Τῌ ΙΒ´ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ
Ακολουθία τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου

ΕΣΠΕΡΙΝΟΣ
Ευλογητός ο Θεός ημών, πάντοτε, νυν, και αεί, και εις τούς αιώνας των αιώνων. Αμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ψαλμὸς ργ´ (103).
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον· Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.
Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.
Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ.
Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων.
Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα.
Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά.
Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλῦψαι τὴν γῆν.
Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν.
Ἐπ᾿ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει· ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν.
Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ· ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου.
Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ· καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας.
Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.
Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς.
Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ.
Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς.
Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται.
Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος· ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων.
Ἐκεῖ πλοῖα διαπορεύονται· δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.
Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον. Δόντος σου αὐτοῖς, συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος· ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται.
Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας· εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
Άσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ.
Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ· ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.
Δόξα. Καὶ νῦν. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (τρίς).
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. Κύριε ἐλέησον
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. Σοὶ Κύριε.
ΕΥΧΗ
Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ Ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος, καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ Ὄνομά σου τὸ ἅγιον.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Ἦχος α´.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις,
Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
Παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.
Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.
Ὅτι πρὸς σέ, Κύριε Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγώ, ἕως ἂν παρέλθω.
Ψαλμὸς ρμα´ (141).
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.
Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.
Ἀπώλετο φυγὴ ἀπ᾿ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.
Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ, ἐν γῇ ζώντων.
Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Γενηθήτω τά ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ἦχος α´.. Ὢ τοῦ παραδόξου θαύματος.
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Σήμερον φαιδρὰ πανήγυρις
τῇ σεπτῇ σου μνήμῃ, ὅσιε Παΐσιε,
καὶ χαίρει Καππαδοκία ἡ γεννήσασα
Πατέρων τῶν παλαιῶν
σὲ μιμητὴν θαυμαστὸν καὶ ἐφάμιλλον·
τὸ Ὄρος Ἄθω σκιρτᾷ
τῇ ἰσαγγέλῳ ζωῇ σου θαμβούμενον·
καὶ ἡ οἰκουμένη πᾶσα
ἱκετεύει κράζουσα·
Εὐσυμπάθητε Πάτερ,
ταῖς εὐχαῖς σου πάντας στήριξον
Στίχ.Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ὤτοῦ παραδόξου θαύματος!
πῶς ἐν σώματι ὤν, ἤκουσας, μακάριε,
Ἀγγέλων δοξολογούντων τὸν Θεὸν ἡμῶν;
αἱ χεῖρές σου πῶς τροφὴν
ὡς δῶρον τῆς Θεοτόκου ἐδέξαντο;
ἀλλὰ καὶ πῶς εὐλαβῶς
τῇ Πανευφήμῳ ὡμίλησας Μάρτυρι;
πλέον ὅμως τούτων πάντων
πῶς τὸν ὅλων Κύριον
ὑπερλάμποντα κάλλει
ἐθεάσω, θεοδόξαστε;
Στίχ. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Τίς οὐκ ἐθαμβήθη, Ὅσιε,
καθορῶν σε ὅλον αἴγλῃ θείᾳ λάμποντα
τὴν ἔνδον σου μαρτυρούσῃ καθαρότητα;
καὶ τίς ὄντως τὴν καλὴν
οὐκ ἠλλοιώθη ἀλλοίωσιν βλέπων σε;
εὐθὺς γὰρ τὸ ἱλαρὸν
καὶ φωτοβόλον σου βλέμμα ἐδείκνυε
θησαυρὸν ἐνθέου πόθου,
βάθος ταπεινώσεως,
εὐλαβείας τὸν πλοῦτον
καὶ ἀγάπης σου τὸ πέλαγος.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Στίχ.Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ᾿ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Τὸ θερμὸν τῆς ἀγάπης σου
ἐξεχέετο, Ὅσιε,
ἐκ τῆς σῆς καρδίας εἰς κτίσιν ἅπασαν·
ὅθεν πατέρα οἱ ἄνθρωποι
σὲ εὕρισκον εὔσπλαγχνον, στοργικὸν καὶ συμπαθῆ,
τὰ δὲ ζῷα ἀφόβως σοι, Πάτερ, ἤγγιζον,
ὥς ποτε τῷ Ἀδὰμ ἐν Παραδείσῳ,
ἐντολὴν πρὶν παραβῆναι
τοῦ Πλάστου πάσης τῆς κτίσεως
Στίχ. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Ψαλμικῶς εἰς τὰ πέρατα
ὁ σὸς φθόγγος διέδραμεν,
καὶ ἡ διδαχή σου, σοφὲ Παΐσιε,
οἷάπερ σάλπιγξ γλυκύλαλος
τὴν γῆν περιήχησεν, ἐκδιδάσκουσα σαφῶς
ὅτι τρίβος σωτήριος ἡμῖν γίνεται
ἡ τελεία πρὸς Κύριον ἀγάπη,
τὸ ζητεῖν τὸ τοῦ ἑτέρου
καὶ ἡ ὑψοῦσα ταπείνωσις.
Στίχ. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Ἰατρεῖον ὁ τάφος σου
καὶ θερμὸν καταφύγιον
τοῖς πιστῶς προσπίπτουσι καὶ κραυγάζουσιν·
Εὔσπλαγχνε πάτερ Παΐσιε,
ὡς πάλαι ἐνίσχυσας καὶ διέσωσας πολλούς,
οὕτω νῦν ἡμᾶς στήριξον, παραμύθησον,
δίδου ῥῶσιν ψυχῶν τε καὶ σωμάτων
καὶ πρὸς ἔργα μετανοίας
ἡμῶν τὸν ζῆλον διέγειρον.
Δόξα. Ἦχος πλ. α´.
Ἀνέτειλε σήμερον ἡμῖν φωταυγὴς ἑορτή,
τὰς καρδίας ἡμῶν φαιδρύνουσα
καὶ τὸν νοῦν πρὸς οὐρανὸν ἀναβιβάζουσα·
ἄνθρωπος γὰρ οὐράνιος καὶ ἐπίγειος ἄγγελος
ἑορτάζεται, ὁ θεόφρων Παΐσιος.
Οὗτος διάγων ἐπὶ γῆς, ὡς ἐν οὐρανῷ ἐπολιτεύετο,
οὐδόλως περὶ τῶν γηΐνων μεριμνῶν
ἀλλὰ τοῦ Κυρίου ἀεὶ κατατρυφῶν
καὶ τῷ φωτὶ Αὐτοῦ περιπατῶν·
διὰ νηστείας καθαρᾶς ἄρτον Ἀγγέλων ἐδέξατο,
διὰ προσευχῆς ἀδιαλείπτου τὴν καρδίαν οὐρανὸν ἐποίησεν·
ἀναβάσεις δὲ θείας ἀναβὰς ὁ μακάριος,
σὺν τοῖς Ἀγγέλοις ἀνέμελπε τὴν ἱερὰν δοξολογίαν.
Ἅπαντες οὖν πανευλαβῶς βοήσωμεν αὐτῷ·
Ἰσάγγελε Παΐσιε, ποίησον ἡμᾶς μετόχους
τῆς ἀλήκτου λαμπρότητος
ταῖς πρὸς Κύριον πρεσβείαις σου.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ
τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ·
ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος,
ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος·
τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ,
νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος·
ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ
ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος
μετὰ τὴν κύησιν τοῦ Ἐμμανουὴλ ἔμεινεν ἄφθορος·
Ὁ ὢν καὶ προὼν καὶ φανεὶς ὡς ἄνθρωπος Θεός,
ἐλέησον ἡμᾶς.
Σοφία· ὀρθοί.
Φῶς ἱλαρὸν ἁγίας δόξης, * ἀθανάτου Πατρός, * οὐρανίου, ἁγίου, μάκαρος, * Ἰησοῦ Χριστέ, * ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, * ἰδόντες φῶς ἑσπερινόν, * ὑμνοῦμεν Πατέρα, Υἱόν, * καὶ ἅγιον Πνεῦμα, Θεόν. * Ἄξιόν σε ἐν πᾶσι καιροῖς * ὑμνεῖσθαι φωναῖς αἰσίαις, * Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.
τὸ Προκείμενον τῆς ἡμέρας
καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται
αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ
ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ
γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ
εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας
προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν· καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει
τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν
νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς
λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ
περάτων γῆς· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις
καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ ενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος
ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους
μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ
τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες
καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον·
ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Ὁ ιερέας:
Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.
Κύριε παντοκράτορ ὁ Θεός τῶν πατέρων ἡμῶν, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἒλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).
Ἔτι δεόμεθα ὑπέρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων καὶ μοναχῶν , καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων του Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς, κειμένων, καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα ὑπέρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ Σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν. Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ\’ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε. δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ ιερέας:
Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ Σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρά τοῦ Κυρίου, αἰτησώμεθα.
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα των ψυχῶν καί τῶν σωμάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καί τῶν πλημμελημάτων ἡμῶν, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρά τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη της ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπί τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Σοὶ Κύριε.
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.
Εἰρήνη πᾶσι. Καὶ τῷ πνεύματί σου.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. Σοί, Κύριε.
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου. Σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ, οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας; οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος, καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν, οὓς διαφύλαξον ἐν παντὶ καιρῷ, καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα, ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργίας διαβολικῆς, καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.
Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
῏Ω πάντων τῶν ἀσκητῶν ὁμόσκηνε,
ὦ πάντων τῶν Ἁγίων συμμέτοχε,
πατὴρ ἡμῶν Παΐσιε·
σὺ καὶ προφήτου εἶχες ὀφθαλμόν,
ὅτι τὰ μέλλοντα ὡς παρόντα ἑώρας·
σὺ καὶ ἀποστόλου ἔργον ἐτέλεσας,
ὅτι διάγων ἐν τῷ Ἄθῳ
τῶν ἀνθρώπων τὰ πλήθη ὡς μαγνήτης προσείλκυες
εἰς μετάνοιαν ὁδηγῶν καὶ σωτηρίαν·
ἀλλὰ καὶ μάρτυρά σε ἔδειξεν ἡ βιοτή σου,
ὅτι γενναίῳ φρονήματι
κόπους μακροὺς ἀσκήσεως καὶ πόνους ἀσθενείας
ἀγαλλόμενος διὰ Χριστὸν ὑπέμεινας·
Ὃν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος β΄.
Τῆς πανευφήμου Εὐφημίας τὴν μνήμην ἑορτάσας,
πρὸς οὐρανίους ἀνέπτης μονάς, ὅσιε πάτερ Παΐσιε·
ἔνθα σε ὑπεδέξαντο ἡ πανένδοξος Μάρτυς,
ἣν πάλαι ὑπεδέξω ἐν τῇ πτωχῇ σου Καλύβῃ,
καὶ ὁ ὅσιος Ἀρσένιος, οὗ τὸν βίον τὸν ἔνθεον
ἀπὸ παιδὸς ἐμιμήθης καὶ τοῖς πᾶσιν ἐφανέρωσας.
Ἀλλὰ καὶ νῦν, τριὰς Ἁγίων σεπτή,
Ἀρσένιε θεοφόρε, Παΐσιε θεόφρον καὶ ἀθληφόρε Εὐφημία,
τὰς δεήσεις ἡμῶν ὁμοῦ προσάγετε τῇ Παναγίᾳ Τριάδι,
αἰτούμενοι ἡμῖν ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Μακάριος εἶ, θεοφόρε Παΐσιε,
ὅτι τὸν ὡραῖον κάλλει κατιδεῖν ἠξιώθης,
Χριστὸν τὸν Θεόν,
ὅλον φῶς, ὅλον γλυκασμόν, ὅλον ὡραιότητα ἄφραστον.
