Θεαρχίῳ νεύματι – Ὕμνοι ἐπὶ τῇ καταθέσει τῆς Τιμίας Ζώνης τῆς Θεοτόκου

Θεαρχίω νεύματι – Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου
«Θεαρχίῳ νεύματι», δίχορο δοξαστικὸ Ἐσπερινοῦ, ὀκτάηχο, μέλος Ματθαίου Βατοπαιδινοῦ
Ύμνοι επί τη καταθέσει της Τιμίας Ζώνης της Θεοτόκου

Ποιητικά Κείμενα:
Δόξα, Καὶ νῦν. «Ὀκτάηχον»
Ἦχος α´

Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.

Ἦχος πλ. α´

Καταλαβόντες τὸ Πανάχραντον, καὶ Ζωαρχικόν σου Παρθένε σκῆνος, ἐξόχως ἠσπάζοντο.

Ἦχος β´

Ὁ δὲ Θωμᾶς τῶν Ἀποστόλων θερμότατος, τῷ τοῦ οἰκείου Δεσπότου, παραγενόμενος νεύματι.

Ἦχος πλ. β´

Τὸ θεοδόχον καὶ ἀκραιφνέστατόν σου σῶμα, ὑπερκοσμίως προπεμπόμενον, ἐν αἰθέρι καταλαβών, τὴν Παναγίαν σου Ζώνην, εἰς πίστωσιν ὑπεδέξατο· καὶ γηθοσύνως ἐβόα τοῖς συμμύσταις τοῦ Λόγου· ἰδοὺ τῆς Παντανάσσης ἡ Ζώνη ἡ πανακήρατος.

Ἦχος γ´

Ἄρατε τὸν λίθον τοῦ τάφου, καὶ τοῦτον πανευλαβῶς κατοπτεύσατε, κενωθέντα τοῦ σώματος, τῆς τοῦ ἀενάου φωτὸς Δεσπότου Μητρός.

Ἦχος βαρύς

Διὰ ταύτης γὰρ τῆς παναφθάρτου Ζώνης, ἡ τῆς μεταστάσεως αὐτῆς πίστωσις γέγονεν· ἣν προσκυνοῦντες ἁγιαζόμεθα· καὶ ταύτῃ ἄξιον γέρας ἀπονέμειν ἀδύνατον.

Ἦχος δ´

Ταύτης γὰρ τὸ ἀδιάφθαρτον ὑπερβαίνει πᾶσαν ἔννοιαν.

Ἦχος πλ. δ´

Διὸ Ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ καὶ τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς, ἐναντίας τὴν Ποίμνην σου, τὴν σὴν ἀκήρατον Ζώνην πλουτήσασαν· τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.

Ἦχος α´

Eἰς τοὺς αἰῶνας σὲ ἀγλαοφανῶς μακαρίζοντες.

Credits:
Παραγωγή, επιμέλεια: Ιερά Μεγίστη Μονή Βατοπαιδίου
Διεύθυνση χορού: Γεώργιος Ν. Κωνσταντίνου
Αντιγραφή μουσικών κειμένων: Κωνσταντίνος Κιόχος
Επεξεργασία ήχου: Πατέρες Ι.Μ.Μ. Βατοπαιδίου
Η ηχογράφηση πραγματοποιήθηκε στο Καθολικό της Ιεράς Μεγίστης Μονής του Βατοπαιδίου τον Ιούλιο του 2018 από τους πατέρες της Μονής.