Κωνσταντῖνος Ἀγγελίδης, Γεώργιος Κωνσταντίνου, Κωνσταντῖνος Λανάρας

Ἡ ἠχογράφηση πραγματοποιήθηκε στὴν Ἱερὰ Μεγίστη Μονὴ Βατοπαιδίου στὶς 27-29 Σεπτεμβρίου 1995 π. ἡμ. (10-12 Ὀκτωβρίου ν. ἡμ.) ἀπὸ τὸν Νίκο Διονυσόπουλο.
Ὅλες οἱ πληροφορίες ποὺ ἀναγράφονται στὸ παρὸν εἶναι προϊὸν ἰδιοκτησίας.
Μὲ τὴν ἐπιφύλαξη κάθε νόμιμου δικαιώματος.
P + © 1996 ΙΕΡΑ ΜΕΓΙΣΤΗ ΜΟΝΗ ΒΑΤΟΠΑΙΔΙΟΥ – ΑΓΙΟΝ ΟΡΟΣ