Ὅθεν ἐξεστηκὼς ἐβόας λέγων·
Πῶς τὴν λαμπράν σου ὄψιν, Φιλάνθρωπε,
ἄνθρωποι ἐμπτῦσαι ἐτόλμησαν;
πῶς δὲ ἐγὼ ὁ ἄθλιος ταύτης τῆς θέας ἠξιώθην,
δι᾽ ἣν πάντας τοὺς ἀγῶνας τῶν ἀπ᾿ αἰῶνος ἀσκητῶν
ἄξιον ἂν ἦν τινα ποιῆσαι;
Νῦν δέ, παμμακάριστε Ὅσιε, ἀδιαλείπτως βλέπων
τὸν Σωτῆρα Χριστὸν πρόσωπον πρὸς πρόσωπον,
δυσώπει, δεόμεθα, ἐν ἡμέρᾳ κρίσεως
ἀξιωθῆναι ἡμᾶς ἀκαταγνώστῳ συνειδότι
θεάσασθαι Αὐτοῦ τὸ πρόσωπον.
Ἦχος δ΄.
Τίς οὐκ ἐθαύμασε, Παΐσιε ὅσιε,
τὸ διάπυρον τῆς σῆς ἀγάπης
καὶ τὴν ἰσχὺν τῆς μεσιτείας σου πρὸς Κύριον;
Ὄμματι εὐσπλάγχνῳ ἑώρας τοὺς πάσχοντας,
καὶ ἀνίατα πάθη ἐθεραπεύοντο·
ἐν τῇ θερμῇ σου ἀγκάλῃ δαιμονῶντας περιέσφιγγες,
καὶ τὰ δαιμόνια φρίττοντα ἐφυγαδεύοντο·
πυρίνῃ γλώσσῃ ἐλάλεις, καὶ αἱ καρδίαι ἠλλοιοῦντο
τῇ θείᾳ ἐνεργείᾳ τῶν λόγων σου·
καὶ νῦν ἄνωθεν ἡμᾶς προφθάνεις,
σῴζων ἐκ κινδύνων, συμφορῶν καὶ θλίψεων.
Διὸ εὐχαριστήριον αἶνον Θεῷ προσάγομεν λέγοντες·
Εὐλογητὸς ὁ Θεός, ὁ δωρησάμενος ἡμῖν
ἰατρὸν καὶ προστάτην καὶ πρέσβυν ἀκοίμητον.
Ἦχος πλ. δ΄.
Τάδε λέγει Παΐσιος ὁ θεηγόρος,
πρὸς τὸν νόμον τοῦ Σωτῆρος Χριστοῦ
κατευθύνων ἡμᾶς·
Μακάριοί ἐστε, ἐὰν ἀγάπην καὶ ταπείνωσιν κτήσησθε,
ὅτι τοῦ Ἁγίου Πνεύματος οἰκητήριον γενήσεσθε.
Μακάριοί ἐστε, ἐὰν ἑαυτοὺς ἀρνήσησθε
καὶ τὸν πλησίον ἀναπαύσητε,
ὅτι τῆς ὄντως ἀναπαύσεως ἀπολαύσετε.
Χαίρετε καὶ ἀγαλλιᾶσθε
οἱ τὰς θλίψεις καὶ ἀδικίας εὐχαρίστως ὑπομένοντες,
ὅτι μιμηταὶ γεγόνατε Χριστοῦ,
τοῦ ἑκουσίως ὑπὲρ ἡμῶν παθόντος.
Οὕτω πολιτευόμενοι,
γεύσεσθε ἐπὶ τῆς γῆς οὐρανίου εὐφροσύνης
καὶ ἐν οὐρανῷ τῆς αἰωνίου χαρᾶς ἀξιωθήσεσθε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε, ἅπαντες πιστοί, εὐφρανθῶμεν ἐνθέως
ἐν τῇ πανσέπτῳ μνήμῃ τοῦ θεοφόρου Παϊσίου
καὶ πνευματικῶς ἑορτάζοντες αὐτῷ βοήσωμεν·
Χαίροις, ὁ ἀσιγήτως τὸν Θεὸν δοξολογήσας
θείῳ ἔρωτι τρωθείς·
Χαίροις, ὁ δαπανήσας σεαυτὸν ὑπὲρ τοῦ πλησίον
τῇ φλογὶ τῆς ἀγάπης πυρποληθείς·
Χαίροις, ὁ πάντας παραμυθήσας
πείθων καταφρονεῖν τῶν ματαίων
καὶ τῆς ψυχῆς τὸ ὄμμα ἔχειν
πρὸς πατρίδα τὴν οὐράνιον,
ἔνθα ἡ ὄντως χαρὰ καὶ παραμυθία·
Χαίροις, ὁ τὴν οἰκουμένην στηρίζων
ταῖς θείαις διδαχαῖς
καὶ ταῖς πρεσβείαις σου πρὸς Κύριον·
Αὐτὸν μὴ παύσῃ ἱκετεύων, δεόμεθα,
ὅσιε Παΐσιε, οἰκουμένης φωστὴρ φαεινότατε,
δωρηθῆναι εἰρήνην τῷ κόσμῳ
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινὴ
ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς·
σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα,
μετὰ τοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ ιερέας:
Σώσον ο Θεός τον λαόν σου και ευλόγησον την κληρονομίαν σου, επίσκεψαι τον κόσμον σου εν ελέει και οικτιρμοίς, ύψωσον κέρας χριστιανών ορθοδόξων και κατάπεμψον εφ’ ημάς τα ελέη σου τα πλούσια, πρεσβείαις της παναχράντου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των εν αγίοις πατέρων ημών μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος πατριαρχών Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος των θαυματουργών των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των αγίων ενδόξων μεγάλων μαρτύρων Γεωργίου του Τροπαιοφόρου και Δημητρίου του μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου• των οσίων και θεοφόρων Πατέρων ημών, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, [του αγίου της ημέρας] ου και την μνήμην επιτελούμεν, και πάντων σου των Αγίων• ικετεύομεν σε, μόνε πολυέλεε Κύριε, επάκουσον ημών των αμαρτωλών δεομένων σου και ελέησον ημάς.
Κύριε ελέησον[3].
Έτι δεόμεθα υπέρ των ευσεβών και Ορθοδόξων Χριστιανών.
Έτι δεόμεθα υπέρ του Πατρός και Αρχιεπισκόπου ημών [του διένος], και πάσης της εν Χριστώ ημών αδελφότητος.
Έτι δεόμεθα υπέρ ελέους, ζωής, ειρήνης, υγείας, σωτηρίας, επισκέψεως, συγχωρήσεως και αφέσεως των αμαρτιών των δούλων του Θεού,
(δεινά) των επιτελούντων την αγίαν εορτήν ταύτην.
Έτι δεόμεθα υπέρ του διαφυλαχθήναι την αγίαν εκκλησίαν ταύτην, την νήσον ταύτην, και πάσαν πόλιν και χώραν από λοιμού, λιμού, σεισμού,
καταποντισμού, πυρός, μαχαίρας, επιδρομής αλλοφύλων, εμφυλίου πολέμου και αιφνιδίου θανάτου• υπέρ του ίλεων, ευμενή και ευδιάλλακτον γενέσθαι τον αγαθών και φιλάνθρωπον Θεόν ημών, του αποστρέψαι και διασκεδάσει πάσαν οργήν και νόσον την καθ\’ ημών κινουμένην και ρύσασθαι ημάς εκ της επικειμένης δικαίας αυτού απειλής και ελεήσαι ημάς.
Έτι δεόμεθα υπέρ του εισακούσαι Κύριον τον Θεόν φωνής της δεήσεως ημών των αμαρτωλών και ελεήσαι ημάς.
Επάκουσον ημών, ο Θεός, ο Σωτήρ ημών, η ελπίς πάντων των περάτων της γης και των εν θαλάσση μακράν, και ίλεως, ίλεως γενού ημίν, Δέσποτα επί ταις αμαρτίαις ημών και ελεήσαι ημάς.
Ελεήμων γαρ και φιλάνθρωπος Θεός υπάρχεις και σοι την δόξαν αναπέμπομεν, τω Πατρί και τω Υιώ και τω Αγίω Πνεύματι, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Ειρήνη πάσι. Και τω πνεύματί σου.
Tας κεφαλάς ημών τω Κυρίω κλίνωμεν. Σοι, Κύριε.
Δέσποτα πολυέλεε, Κύριε Ιησού Χριστέ ο Θεός ημών, πρεσβείαις της παναχράντου δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, δυνάμει του τιμίου και ζωοποιού Σταυρού, προστασίαις των τιμίων επουρανίων δυνάμεων ασωμάτων, ικεσίαις του τιμίου, ενδόξου, προφήτου Προδρόμου και Βαπτιστού Ιωάννου, των αγίων, ενδόξων και πανευφήμων Αποστόλων, των εν αγίοις πατέρων ημών μεγάλων ιεραρχών και οικουμενικών διδασκάλων Βασιλείου του Μεγάλου, Γρηγορίου του Θεολόγου και Ιωάννου του Χρυσοστόμου, Αθανασίου και Κυρίλλου, Ιωάννου του Ελεήμονος πατριαρχών Αλεξανδρείας, Νικολάου του εν Μύροις, Σπυρίδωνος επισκόπου Τριμυθούντος των θαυματουργών των αγίων ενδόξων και καλλινίκων Μαρτύρων, των αγίων ενδόξων μεγάλων μαρτύρων Γεωργίου του Τροπαιοφόρου και Δημητρίου του μυροβλήτου, Θεοδώρου του Τήρωνος και Θεοδώρου του Στρατηλάτου• των οσίων και θεοφόρων Πατέρων ημών, των αγίων και δικαίων θεοπατόρων Ιωακείμ και Άννης, [του αγίου της ημέρας] ου και την μνήμην επιτελούμεν, και πάντων σου των Αγίων• ευπρόσδεκτον ποίησον την δέησιν ημών• δώρησαι ημίν την άφεσιν των παραπτωμάτων ημών• σκέπασον ημάς εν τη σκέπη των πτερύγων σου• αποδίωξον αφ\’ ημών πάντα εχθρόν και πολέμιον• ειρήνευσον ημών την ζωήν• Κύριε, ελέησον ημάς και τον κόσμον σου και σώσον τας ψυχάς ημών, ως αγαθός και φιλάνυρωπος.
Αμήν.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Κονίτσης ἄνθος καὶ τοῦ Ἄθω ἀγλάϊσμα,
Ἑλλάδος τὸ θεῖον κλέος καὶ οἰκουμένης φωστήρ,
Ἐκκλησίας φάρος τηλαυγέστατος,
πιστῶν χειραγώγησις πρὸς φιλότιμον ἄσκησιν,
κινδυνευόντων ἀπροσδόκητος λύτρωσις,
μοναζόντων δὲ ἀσφαλὴς καθοδήγησις·
Πάτερ πανολβιώτατε, Παΐσιε ὅσιε,
νῦν τὸν σὸν τάφον κυκλοῦντες, πανευλαβῶς τὴν ἐτήσιον
τελοῦμέν σου μνήμην
καὶ γεραίρομεν τοὺς ἄθλους τῆς πολιτείας σου
Στιχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἔρωτι θεϊκῷ πτερωθείς,
τὴν ἀκροτάτην ἡσυχίαν ἐπόθησας
καὶ ταύτην ἀκαταπαύστως, ὡς μανικὸς ἐραστής,
ἀνεζήτεις, Ἅγιε, ἕως ἔφθασας
εἰς τόπον πανέρημον, ἔνθα πάθη ἐνέκρωσας
καὶ τῶν δαιμόνων τὰς ἐνέδρας διέλυσας
δι᾽ ἀσκήσεως καὶ πολλῆς ταπεινώσεως·
ὅθεν Θεῷ ἑνούμενος, Θεοῦ ὤφθης ὄργανον,
ὅσιε Πάτερ, ὑπείκων Αὐτοῦ τῷ θείῳ θελήματι
καὶ καύσει καρδίας
ὡς θυσία προσηνέχθης τῷ κόσμῳ ἅπαντι.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ καθαρᾷ προσευχῇ
πρὸς θεωρίαν ὑψωθείς, Πάτερ ὅσιε·
θεάμων γὰρ ἀθεάτων ἐγένου ὑπερφυῶς
καὶ τῶν ἀποῤῥήτων γνῶσιν ἔσχηκας·
Θεοῦ τὰ μυστήρια ἐμυήθης, μακάριε,
μετὰ Ἁγίων συνωμίλησας, Ἅγιε,
ὕμνων ἤκουσας τῶν Ἀγγέλων, ἰσάγγελε·
ξένης τροφῆς μετέλαβες, τὴν πάναγνον Δέσποιναν,
ὡς καθαρὸς ὑπεδέξω, τοῦ δὲ Κυρίου τὸ πρόσωπον
κατεῖδες, θεόπτα,
Ὃν δυσώπει ἡμῖν δοῦναι τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄.
Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου,
φησὶν ὁ Προφήτης·
ὁ γὰρ Θεὸς ἡμῶν παρακλήσεως Θεὸς ὑπάρχει.
Ὅθεν τῷ Θεῷ ὁμοιωθείς, θεοφόρε Παΐσιε,
πηγὴ ἀναδέδειξαι παραμυθίας·
ψυχὰς πεινώσας ἄρτῳ τῶν λόγων σου ἐξέθρεψας,
διψῶντας τῷ καύσωνι τῶν θλίψεων
ὕδωρ ἀναπαύσεως ἐπότισας,
γυμνοὺς ἀρετῶν τῇ στολῇ ἐνέδυσας
τῆς ἐναρέτου πολιτείας,
ξένοις πατήρ, ἀδελφὸς καὶ μήτηρ γέγονας,
νοσοῦντας δι᾿ ἐντεύξεως ἐθεράπευσας,
ἔτι δὲ καὶ νεκροὺς κατακρίτους
ἐπεσκέψω, ὅσιε Πάτερ,
ἀναψυχὴν αὐτοῖς ταῖς εὐχαῖς σου χαρισάμενος.
Καὶ νῦν, κληρονόμος γενόμενος τῆς Χριστοῦ βασιλείας,
οὐ παύῃ εὐεργετῶν καὶ ἰώμενος τὰ πάθη
τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἀνύμφευτε Παρθένε,
ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί,
Μήτηρ Θεοῦ τοῦ Ὑψίστου,
σῶν ἱκετῶν παρακλήσεις δέχου, Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων·
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (γ’)
Δόξα Πατρὶ… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί… Καὶ νῦν…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,
ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν,
Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως
ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος·
χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ·
χαῖρε, ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε·
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν,
πρεσβεύουσα μὴ ἐλλείπῃς
ὑπὲρ τῶν ἀνυμνούντων
καὶ προσκυνούντων τὸν Τόκον σου.
Είη το όνομα Κυρίου ευλογημένον από του νυν και έως του αιώνος. [3]
Δόξα , και νύν
Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.Εν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.
Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.Εξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.
Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ᾿ αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.
Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ (γ)
Του Κυρίου δεηθώμεν. Κύριε ελέησον.
Ευλογία Κυρίου και έλεος Αυτού έλθοι εφ’ ημάς, τη αυτού θεία χάριτι και φιλανθρωπία πάντοτε, νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (ἐκ τρίτου).
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).
Ψαλμὸς γ’ ( 3 )
Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ’ ἐμὲ;
Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.
Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.
Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.
Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.
Καὶ πάλιν
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.
Ψαλμὸς λζ’ (37)
Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃςμε.
Ὅτι τὰ βέλη Σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ’ ἐμὲ τὴν χεῖρά Σου.
Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς Σου· οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου.
Ὅτι αἱ ἀνομίαι μου ὑπερῆραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ’ ἐμέ.
Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.
Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην.
Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου.
Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα· ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.
Κύριε, ἐναντίον Σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ Σοῦ οὐκ ἀπεκρύβη.
Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ’ ἐμοῦ.
Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν.
Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν.
Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ.
Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ
στόματι αὐτοῦ ἐλεγμούς.
Ὅτι ἐπὶ Σοί, Κύριε, ἤλπισα, Σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου.
Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ
σαλευθῆναι πόδας μου, ἐπ’ ἐμὲ ἐμεγαλοῤῥημόνησαν.
Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού
ἐστι διαπαντός.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς
ἁμαρτίας μου.
Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ
ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως.
Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ
κατεδίωκον ἀγαθωσύνην.
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Καὶ πάλιν·
Μὴ ἐγκαταλίπῃς με, Κύριε, ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ’ ἐμοῦ.
Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε, τῆς σωτηρίας μου.
Ψαλμός ξβ’ (62)
Ὁ Θεός, ὁ Θεός μου, πρὸς Σὲ ὀρθρίζω.
Ἐδίψησέ Σε ἡ ψυχή μου, ποσαπλῶς Σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ
καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην Σοι, τοῦ ἰδεῖν τὴν δύναμίν Σου καὶ τὴν
δόξαν Σου.
Ὅτι κρεῖσσον τὸ ἔλεός Σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί Σε
Οὕτως εὐλογήσω Σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί Σου ἀρῶ
τὰς χεῖράς μου.
Ὡς ἐκ στέατος, καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη
ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου.
Εἰ ἐμνημόνευόν Σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις
ἐμελέτων εἰς Σέ.
Ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου
ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά
Σου.
Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου· εἰσελεύσονται εἰς
τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας,
μερίδες ἀλωπέκων ἔσονται.
Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ
ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
Καὶ πάλιν·
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς Σέ, ὅτι ἐγενήθης βοηθός μου, καὶ
ἐν τῇ σκέπῃ τῶν πτερύγων Σου ἀγαλλιάσομαι.
Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω Σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά
Σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός (ἐκ γ’)
Κύριε, ἐλέησον (γ’). Δόξα. Καὶ νῦν.
Ψαλμός πζ’ (87)
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ
ἐναντίον Σου.
Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς
τὴν δέησίν μου.
Ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου, καὶ ἡ ζωή μου τῷ ᾍδῃ ἤγγισε.
Προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον, ἐγενήθην
ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.
Ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι,
καὶ αὐτοὶ ἐκ τῆς χειρός Σου ἀπώσθησαν.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ
θανάτου.
Ἐπ’ ἐμὲ ἐπεστηρίχθη ὁ θυμός Σου, καὶ πάντας τοὺς
μετεωρισμούς Σου ἐπήγαγες ἐπ’ ἐμέ.
Ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ’ ἐμοῦ, ἔθεντό με βδέλυγμα
ἑαυτοῖς.
Παρεδόθην, καὶ οὐκ ἐξεπορευόμην· οἱ ὀφθαλμοί μου ἠσθένησαν
ἀπὸ πτωχείας.
Ἐκέκραξα πρὸς Σέ, Κύριε, ὅλην τὴν ἡμέραν, διεπέτασα πρὸς Σὲ
τὰς χεῖράς μου.
Μὴ τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι, καὶ
ἐξομολογήσονταί Σοι;
Μὴ διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός Σου, καὶ τὴν ἀλήθειάν
Σου ἐν τῇ ἀπωλείᾳ;
Μὴ γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά Σου καὶ ἡ
δικαιοσύνη Σου ἐν γῇ ἐπιλελησμένῃ;
Κἀγὼ πρὸς Σέ, Κύριε, ἐκέκραξα, καὶ τὸ πρωῒ ἡ προσευχή μου
προφθάσει Σε.
Ἱνατί, Κύριε, ἀπωθῇ τὴν ψυχήν μου; ἀποστρέφεις τὸ πρόσωπόν
Σου ἀπ’ ἐμοῦ;
Πτωχός εἰμι ἐγώ, καὶ ἐν κόποις ἐκ νεότητός μου· ὑψωθεὶς δὲ
ἐταπεινώθην, καὶ ἐξηπορήθην.
Ἐπ’ ἐμὲ διῆλθον αἱ ὀργαί Σου, οἱ φοβερισμοί Σου ἐξετάραξάν με.
Ἐκύκλωσάν με ὡσεὶ ὕδωρ, ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα.
Ἐμάκρυνας ἀπ’ ἐμοῦ φίλον καὶ πλησίον, καὶ τοὺς γνωστούς μου
ἀπὸ ταλαιπωρίας.
Καὶ πάλιν·
Κύριε, ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ
ἐναντίον Σου.
Εἰσελθέτω ἐνώπιόν Σου ἡ προσευχή μου, κλῖνον τὸ οὖς Σου εἰς
τὴν δέησίν μου.
Ψαλμός ρβ’ (102)
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ
ὄνομα τὸ ἅγιον Αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας
τὰς ἀνταποδόσεις Αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας
τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε
ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου,
ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς Αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ
θελήματα Αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος·
οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς
ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος
τὸ ἔλεος Αὐτοῦ ἐπὶ τοὺς φοβουμένους Αὐτόν.
Καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ’
ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε Κύριος τοὺς
φοβουμένους Αὐτόν· ὅτι Αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη
ὅτι χοῦς ἐσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ
οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει καὶ οὐκ
ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ
τοὺς φοβουμένους Αὐτόν.
Καὶ ἡ δικαιοσύνη Αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν
διαθήκην Αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν Αὐτοῦ τοῦ
ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον Αὐτοῦ, καὶ ἡ
βασιλεία Αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ,
ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων
Αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις Αὐτοῦ, λειτουργοὶ
Αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα Αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα Αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς
δεσποτείας Αὐτοῦ· εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν·
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας Αὐτοῦ· εὐλόγει ἡ ψυχή μου, τὸν
Κύριον
Ψαλμός ρμβ’ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου
ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν
τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’
ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου,
ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός
Σοι.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.
Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν
ψυχήν μου.
Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς Σὲ κατέφυγον·
δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου.
Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ
ὀνόματός Σου, Κύριε, ζήσεις με.
Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς
πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ πάλιν·
Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ Σου, καὶ μὴ εἰσέλθῃς
εἰς κρίσιν μετὰ τοῦ δούλου Σου (δίς).
Τὸ Πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα. Δόξα Σοι ὁ Θεός (ἐκ γ’)
Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Ὁ ιερέας:
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν
Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν
Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ
Εὐχαριστοῦμεν σοι, Κύριε, ὁ Θεὸς ἡμῶν, τῷ ἐξαναστήσαντι ἡμᾶς ἐκ τῶν κοιτῶν ἡμῶν, καὶ ἐμβαλόντι εἰς τὸ στόμα ἡμῶν λόγον αἰνέσεως, τοῦ προσκυνεῖν καὶ ἐπικαλεῖσθαι τὸ ὄνομα σου τὸ ἅγιον· καὶ δεόμεθα τοῖς σοῖς οἰκτιρμοῖς, οἷς πάντοτε ἐχρήσω περὶ τὴν ἡμετέραν ζωήν. Καὶ νῦν ἐξαπόστειλον τὴν βοήθειάν σου ἐπὶ τοὺς ἑστῶτας πρὸ προσώπου τῆς ἁγίας δόξης σου και ἀπεκδεχομένους τὸ παρὰ σου πλούσιον ἔλεος καὶ δὸς αὐτοῖς μετὰ φόβου καὶ ἀγάπης πάντοτε σοι λατρεύειν, αἰνεῖν, ὑμνεῖν, προσκυνεῖν, τὴν ἀνεκδιήγητόν σου ἀγαθότητα.
Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος α´.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν…
Ἦχος α’ Ἀπολυτίκιον Τῆς ἐρήμου πολίτης
Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ ̓ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί,τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι,δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Δόξα.
Ἕτερον Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ\’ ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.
Καὶ νῦν.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ὁ ιερέας:
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
ΕΥΧΗ
Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμα ἡμῶν πρὸς σέ ὁ Θεὸς, διότι φῶς τὰ προστάγματα σου. Δίδαξον ἡμᾶς, ὁ Θεὸς, τὴν δικαιοσύνην σου, τὰς ἐντολάς σου καὶ τὰ δικαιώματά σου· φώτισον τοὺς ὀφθαμοὺς τῶν διανοιῶν ἡμῶν, μήποτε ὑπνώσωμεν ἐν ἁμαρτίαις εις θάνατον· ἀπέλασον πάντα ζόφον ἀπὸ τῶν καρδιῶν ἡμῶν· χάρισαι ἡμῖν τὸν τῆς δικαιοσύνης ἥλιον καὶ ἀνεπηρέαστον τὴν ζωὴν ἡμῶν διαφύλαξον ἐν τῇ σφραγῖδι τοῦ ἁγίου σου Πνεύματος· κατεύθυνον τὰ διαβήματα ἡμῶν εἰς ὁδὸν εἰρήνης· δὸς ἡμῖν ἰδεῖν τὸν ὄρθρον καὶ τὴν ἡμέραν ἐν ἀγαλλιάσει, ἵνα σοι τὰς ἑωθινὰς ἀναπέμπωμεν εὐχάς.
Ὅτι σὸν τὸ κράτος καί σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΚΑΘΙΣΜΑΤΑ
Ἦχος α’ – Τὸν ταφον σου Σωτὴρ
Ζωὴν ἀγγελικήν, ὡς οἱ πάλαι Πατέρες,
ἐν Ἄθῳ καὶ Σινᾶ καὶ Στομίῳ διῆλθες,
Παΐσιε ὅσιε, καὶ τοὺς πάντας προέτρεψας
ἔργοις λόγοις τε καταφρονεῖν τῶν ματαίων,
μόνης δὲ ψυχῆς ἐπιμελεῖσθαι ἀπαύστως·
ὑπάρχει γὰρ ἀθάνατος
Δόξα.
Τὴν θείαν σου λαμπρῶς ἑορτάζοντες μνήμην,
κυκλοῦμεν εὐλαβῶς τὸν σὸν πάνσεπτον τάφον,
πατὴρ ἡμῶν Παΐσιε, εὐγνωμόνως συμπλέκοντες
ἄνθη εὔοσμα τῶν ἱερῶν ἐγκωμίων·
ταῦτα πρόσδεξαι καὶ τὰς ἡμῶν ἱκεσίας
Θεῷ διαβίβασον.
Καὶ νῦν.Θεοτοκίον.
Μαρία, καθαρὸν ὁ Δεσπότης δοχεῖον
εὑρών σε ἐπὶ γῆς, οὐρανῶν Πλατυτέραν
ἀνέδειξέ σε, Πάναγνε, ἐν γαστρί σου σαρκούμενος·
ὅθεν πλάτυνον ἡμῶν τὸ στόμα καὶ πλῆσον
σῆς αἰνέσεως, ὅπως τὰ σὰ μεγαλεῖα
δοξάζωμεν, Δέσποινα.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀδιάλειπτος εὐχή, φύσεως βία διαρκής,
ὑπομονὴ ἐν πειρασμοῖς, εὐχαριστία ἐν παντὶ
ἡ βιοτή σου ὑπῆρξε, θεόφρον Πάτερ·
ἔσχες γὰρ ὡς πῦρ ἐν τῇ καρδίᾳ σου
φιλοτιμίαν θαυμαστὴν ἐκπηγάζουσαν
ἐκ τῆς ἀμέτρου εὐγνώμονος ἀγάπης
πρὸς τὸν Δεσπότην καὶ Κύριον,
δι᾿ Ὃν καὶ θνῄσκειν σφοδρῶς ἐπόθεις
καθ᾿ ἑκάστην ἡμέραν.
Δόξα.
Συμπαθέστατος πατήρ, σύμβουλος ὄντως ἀπλανής,
πλανωμένων παιδευτὴς καὶ τῶν πλανώντων ἐλεγκτὴς
γέγονας, Πάτερ, παρέχων ἑνὶ ἑκάστῳ
ἴαμα ψυχῆς τὸ προσφορώτερον,
μετρῶν ἐν τῷ ζυγῷ τῆς διακρίσεως·
ἐκ τῆς θεοσυνέτου σου καρδίας
ὁμοῦ γὰρ ἔβλυζον, Ἅγιε,
ἡ στοργική σου φιλαδελφία
καὶ ἡ φιλεύσπλαγχνος παιδαγωγία
Καὶ νῦν. Θεοτοκίον.
Μεγαλεῖα ἀληθῶς ὁ πάντων Πλάστης καὶ Θεὸς
σοὶ ἐποίησεν, Ἁγνή, διὸ ἱκέτευε Αὐτὸν
τοῦ μεγαλῦναι τὸ ἔλεος ἐπὶ πάντας,
ὅπως ἐν χαρᾷ ἀπαύστως ψάλλωμεν·
Ἄξιόν ἐστι μακαρίζειν σε,
τὴν Χερουβεὶμ καὶ Σεραφεὶμ ὑπερτέραν,
ὡς Μητέρα ὑπάρχουσαν
τοῦ ἐν ὑψίστοις Θεοῦ καὶ Κτίστου
καὶ Σωτῆρος τοῦ κόσμου.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
τ ὸ πῦρ τοῦ ζήλου σου καὶ τοὺς ἀγῶνάς σου
τίς οἶδεν, Ὅσιε; ἢ τῆς ἀγάπης σου
τοὺς ἀειῤῥύτους ποταμοὺς τίς δύναται ἐκμετρῆσαι;
καθ᾿ ἡμέραν ἔθνῃσκες, ῥῶσιν δίδων τοῖς κάμνουσιν·
εἰ δὲ καὶ ἠδύνασο, τὴν καρδίαν σου ἔδωκας ἄν,
μιμούμενος Χριστοῦ τὴν εὐσπλαγχνίαν,
τοῦ ὑπὲρ πάντων κενωθέντος.
Δόξα.
Θείαν ἀνάβασιν διατιθέμενος,
ἀπὸ τῆς πράξεως, Ὅσιε, ἔφθασας
εἰς καθαρότητα ψυχῆς καὶ δύναμιν θεωρίας·
ὅθεν ἡμῖν ἔδωκας ἀρετῆς, Πάτερ, κλίμακα,
ὡς βαθμίδας ἔχουσαν τοὺς θεοσόφους λόγους σου
δι᾿ ὧν ἀπὸ βυθοῦ ἐμπαθείας
εἰς ὕψος ἀπαθείας ἀνερχόμεθα.
Καὶ νῦν. Θεοτοκίον.
τί σε καλέσωμεν, Μῆτερ Ἀνύμφευτε;
Ἀγγέλων Δέσποιναν, κόσμου μεσίτριαν,
θείων χαρίτων θησαυρόν, ἀλάβαστρον θείου μύρου,
βάτον ἀκατάφλεκτον, στάμνον μάννα βαστάζουσαν,
κλίμακα μετάγουσαν ἀπὸ γῆς πρὸς οὐράνια,
καὶ σκέπην οὐρανῶν πλατυτέραν,
σκέπουσαν ἡμᾶς καὶ διασῴζουσαν.
Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον, Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν
ἀνταπέδωκεν ἡμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον.
Ὁ ἱερεύς· Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν Ἁγίοις ἐπαναπαύῃ, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη· ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμένοι. (δίς)
Δόξα.
Ἁγίῳ Πνεύματι * πᾶσα ψυχὴ ζωοῦται, * καὶ καθάρσει ὑψοῦται, * λαμπρύνεται, * τῇ τριαδικῇ μονάδι * ἱεροκρυφίως.
Καὶ νῦν.
Ἁγίῳ Πνεύματι, * ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, * ἀρδεύοντα, * ἅπασαν τὴν κτίσιν * πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον,ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
* * *
Στίχ. Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.
Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.
Ὁ διάκονος· Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. Κύριε, ἐλέησον. (γ´)
Ὁ διάκονος· Σοφία· ὀρθοί· ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Ὁ ἱερεύς· Εἰρήνη πᾶσι.
Καὶ τῷ Πνεύματί σου.
Ὁ ἱερεύς· Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.
(Κεφ κδ’ 42-47)
Ὁ διάκονος· Πρόσχωμεν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ἱερεὺς: Εἶπεν ὁ Κύριος, γρηγορεῖτε, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἀναγνώστης τὸν Ν´ ψαλμόν, χύμα.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ.
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα. Ἦχος β΄.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ
πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ. β´.
Δεῦτε, πιστοί, τῆς Παϊσίου τραπέζης
ἐνθέως μετάσχωμεν·
ἰδοὺ γὰρ ὁ πατὴρ ἡμῶν Παΐσιος ὁ νέος,
τοῦ παλαιοῦ ὁμότροπος φανείς,
συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν·
δεῦτε, ἅπαντες, εὐφρανθῶμεν
τοῖς καρποῖς τῶν καμάτων, τοῖς μελιῤῥύτοις λόγοις
καὶ τοῖς νάμασι τῶν θαυμάτων αὐτοῦ,
ὡς παρόντα δὲ ὁρῶντες τὸν ἡμέτερον προστάτην,
αὐτὸν ἱκετεύσωμεν·
Ὅσιε Πάτερ, πρέσβευε Χριστῷ τῷ Θεῷ
σωθῆναι τὰς ψυχὰς ἡμῶν
Ὁ ἱερεύς·
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου, καὶ εὐλόγησον τὴν κληρονομίαν Σου· ἐπίσκεψαι τὸν κόσμον Σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη Σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων, ἐνδόξων, πανευφήμων καὶ πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου, καὶ πάντων τῶν Ἁγίων Ἀποστόλων· τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ οἰκουμενικῶν διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν Ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τήρωνος καὶ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν Ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, τῶν ἐν ἀσκήσει λαμψάντων· (τοῦ Ἁγίου τοῦ Ναοῦ, ἐφ’ ὅσον δὲν ἐμνημονεύθη ἐν τοῖς ἄνω])· τῶν Ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακείμ καὶ Ἄννης· (τοῦ Ἁγίου τῆς ἡμέρας, ) καὶ πάντων Σου τῶν Ἁγίων, ἱκετεύομέν Σε, μόνε, πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων Σου καὶ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον (ιβ’ ).
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, μεθ’ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΙ ΚΑΝΟΝΕΣ
Εἶτα ὁ Κανὼν τῆς Θεοτόκου εἰς Ϛ΄
καὶ οἱ δύο Κανόνες τοῦ Ὁσίου εἰς η΄.
Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχίς·
«Παϊσίου ᾄσωμεν τοὺς ὑπὲρ φύσιν ἄθλους».
Ἦχος πλ. δ΄.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Πῶς ἐπαξίως ἐν ᾠδαῖς ὑμνήσωμεν, πάτερ Παΐσιε,
τὴν ἀσκητικήν σου πολιτείαν, Ὅσιε,
καὶ ποίοις λόγοις ᾄσωμεν τὴν θερμήν σου ἀγάπην
τὴν μετὰ πάντων συμπάσχουσαν
καὶ παραμυθίαν παρέχουσαν
Ἀσκητικῶς ἀπὸ παιδὸς ἐβίωσας ἀγάπῃ θείᾳ φλεχθείς,
βίοις δὲ Ἁγίων ἐντρυφῶν ἐσπούδαζες
μιμεῖσθαι μετὰ ζέσεως τὰ μεγάλα ἐκείνων
καὶ ὑπὲρ φύσιν παλαίσματα
καὶ τὴν βιοτὴν τὴν ἰσάγγελον.
Ἰδὼν Χριστὸς πῶς ἀπιστίας κλύδωνα σοφῶς διέφυγες,
ἔτι παῖς ὑπάρχων, φιλοτίμῳ πίστει σου,
μέσῳ φωτὸς ἐφάνη σοι, ἀσφαλῶς βεβαιῶν σοι
ὅτι Αὐτὸς ἡ ἀνάστασις
καὶ ζωή ἐστι τοῖς πιστεύουσι.
Θεοτοκίον.
Σοὶ ἀληθῶς μετὰ Θεὸν ἀνέθηκα πᾶσαν ἐλπίδα, Ἁγνή,
καὶ σοὶ ἀνατείνων ὅλην μου τὴν ἔφεσιν,
ἀναβοῶ ἐξ ὅλης μου τῆς ψυχῆς καὶ ἰσχύος·
Πρὸς σωτηρίαν με ἴθυνον,
Μῆτερ τοῦ Θεοῦ, Παναγία μου.
Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς·
«Χαίροις, πάτερ Παΐσιε, παραμυθία πάντων».
Ἦχος δ΄.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Χαρμόσυνα ᾄσματα ᾄδομεν σήμερον χαίροντες,
Παΐσιε ὅσιε, τῇ θείᾳ μνήμῃ σου,
ὡς ἐλάμπρυνας Χριστοῦ τὴν Ἐκκλησίαν
τῷ φέγγει τῶν ἄθλων σου καὶ τῶν θαυμάτων σου
Ἀγάλλου καὶ χόρευε, Καππαδοκία, θαυμάζουσα
Θεὸς πῶς ἐδόξασε τῇ καθ᾽ ἡμᾶς γενεᾷ
ὃν ἐγέννησας, Παΐσιον τὸν νέον,
ἐν Ἄθῳ ἀσκήσαντα ζέοντι πνεύματι.
Ἰθύνθης στεῤῥότατα πρὸς ἀρετῶν τελειότητα
ἐκ πρώτων βημάτων σου, πάτερ Παΐσιε,
καὶ ἠγώνισαι ἐν πᾶσι φιλοτίμως,
διὸ καὶ ἀπείληφας στέφανον ἄφθαρτον.
Θεοτοκίον.
῾Ρητόρων οὐδέποτε γλῶσσαι σοφαὶ ἐξισχύσουσι
τὸ μέγα μυστήριον ἐξερευνῆσαι, Ἁγνή,
πῶς διέμεινας Παρθένος μετὰ τόκον,
πῶς Μήτηρ τοῦ Κτίστου σου ἡ δούλη γέγονας.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ᾽ ἀρχάς.
Ἰδοὺ πεπλήρωται σαφῶς ἡ περὶ σοῦ προφητεία
τοῦ ἁγίου Ἀρσενίου εἰπόντος
ὡς ὁμότροπος αὐτοῦ ὀφθήσῃ, ὦ Παΐσιε·
καὶ νῦν ὡς δύο ἄστρα τὴν Ἐκκλησίαν φαιδρύνετε.
῞Oλος πυρίπνους εἰσελθὼν εἰς κοινοβίου παλαίστραν,
πῦρ ἐτίθεις τῷ πυρὶ καθ᾿ ἡμέραν,
ἐν ἱδρῶσι κοπιῶν καὶ δάκρυσιν εὐχόμενος·
ὅθεν ἡ θεία Χάρις σὲ περιέλουσεν ἄνωθεν.
Ὑπερβαλλόντως ὁ σφοδρὸς τῆς ἡσυχίας ὁ πόθος
σὲ διήγειρε δραμεῖν πρὸς ἐρήμους·
ἔνθα πίνων διαυγῆ τῆς ἀπαθείας νάματα,
πηγὴ ἐγένου, Πάτερ, ὕδωρ τὸ ζῶν ἀναβλύζουσα.
Θεοτοκίον.
῎
Ἄχραντε Μῆτερ τοῦ Θεοῦ, τῇ σῇ ἀγάπῃ ἐθέλχθη
ἡ καρδία τοῦ σεπτοῦ Παϊσίου,
ὃς προσπίπτων σοι θερμῶς μετ᾿ εὐλαβείας ἔκραζεν·
Ἡδύτερον οὐκ ἔστι σοῦ τῆς Μητρὸς τοῦ Κυρίου μου.
Ἕτερος. Τοὺς σοὺς ὑμνολόγους.
῾Oἄσβεστος ζῆλός σου, θεόφρον,
ὁ μέγας σου ἔρως πρὸς Χριστὸν
ἀπαύστως σε προέτρεπεν ἀναβοᾶν τρανότατα·
Ἐμοὶ τὸ ζῆν Χριστός ἐστι καὶ μέγα κέρδος ὁ θάνατος.
Ἰσχύϊ Θεοῦ καθωπλισμένος,
ἐπ᾽ ὤμων σου ἦρας τὸν σταυρὸν
καὶ ἐσταυρώθης, Ὅσιε, τῷ κόσμῳ καὶ τοῖς πάθεσι·
διὸ ὁ ἅπας βίος σου Πάσχα Κυρίου ἐγένετο.
Σοφίαν τοῦ κόσμου οὐκ ἐκτήσω,
σοφίαν δὲ ὄντως τοῦ Θεοῦ
ἐδέξω, θεοδίδακτε, τῇ καθαρᾷ καρδίᾳ σου
καὶ ἔγνως τὰ ἀνέκφραστα καὶ ὑπὲρ φύσιν μυστήρια.
Θεοτοκίον.
Παρθένε πανύμνητε Μαρία,
ἡ θεία εἰκών σου θαυμαστῶς
εὐφραίνει χείλη, ὄμματα, καρδίαν καὶ διάνοιαν·
ἣν πίστει ἀσπαζόμενοι, ἰσχὺν μεγίστην λαμβάνομεν.
Κάθισμα. Ἦχος πλ. δ΄.
Τὴν Σοφίαν καὶ Λόγον.
Γλυκυτάτῳ τῷ βέλει τῆς θεϊκῆς
ἀγαπήσεως, Πάτερ, ἐκκεντηθείς,
τὸν κόσμον κατέλιπες καὶ μητρὸς σχέσιν ἔῤῥιψας
καὶ ἐν ἐρήμῳ ἐκτήσω τὴν θείαν πρὸς ἅπαντας
γενικὴν ἀγάπην, ἧς βέλος σε ἔνυττεν,
Ὅσιε, ἀπαύστως πρὸς ἀνάπαυσιν πάντων·
διὸ ἐκ τοῦ αἵματος σῆς καρδίας ἠλέησας
ἀσθενεῖς, κινδυνεύοντας,
πενθοῦντας, πλανωμένους, πτωχούς,
ἔτι δὲ τεθνεῶσιν ἔδωκας
ἀναψυχὴν ταῖς εὐχαῖς σου πρὸς Κύριον.
Δόξα.
῾Υποκύπτων τῷ βάρει τῶν πειρασμῶν
καὶ κεντούμενος βέλει τῶν λυπηρῶν,
ἐξαίφνης σε εὕρηκα ὀξυτάτην ἀντίληψιν,
ὅτι πρὶν εἴπω· Ἅγιε Παΐσιε, πρόφθασον,
ἐνώπιόν μου ἔστης, ὦ θαῦμα ἐξαίσιον!
τὸν γὰρ στεναγμόν μου τὸν κρυπτὸν οὐ παρεῖδες,
οὐδὲ τῆς καρδίας μου τὴν πικρὰν θλῖψιν, Ὅσιε,
ἀλλ᾽ ὡς δοῦλος φιλότιμος
τοῦ μόνου φιλανθρώπου Θεοῦ
ἐπεσκέψω τὴν ἐμὴν ἀσθένειαν,
ἰατρείαν παρέχων ἀνέλπιστον
Καὶ νῦν. Θεοτοκίον.
῾Oρατῶς τῇ εἰκόνι σου παρεστώς,
ὥσπερ ζώσῃ παρίσταμαι νοερῶς
καὶ πόθῳ προσπίπτων σοι, εὐλαβείᾳ ἀσπάζομαι
τοὺς σοὺς ἀχράντους πόδας, Παντάνασσα Δέσποινα,
εὐχαριστίας προσφέρων, ἀνθ᾿ ὧνπερ ἀπήλαυσα,
καὶ ἀναβοῶν σοι ἐν καρδίᾳ σκιρτώσῃ·
Μαρία, τὸ πάμφωτον τοῦ Δεσπότου παλάτιον
σὺ ὑπάρχεις, Πανάχραντε·
ὅλος γὰρ κατῴκησεν ἐν σοὶ
Θεὸς Λόγος, ἵνα με τὸν ἄνθρωπον
κατὰ χάριν θεὸν ἀπεργάσηται.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Σὺ ὡς τρυφὴν πᾶσαν οἰόμενος στέρησιν,
τὴν νηστείαν ὡς τερπνὴν ἀπόλαυσιν
καὶ πᾶσαν ἄσκησιν ὡς χαράν,
ἐπενόεις ἄθλους παντοειδεῖς, Πάτερ ὅσιε·
ἐνίκα γὰρ τοὺς κόπους ὁ πόθος τοῦ Δεσπότου,
Ὃν ἐζήτεις ὡς μόνον παμπόθητον.
῍Ωπῶς ἐν γῇ ἔζης, Παμμάκαρ, ὡς ἄγγελος
καὶ Ἀγγέλους εἶχες βοηθοῦντάς σοι
καὶ τοὺς Ἁγίους συγκοινωνούς!
μεθ᾽ ὧν νῦν χορεύων ἐν οὐρανίοις σκηνώμασι,
μὴ παύσῃ, δυσωποῦμεν, πρεσβεύων ὑπὲρ πάντων
τῶν τιμώντων σε, πάτερ Παΐσιε.
έσῳ φωτὸς πλήρης γλυκύτητος ὤφθη σοι
ὁ Δεσπότης, ὢ μεγίστης χάριτος!
ὅθεν ἐβόας ἐξεστηκώς·
Πῶς ἐνέπτυσάν Σε, τοιούτῳ κάλλει κοσμούμενον;
Χιλίους ἔτι χρόνους εἰ ἔζων ἐν ἀσκήσει,
οὐκ ἂν ἤρκουν μοι, Σῶτερ, εὐχαριστῆσαί Σοι.
Θεοτοκίον.
᾽Εν τῷ Σινᾶ ὤφθης ὡς Μήτηρ φιλόστοργος
Παϊσίῳ τῷ θερμῷ ἱκέτῃ σου,
ὃς καὶ θαυμάζων τὴν σὴν στοργὴν
καὶ τὴν γλυκυτάτην παραμυθίαν σου, ἔλεγε·
Σὺ Μήτηρ μου ὑπάρχεις, Θεομῆτορ Παρθένε,
καὶ εἰς σὲ ἐμαυτὸν ἀνατέθηκα.
Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
῎αῤῥητον, ὑπέρλαμπρον, ἄπλετον φῶς
ἔλαμψέ ποτε τῇ Καλύβῃ σου Χάριτος θείας·
ὅθεν θείῳ φωτισμῷ καταυγασθείς, μακάριε,
ἔνθεα νοήματα ἔβλυσας.
Τέκνον ὥσπερ τρέφει πατὴρ στοργικός,
οὕτω σε ἐφρόντιζε Κύριος ἐν τῇ ἐρήμῳ·
ἐπιῤῥίψας γὰρ Αὐτῷ ἐλπίδα πᾶσαν, Ὅσιε,
ὅλως ἀμερίμνως ἐβίωσας.
Εὔχαριν, γλυκύτατον καὶ προσηνῆ,
Χριστοῦ εὐωδίαν ἐκχέοντα, Πάτερ, σὲ ἔγνω
πᾶς ἐρχόμενος πρὸς σέ· καὶ θλίψεις ἀποθέμενος
ὡς ὑπόπτερος ἀπήρχετο.
Θεοτοκίον.
῾Ρήμασιν οὐκ ἔστιν ὑμνεῖν σε, Ἁγνή·
ὅθεν τί προσάξωμεν ἄξιον σοὶ τῇ Πανσέπτῳ;
πίστιν μόνον ἀληθῆ πανευλαβῶς προσφέρομεν,
ἥνπερ μὴ παρίδῃς, δεόμεθα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Νικητὴς τῶν δαιμόνων
ὄντως κραταιότατος ἐδείχθης, Ὅσιε·
οὐ γὰρ ἐπτοήθης
τὰς ἐνέδρας αὐτῶν καὶ τὰ φόβητρα,
ὅπλον σωτηρίας τὸν τοῦ Χριστοῦ σταυρὸν κατέχων
καὶ ταπείνωσιν ἔχων ὡς θώρακα.
Τὴν πτωχεύουσαν πλούτῳ
ἀλλὰ πλουτοδότιδα, Πάτερ, Καλύβην σου
αἴγλῃ οὐρανίῳ
ἐπεσκέψατο αἴφνης ἡ ἔνδοξος
μάρτυς Εὐφημία, πληροῦσα θείας εὐφροσύνης
καὶ εἰρήνης πολλῆς τὴν καρδίαν σου.
῞Oλος πῦρ ἐγεγόνεις,
ὅτε τὰς εὐχάς σου Κυρίῳ ἀνέπεμπες
ὑπὲρ τῶν τεθνεώτων
μετὰ πόνου θερμοῦ τε καὶ πίστεως·
ὅθεν σαῖς πρεσβείαις ὁ Πολυέλεος Δεσπότης
ἐκ πυρὸς αἰωνίου ψυχὰς ἐῤῥύσατο.
Θεοτοκίον.
῾Υπὸ σοῦ, Θεομῆτορ,
ὁ σεπτὸς Παΐσιος τροφὴν ἐδέξατο·
Ἄγγελος γὰρ τούτῳ
κεκμηκότι τροφὴν θείαν ἔδωκε,
λέγων· Εἰς τὴν δόξαν τῆς Παναγίας Θεοτόκου.
Ὢ τῆς θείας προνοίας σου, Δέσποινα!
Ἕτερος. Ἐξέστη τὰ σύμπαντα.
Πυρί, Πάτερ ὅσιε, τῶν πειρασμῶν πυρούμενος,
ὥσπερ ὁ χρυσὸς ἐν τῇ καμίνῳ
ἐκαθαρίσθης, καὶ διὰ πείρας μαθὼν
ἐδίδαξας ὅτι ἐν χαρᾷ
θλίψεις οἱ βαστάζοντες σωτηρίαν εὑρίσκουσιν.
᾽Αρίστην ὠνόμασας ὡς ἀσφαλῆ καὶ σύντομον
τὴν τρίβον τῆς ταπεινοφροσύνης·
καὶ γὰρ ἀσκήσει ἀναλωθεὶς ὑψηλῇ,
ἔγνως ὡς ἁπλοῖς καὶ ταπεινοῖς
ἄφθονος χαρίζεται ἡ Θεοῦ Χάρις, Ὅσιε.
᾽Ιώμενος, Ὅσιε, νοσήματα τοῦ σώματος,
νόσων τῆς ψυχῆς ἐπεμελήσω,
εὐστόχοις λόγοις, ὥσπερ καλὸς ἰατρός,
εἰς φιλοτιμίαν παραινῶν,
πίστιν καὶ μετάνοιαν καὶ πρὸς βίου διόρθωσιν.
Θεοτοκίον.
Σὺ Εὔας ἡ λύτρωσις καὶ τοῦ Ἀδὰμ ἀνάκλησις
κόσμου τε χαρὰ καὶ σωτηρία·
ἡ μὲν γὰρ Εὔα παρακοῇ πρὸς Θεὸν
ἀπέκλεισε πύλην τῆς Ἐδέμ,
σὺ δὲ ταύτην ἤνοιξας, τῷ Κυρίῳ ὑπείκουσα.
ᾨδὴ Ϛ΄. Ἱλάσθητί μοι.
Σαφῶς τὰ πόῤῥω ὁρῶν,
ὥσπερ ἐγγύς, Πάτερ ὅσιε,
καὶ βάθη τῶν καρδιῶν καθορῶν, ἀφύπνισας
πολλοὺς καὶ ὡδήγησας εἰς θεογνωσίαν
καὶ ὁδὸν ὄντως σωτήριον.
῾Υψώθης εἰς οὐρανούς,
ὅλος μετάρσιος γέγονας,
καὶ θεωρῶν μυστικῶς τὰ θεῖα μυστήρια,
Παΐσιε ὅσιε, ἐν ὅλῃ καρδίᾳ
τὸν Θεὸν ὑπερεδόξαζες.
Προχέων ἐξ οὐρανοῦ
πλουσίαν χάριν ὁ Κύριος,
ἠξίωσέ σε ποιεῖν τεράστια θαύματα·
ἔτι γὰρ ἐφίστασο καὶ μὴ αἰτουμένοις
τὴν βοήθειάν σου, Ὅσιε.
Θεοτοκίον.
᾽Εκ σοῦ ἐτέχθη, Ἁγνή,
ὁ τῆς χαρᾶς ἡμῶν αἴτιος
Χριστός, ἡ πάντων χαρά, ζωὴ καὶ ἀνάστασις·
ὅθεν χαρμοσύνως σοι ἐκβοῶμεν· Χαῖρε,
ἡ παντὸς τοῦ κόσμου λύτρωσις.
Ἕτερος. Τὴν θείαν ταύτην.
᾽Ιλὺν παθῶν ἀποθέμενος,
ἐδείχθης ἀκηλίδωτον ἔσοπτρον,
καὶ φῶς δεξάμενος
τῆς τρισηλίου Θεότητος
ἀντανακλάσεις, Πάτερ, ἡμῖν ἐξήστραψας.
᾽Εν σοὶ Θεὸς ἀνεπαύσατο,
ἐπεὶ ἠρνήσω πᾶσαν ἀνάπαυσιν
καὶ ἐκοπίασας,
νυχθημερὸν δαπανώμενος
τοῦ ἀναπαῦσαι, Ὅσιε, τὸν πλησίον σου.
Πολλὰ ἐποίεις θαυμάσια
εὐχαῖς σου πρὸς Χριστὸν τὸν φιλάνθρωπον,
Οὗπερ καὶ ἔκρουες
ἐν στεναγμοῖς τῆς καρδίας σου
τὴν τοῦ ἐλέους θύραν ἀόκνως, Ὅσιε.
Θεοτοκίον.
῾Αγνείας θεῖον κειμήλιον,
πανεύοσμον Θεοῦ οἰκητήριον,
οἶκόν με ποίησον
τῶν χαρισμάτων τοῦ Πνεύματος
ταῖς σαῖς πρεσβείαις, Κόρη ἀειμακάριστε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ .
᾽Αγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος
καὶ δι᾿ ἀγάπης λάμψας, ὅσιε Παΐσιε,
μοναζόντων μέγα στήριγμα ἀνεδείχθης,
τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον,
οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον·
διὸ κράζομεν· Χαίροις, Πάτερ παγκόσμιε.
Ὁ Οἶκος.
῎Αγγελοι διηπόρουν, πῶς ἐν σώματι ὤν, Πάτερ,
εἰς οὐρανοὺς δι᾿ ἀγάπης ἀνέβης,
κἀντεῦθεν θείας ἀγάπης πλησθείς,
τὴν γῆν τῷ φωτὶ τῆς ἀγάπης οὐράνωσας!
Ἡμεῖς δέ, σὲ θαυμάζοντες, πανευλαβῶς βοῶμέν σοι τοιαῦτα·
Χαῖρε, ὁ μύστης τῆς ἡσυχίας·
χαῖρε, δοχεῖον ἀγάπης θείας.
Χαῖρε, ὁ Ἀγγέλων ἄρτον δεξάμενος·
χαῖρε, ὁ Ἁγίους ὑποδεξάμενος.
Χαῖρε, ὅτι τὸν Θεάνθρωπον ἠξιώθης κατιδεῖν·
χαῖρε, ὅτι τῆς Θεόπαιδος ἐθεάσω τὴν μορφήν.
Χαῖρε, ὁ εὐσυμπάθητος ὑπὲρ πάντων εὐχέτης·
χαῖρε, ὁ παντὸς τοῦ κόσμου ἀφανὴς εὐεργέτης.
Χαῖρε, Ὀρθοδοξίας ὑπέρμαχος ἄριστος·
χαῖρε, κακοδοξίας ἀντίπαλος κράτιστος.
Χαῖρε, τοῦ Ὄρους Ἄθω ἡ αἴγλη·
χαῖρε, Μονῆς Θεολόγου ἡ σκέπη.
Χαίροις, πάτερ παγκόσμιε
Συναξάριον.
Τῇ ΙΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου πατρὸς
ἡμῶν Παϊσίου τοῦ Ἁγιορείτου, ἐν εἰρήνῃ τελειωθέντος κατὰ τὸ χιλιοστὸν ἐνακοσιοστὸν ἐνενηκοστὸν
τέταρτον ἔτος (1994).
Στίχοι.
Ζήσας Παΐσιος μόνος Θεῷ μόνῳ,
Πολλοὺς τεθλιμμένους ἐκούφισεν πόνων.
Ἡνωμένος γὰρ τῷ Θεῷ δι’ ἀγάπης,
Παραμυθεῖσθαι πάντας εἴληφεν χάριν.
Δωδεκάτῃ Παΐσιος ἀνέσπερον αὐγὴν εἶδε.
῾O ὅσιος πατὴρ ἡμῶν Παΐσιος, ὁ Ἁγιορείτης, ἐγεννήθη ἀπὸ γονέων εὐλαβῶν, τοῦ Προδρόμου καὶ τῆς Εὐλογίας, εἰς τὰ Φάρασα τῆς Καππαδοκίας κατὰ τὸ χιλιοστὸν ἐνακοσιο στὸν εἰκοστὸν τέταρτον ἔτος (1924), ὀλίγον πρὸ τῆς ὀδυνηρᾶς φυγῆς τῶν Φαρασιωτῶν ἐκ τῆς πατρῴας γῆς καὶ τῆς καταφυγῆς των εἰς τὴν μητέρα Ἑλλάδα. Βρέφος, ὀλίγων μόλις ἡμερῶν, ἐβαπτίσθη ὑπὸ τοῦ διαλάμποντος ἐν ἁγιότητι πολιοῦ ἱερέως τῶν Φαράσων, ὁσίου Ἀρσενίου τοῦ Καππαδόκου, ὅστις ὠνόμασεν αὐτὸν Ἀρσένιον, θέλων νὰ ἀφήσῃ, καθὼς εἶπε, «καλόγηρον εἰς τὸ πόδι του». Εἰς τὴν Ἑλλάδα ἡ οἰκογένεια τοῦ ὁσίου Παϊσίου ἐγκατεστάθη εἰς τὴν Κόνιτσαν τῆς Ἠπείρου, ὅπου ὁ Ὅσιος διῆλθε τὴν παιδικὴν αὐτοῦ ἡλικίαν, γαλουχηθεὶς διὰ τῶν διηγήσεων περὶ τοῦ θαυμαστοῦ βίου τοῦ ἁγίου
Ἀρσενίου, ὥστε ἀπὸ τῆς ἡλικίας τῶν πέντε ἐτῶν ἔλεγεν ὅτι θὰ γίνῃ μοναχός. Καὶ ὅτε ἔμαθεν ἀνάγνωσιν, εἶχεν ὡς ἐντρύφημα τὸ ἱερὸν Εὐαγγέλιον καὶ τοὺς βίους τῶν Ἁγίων, τοὺς ἀσκητικοὺς ἀγῶνας τῶν ὁποίων μετὰ ζήλου θερμοῦ ἐμιμεῖτο. Μετὰ τὴν πρώτην ἐγκύκλιον παιδείαν δὲν ἠθέλησε νὰ μάθῃ περισσότερα γράμματα, ἀλλὰ ἐπιθυμῶν νὰ μιμηθῇ τὸν Χριστὸν ἐμαθήτευσεν εἰς ξυλουργεῖον, ἔνθα ἐπιμελῶς καὶ ἐπιτηδείως εἰργάζετο.
Εἰς τὴν ἡλικίαν τῶν δεκαπέντε ἐτῶν ἠξιώθη τῆς φιλανθρώπου ἐμφανείας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατόπιν ἑνὸς φιλοτίμου λογισμοῦ, διὰ τοῦ ὁποίου μετὰ σοφίας ἀπέκρουσε δαιμονικήν τινα προσβολὴν ἀπιστίας. Ἔκτοτε, ἐπερίσσευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ τὸ πῦρ τῆς θείας ἀγάπης καὶ ὁ πόθος τῆς μοναχικῆς ζωῆς.
Ἐν καιρῷ ταραχῆς καὶ πολέμου εἰς τὴν Ἑλλάδα, ὁ Ὅσιος, καὶ ὡς ἁπλοῦς πολίτης καὶ ὡς στρατιώτης − ὑπηρετῶν ὡς ἀσυρματιστὴς τὴν στρατιωτικὴν αὐτοῦ θητείαν − ἐπέδειξεν ἀπαράμιλλον ἀνδρείαν καὶ αὐτοθυσίαν, πρόθυμος ὢν πάντοτε νὰ δώσῃ καὶ αὐτὴν τὴν ζωήν του ὑπὲρ τῆς σωτηρίας τῶν ἄλλων. Εὑρεθεὶς
δὲ πολλάκις ἐν μέσῳ πυρῶν, πολλοὺς διέσωσε διὰ τῶν διαπύρων αὐτοῦ προσευχῶν, ἀλλὰ καὶ αὐτὸς θαυμαστῶς διεσώθη. Μετὰ τὴν ἀποστράτευσίν του ἐκ τῶν τάξεων τοῦ στρατοῦ, εἰργάσθη ἐπὶ τριετίαν τὴν ξυλουργικὴν τέχνην, ἵνα συνδράμῃ οἰκονομικῶς τὴν οἰκογένειάν του. Καὶ εἰς τὴν ἡλικίαν τῶν εἴκοσι ἐννέα ἐτῶν, καταλιπὼν πάντα τὰ τοῦ κόσμου, ἀνέδραμεν εἰς
τὸ Ἅγιον Ὄρος. Φλεγόμενος δὲ ὑπὸ τοῦ πόθου τῆς ἡσυχίας καὶ πάντοτε νεύσει Θεοῦ κινούμενος, ἠσκήτευσεν εἰς διαφόρους Μονὰς καὶ Σκήτας τοῦ Ἁγίου Ὄρους, καὶ εἰς τὴν ἐν Στομίῳ τῆς Ἠπείρου Ἱερὰν Μονὴν τῆς Παναγίας − τὴν ὁποίαν καὶ ἀνῳκοδόμησε − καὶ εἰς τὸ ἐν Σινᾶ ἀσκητήριον τῶν ἁγίων Γαλακτίωνος καὶ Ἐπιστήμης. Ἅπας δὲ ὁ βίος αὐτοῦ ἦτο νηστεία διαρκής, ἐγκράτεια ἀσύγκριτος, ἀγρυπνία ἄπαυστος, προσευχὴ ἀδιάλειπτος, μετὰ πράξεως μελέτη τῶν ἁγίων Πατέρων, καὶ δὴ τοῦ ἀββᾶ Ἰσαάκ, ἄκρα σκληραγωγία καὶ καρτερία μετὰ ἀνδρείας καὶ ἀκαταπαύστου δοξολογίας.
Διὰ τῶν ὑπερφυῶν ἀγώνων, εἰς τοὺς ὁποίους ταπεινῶς ὁ
Ὅσιος ὑπεβάλλετο, ἐνίκησε τὸν πολυμήχανον διάβολον, ἡνώθη μετὰ τοῦ Θεοῦ καὶ ηὐφραίνετο ἐκ τῆς θείας παρακλήσεως. Ζῶν ὡς ἄσαρκος ἐπὶ τῆς γῆς, οὐρανοπολίτης ἐγένετο· καὶ τὴν πρᾶξιν θεωρίας ἐπίβασιν ἔχων, εἰς ὑψηλὰς ἀναβάσεις ἀνῆλθε
καὶ οὐρανίων μυστηρίων ἐγένετο κοινωνός. Διότι, καὶ τῆς
ὡραιότητος τοῦ Χριστοῦ κατετρύφησε, καὶ Θεομητορικῶν εὐλογιῶν ἀπέλαυε, καὶ τῆς ἐμφανίσεως Ἁγίων ἠξιώθη, ὡς τοῦ ἁγίου Ἀρσενίου τοῦ Καππαδόκου, τοῦ ἁγίου Ἰσαὰκ τοῦ Σύρου, τοῦ ἁγίου Λουκιλλιανοῦ, τοῦ ἁγίου Παντελεήμονος, τοῦ ἁγίου Βλασίου τοῦ ἐν Σκλαβαίνοις, τῆς ἁγίας Αἰκατερίνης, τῆς ἁγίας Εὐφημίας, ἡ ὁποία ἐπεσκέφθη τὴν Καλύβην αὐτοῦ καὶ συνωμίλησε μετ᾽ αὐτοῦ. Ὡσαύτως καὶ τὸν Φύλακα αὐτοῦ Ἄγγελον εἶδε, καὶ ἀγγελικὰς ἤκουεν ὑμνῳδίας, καὶ φωτὶ οὐρανίῳ κατηυγάζετο.
Φῶς δὲ ὅλος γενόμενος, ἀδύνατον ἦτο νὰ μένῃ πλέον ἀφανής, ὡς αὐτὸς ἐπεθύμει. Τὸ ὄνομα αὐτοῦ, πανταχοῦ διατρέχον, ἐφείλκυε πλῆθος ἀνθρώπων, πάσης ἡλικίας καὶ τάξεως, πρὸς τὴν πλησίον τῶν Καρεῶν ταπεινὴν Καλύβην του, τὴν ἐπονομαζομένην «Παναγούδα». ’Εκεῖ ἔζησεν ὁ Ὅσιος τὰ τελευταῖα δεκατέσσαρα ἔτη τῆς ἐπιγείου ζωῆς του, εἰ καὶ σφοδρῶς ἐπόθει τὴν πεφιλημένην του ἡσυχίαν καὶ ἐλογίζετο ὅπως μεταβῇ εἰς τόπον ἄγνωστον καὶ ἐκεῖθεν, διὰ τῆς προσευχῆς, ἐλεῇ καὶ στηρίζῃ ἀφανῶς τὸν κόσμον. Πληροφορίαν ὅμως ἔλαβεν ἄνωθεν, ὅτι ἄλλο ἦτο τὸ θέλημα τοῦ Θεοῦ· ὤφειλε νὰ παραμείνῃ εἰς τὴν Καλύβην του πρὸς παράκλησιν καὶ στήριξιν τῶν προστρεχόντων εἰς αὐτόν. Ὅθεν ἐν μὲν τῇ νυκτί, ὡς λαμπὰς τηκόμενος, προσηύχετο μετὰ πόνου ὑπὲρ τοῦ κόσμου παντός, μνημονεύων ἰδιαιτέρως καὶ πλῆθος ὀνομάτων ζώντων τε καὶ κεκοιμημένων. Ἐν δὲ τῇ ἡμέρᾳ ἐδαπανᾶτο εἰς τὸ ἀναπαύειν τὸ πλῆθος τῶν συῤῥεόντων εἰς τὴν Καλύβην του, καλὸς οἰκονόμος γινόμενος τῶν μεγάλων χαρισμάτων, διὰ τῶν ὁποίωνν ὁ ἐλεήμων Θεὸς εἶχε πλουτίσει αὐτόν. Διότι, καὶ ἐξ ὀνόματος πολλοὺς ἀγνώστους προσιόντας εἰς αὐτὸν ἐκάλει, καὶ τὰ κρυπτὰ τῶν καρδιῶν διέβλεπε, καὶ τὰ μέλλοντα προέλεγε, καὶ μετὰ ἀλλογλώσσων συνωμίλει, καὶ ἀσθενείας − σωματικὰς καὶ ψυχικὰς − ἐθεράπευε, καὶ ἐξουσίαν ἐπὶ πνευμάτων ἀκαθάρτων εἶχεν, ὥστε καὶ δαιμονῶντας ἠλευθέρωσε διὰ τῆς ἐπικλήσεως τοῦ ὀνόματος τοῦ Χριστοῦ. Οἱ δὲ λόγοι αὐτοῦ ἦσαν «ὡς λόγοι
Θεοῦ», κατὰ τὸν Ἀπόστολον, καὶ δι᾿ αὐτῶν ἐδείκνυε τοῖς πᾶσι τὸν ἀληθῆ σκοπὸν τῆς ἐπιγείου ζωῆς − τὸ ἑτοιμάζεσθαι δηλονότι διὰ τὴν μέλλουσαν − καὶ προέτρεπεν εἰς μετάνοιαν, ἐξομολόγησιν καὶ ἀγῶνα φιλότιμον.
Ἦτο δὲ ὁ Ὅσιος ἐν ταῖς ἀναστροφαῖς γλυκύς, ἁπλοῦς, προσηνής, ἐλεήμων, λίαν παρηγορητικός, καὶ ἐν ἑνὶ λόγῳ ὅλος ἀγάπη. Ἐνίοτε ὅμως ἐγίνετο ὡς «λέων πῦρ πνέων» πρὸς ὅσους ἠθελημένως παρεξέκλινον τοῦ θείου νόμου καὶ τῶν πατερικῶν παραδόσεων. Ἰδιαιτέρως δὲ ἐπολέμει τὸ κοσμικὸν φρόνημα, θεωρῶν τοῦτο μέγιστον ἐχθρὸν τῆς σωτηρίας τῶν πιστῶν, καὶ δὴ τῶν μοναχῶν.
Ὁ ἀκαταπόνητος οὗτος ἀσκητής, ὑπομείνας ἐκ νεότητος
πολλὰς σωματικὰς ἀσθενείας, ὑπέμεινεν ἐν τέλει εὐχαρίστως καὶ τοὺς μαρτυρικοὺς πόνους τοῦ καρκίνου, ἐκ τῶν ὁποίων ἀνεπαύθη τὴν δωδεκάτην Ἰουλίου τοῦ χιλιοστοῦ ἐνακοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου ἔτους (1994), ζήσας ἐν ὅλῳ ἔτη ἑβδομήκοντα. Ἐκοιμήθη εὑρισκόμενος εἰς τὸ Ἱερὸν Ἡσυχαστήριον τοῦ
Ἁγίου Ἰωάννου τοῦ Θεολόγου (πλησίον τῆς Θεσσαλονίκης), διὰ τὴν ἵδρυσιν τοῦ ὁποίου εἶχε βοηθήσει καὶ τοῦ ὁποίου ὑπῆρξε καθοδηγητὴς ἐπὶ τριάκοντα σχεδὸν ἔτη. Ἐνθάδε εἶχεν ἐναποθέσει καὶ τὰ ἱερὰ λείψανα τοῦ ἁγίου Ἀρσενίου τοῦ Καππαδόκου, τοῦ καὶ ἀναδόχου του, ἐνθάδε ἠθέλησε νὰ ἐνταφιασθῇ
καὶ νὰ παραμείνῃ ἕως τῆς Δευτέρας τοῦ Χριστοῦ Παρουσίας.
Ὁ δὲ τάφος αὐτοῦ ἰατρεῖον ὑπάρχει πνευματικὸν καὶ θερμὸν καταφύγιον, καὶ οἱ πίστει προστρέχοντες παραμυθίαν λαμβάνουσι καὶ δεινῶν ἀπολύτρωσιν.
Ὁ ὅσιος Παΐσιος, ζῶν ἐπὶ γῆς, ἐδόθη ὅλως εἰς τὸν Θεὸν καὶ εἰς τοὺς ἀνθρώπους· νῦν δέ, ἐν Οὐρανῷ εὑρισκόμενος, ἐδόθη δῶρον ἐκ τοῦ Θεοῦ εἰς πᾶσαν τὴν οἰκουμένην.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
῾Ρήματα ἔβλυζεν ἀγάπης
ἡ ἁπλῆ σου καὶ φιλόστοργος καρδία,
ἃ ἐνόουν σαφῶς λαοί, φυλαὶ καὶ γλῶσσαι
καὶ ἡλικίαι ἅπασαι, ὦ Παΐσιε θεόφρον.
Φῶς τὸ ἐκλάμπον τῇ μορφῇ σου
τὴν λαμπρότητα ἐδείκνυ τῆς ψυχῆς σου·
ὅθεν πᾶς σὲ ὁρῶν ἐκ θάμβους ἠλλοιοῦτο,
βοῶν· Ἀρκεῖ μοι βλέπειν σε, ὦ γλυκύτατέ μου Πάτερ.
῞Υδωρ ζωήῤῥυτον ἀντλοῦμεν
τῇ μελέτῃ τῶν ἁγίων σου ῥημάτων·
ἀναβλύζουσι γὰρ κρουνοὺς θεογνωσίας
καὶ πρὸς ζωὴν ἀνάγουσι φωτεινὴν καὶ μακαρίαν.
Θεοτοκίον.
Σκέπη ὑπάρχουσα, Παρθένε,
ὡς νεφέλη μυστικῶς ἐπισκιάζεις
καὶ φρουρεῖς ἀσφαλῶς ἐκ βλάβης ἀσεβούντων
τοὺς ὀρθοδόξως, Πάναγνε, σὲ τιμῶντας εἰς αἰῶνας.
Ἕτερος. Οὐκ ἐλάτρευσαν.
῾Ρῆμα ἄξιον τοῦ ἐξειπεῖν οὐκ ἔχομεν
πῶς ὑπερέβαινες τοὺς νόμους τοὺς φυσικούς,
τελῶν πλεῖστα θαύματα, καὶ πῶς ἐνόησας
θείᾳ Χάριτι τῶν νόμων τῶν πνευματικῶν
τὴν ἐνέργειαν, Παμμάκαρ
Ἀληθέστατον τὸ τοῦ Κυρίου λόγιον,
ὅτι οὐ δύναται κρυβῆναι λύχνος φωτός·
καὶ γὰρ τὸ σὸν ὄνομα, ὡς μὴ κρυπτόμενον,
πᾶσιν ἔλαμψεν ἀποστεροῦν σε, Ὅσιε,
τῆς σῆς φίλης ἡσυχίας.
Μέγαν εὕραντο πατέρα οἱ συῤῥέοντες
εἰς τὴν Καλύβην σου· κατέθελγες γὰρ αὐτοὺς
ἁπλότητι τρόπων σου, χάριτι λόγων σου,
καὶ παραίνεσις αὐτοῖς ὑπῆρχες, Ὅσιε,
φθεγγομένη καὶ σιγῶσα.
Θεοτοκίον.
῾Υπὲρ ἥλιον λαμπρὰν τῇ ὡραιότητι
ψυχῆς καὶ σώματος εὑρών σε ὁ Λυτρωτής,
ἐν σοὶ κατεσκήνωσεν, ἵνα ἐνδύσῃ ἡμᾶς
τὸ ὑπέρλαμπρον ἀρχαῖον κάλλος, Δέσποινα,
πανυπέραγνε Παρθένε.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ .
᾽Ιαμάτων τὴν χάριν ὡς πλουτήσας,
νοσημάτων δεινῶν ἀπήλλασσες νοσοῦντας·
ἀλλὰ τὴν σὴν ἀνίατον ἀσθένειαν
ὑπέμεινας γενναίως, δι᾿ ἀγάπην θέλων
τοῖς πάσχουσι συμπάσχειν.
Νοερῶν Ἀσωμάτων ἐνωτίζου
ὑμνῳδούντων Θεῷ τὸν τρισάγιον ὕμνον,
ὅτε ἡ νόσος μὲν κατέτηκε τὸ σῶμά σου,
σὺ δέ, καρτερόφρον, ὡς ἂν μὴ ἔχων σῶμα,
τὴν ἄσκησιν ἐτήρεις.
᾽Αποθέμενοι ἅπαν τὸ φορτίον
τῶν τοῦ βίου δεινῶν τῷ τάφῳ σου, Παμμάκαρ,
ἰσχύν, χαράν, ἐλπίδα κομιζόμεθα
καὶ τῶν ἀνιάτων δεινῶν τε νοσημάτων
ἰάματα ἀντλοῦμεν.
Θεοτοκίον.
Θεῖος θρόνος ὡς οὖσα, Θεοτόκε,
δυσωπῶ σε θερμῶς, μή με ἐάσῃς μόνον,
ὅτε Κριτοῦ τῷ θρόνῳ παραστήσομαι,
ἀλλὰ πρόστηθί μοι ὡς καλὴ μεσῖτις
καὶ ῥῦσαι καταδίκης.
Ἕτερος. Παῖδας εὐαγεῖς.
Θύσατε ἑαυτοὺς ὑπὲρ ἀλλήλων
καὶ θείας χαρμονῆς ἐπαπολαύσετε,
λόγῳ μὲν ἐδίδαξας, ἔργῳ δὲ ἐβεβαίωσας·
τὰ πάντα γὰρ γιγνόμενος τοῖς πᾶσιν, Ὅσιε,
ἐγεύου θείας παραμυθίας,
νῦν δὲ ὅλης ὅλως χαρᾶς ἐπαπολαύεις.
᾽Ιθύνεις χοροὺς τῶν μοναζόντων
διδάσκων· Γενναιοφρόνως ἀγωνίζεσθε
μετὰ ταπεινώσεως καὶ πολλῆς συνέσεως,
καλῶς ὑποτασσόμενοι καὶ προσευχόμενοι
ἀπαύστως, τῇ εὐχῇ ἐντρυφῶντες
καὶ δοξολογοῦντες Θεὸν ἐν εὐλαβείᾳ
Ἀφαρπάζεις ταχὺ ἐκ τοῦ ὀλέθρου,
κινδύνους ἀποσοβεῖς, πάτερ Παΐσιε,
ἐπισκέπτῃ ἄνωθεν ὁρατῶς τοὺς πάσχοντας,
ὑγείαν τοῖς νοσοῦσι μὲν παρέχων, Ὅσιε,
χαρὰν δέ, εἰρήνην καὶ ἐλπίδα
τοῖς ἐν ἀπογνώσει δεινῶς βεβυθισμένοις.
Θεοτοκίον.
Προεῖδέ σε, Παρθένε, ὁ Προφήτης,
ὡς πάγχρυσον στάμνον μάννα φέρουσαν·
νῦν δέ σε γιγνώσκομεν ζωηφόρον τράπεζαν,
Χριστὸν τὸν Ἄρτον φέρουσαν, τὸν ἀδαπάνητον,
εἰς πάντων ζωὴν καὶ σωτηρίαν·
ὅθεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ .
Λαμπρῶς τελοῦντες μνήμην τὴν ἱερὰν
Παϊσίου τοῦ θείου, σπουδάσωμεν καὶ τὰς ψυχὰς
ταῖς τούτου κοσμήσασθαι ἀρεταῖς,
τὸν ζῆλον ἐκμιμούμενοι,
ἅμα τὴν ἀνδρείαν, τὴν προσευχήν,
τὴν ταπεινοφροσύνην, τὴν πρὸς Θεὸν ἀγάπην
καὶ τὴν θυσίαν τὴν φιλότιμον.
῾Oλόλευκον ὑφάνας περιβολὴν
τῆς ψυχῆς, δι᾽ ἀπαύστου ἀσκήσεως καὶ προσευχῆς,
εἰς νυμφῶνα πλήρη θείου φωτὸς
εἰσῆλθες, Πάτερ ὅσιε,
ἔνθα σε ἐδέξατο ὁ χορὸς
ἁπάντων τῶν Ὁσίων, τοῦ θείου Ἀρσενίου
ἀγαλλιάσει προεξάρχοντος.
῾Υπέρλαμπρος ἡ δόξα καὶ εὐκλεής,
ἧς μετέχεις, Παΐσιε ὅσιε, ἐν οὐρανοῖς·
ταύτην μαρτυροῦσιν ἐπὶ τῆς γῆς
τὰ σὰ ποικίλα θαύματα,
ὧνπερ ἀπολαύομεν οἱ πιστοί,
δι᾽ ὧν καὶ μεγαλύνεις τὸν Κύριον τῆς δόξης,
τὸν ἐν Ἁγίοις δοξαζόμενον.
Θεοτοκίον.
Σωτῆρα ἡ τεκοῦσα καὶ Λυτρωτήν,
καὶ ἡμᾶς σωτηρίας ἀξίωσον, ὡς ἀγαθή,
ὅπως ἐμπλησθῶμεν θείου φωτὸς
καὶ ψάλωμεν γηθόμενοι
τρισάγιον ὕμνον ἐν οὐρανοῖς
σὺν πᾶσι τοῖς Ἁγίοις, δοξάζοντες Πατέρα,
Υἱὸν καὶ Πνεῦμα τὸ Πανάγιον.
Ἕτερος. Ἅπας γηγενής.
῞Απας γηγενὴς
σκιρτᾷ καὶ ἀγάλλεται, πάτερ Παΐσιε,
ὅτι διετράνωσας τῇ πολιτείᾳ σου καὶ τοῖς θαύμασιν
εἰς πάσης γῆς τὰ πέρατα ἐν τοῖς ὑστέροις καιροῖς,
ὅτι ὄντως ὁ Χριστὸς καὶ σήμερον,
ὥσπερ χθὲς καὶ ἀεὶ ὁ αὐτός ἐστι.
Νεῦσον συμπαθῶς
ἡμῖν, Πάτερ ὅσιε, τοῖς ἐκτελοῦσι λαμπρῶς
τὴν ἁγίαν μνήμην σου καὶ πᾶσαν αἴτησιν διαβίβασον
τῷ θρόνῳ τοῦ Παντάνακτος, καθὼς ὑπέσχου σαφῶς
τοῖς σοῖς τέκνοις, ὡς πατὴρ φιλότεκνος,
πρὸ τῆς σῆς μακαρίας κοιμήσεως.
Τάξεις μοναχῶν,
πιστῶν τὰ συστήματα, πάτερ Παΐσιε,
πᾶσα ἡλικία τε καὶ ἅπαν γένος πανηγυρίζομεν
καὶ εὐλαβῶς προσπίπτοντες τῷ θείῳ τάφῳ σου,
ἐκζητοῦμεν δεινῶν ἀπολύτρωσιν
καὶ ὑγείαν ψυχῆς τε καὶ σώματος.
῏Ωτετρὰς σεπτή,
Ἀρσένιε ὅσιε, πάτερ Παΐσιε,
Εὐφημία ἔνδοξε, σὺν Ἀποστόλῳ ἠγαπημένῳ Χριστῷ,
τοὺς συνελθόντας σήμερον τῇ θείᾳ ταύτῃ Μονῇ
οὐρανόθεν δεῦτε εὐλογήσατε
καὶ χαρᾶς οὐρανίου πληρώσατε.
Θεοτοκίον.
Νέμοις δωρεὰς
τοῖς πόθῳ ὑμνοῦσί σε καὶ μακαρίζουσι
τὴν ἀειμακάριστον, τὴν Θεὸν Λόγον ἀφράστως τέξασαν
τὸν ποιητὴν τῆς κτίσεως, τὸν ὑπερύμνητον,
Ὃν ὑμνοῦσιν Ἀγγέλων τὰ τάγματα,
τὸν τρισάγιον ὕμνον προσάδοντα.
Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Πηγὴ ἀείῤῥυτος ὤφθης χριστομιμήτου ἀγάπης,
Παΐσιε θεοφόρε, τὴν οἰκουμένην ἀρδεύων
τοῖς ῥείθροις τῶν σῶν ῥημάτων
καὶ ὄμβροις τῶν σῶν θαυμάτων.
Ἕτερον. Ἦχος β΄. Τοῖς Μαθηταῖς.
Συναθροισθέντες σήμερον
τῇ ἁγίᾳ σου μνήμῃ
ἐν τῷ ναῷ σου, Ὅσιε, καὶ κύκλῳ τοῦ σοῦ τάφου,
ἐν εὐλαβείᾳ βοῶμεν· Ὦ Παΐσιε πάτερ,
καὶ τάφῳ καλυπτόμενος,
ἀοράτως ὑπάρχεις μέσον ἡμῶν,
ὅθεν δέξαι πάντων τὰς ἱκεσίας
καὶ δώρησαι πρεσβείαις σου
πᾶσι τὴν σωτηρίαν.
Θεοτοκίον.
Χάριν μεγίστην εὕρηκας
ἐκ Θεοῦ, ὡς ἐβόα
ὁ Γαβριήλ σοι, Πάναγνε, Μεγαλόχαρη Κόρη·
ὅθεν ἡμεῖς γηθοσύνως ἐκτενῶς σοι βοῶμεν·
Χαῖρε, ἡμῶν πρὸς Κύριον
θερμοτάτη πρεσβεία·
χαῖρε, δι᾽ ἧς θείας ἠξιώθημεν μετουσίας·
Πανύμνητε, οὐ παύσομεν
ἀναμέλπειν σοι· Χαῖρε
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Σκιρτήσατε ὄρη ἐν χαρᾷ
σὺν τῷ Ἄθῳ σήμερον,
ἡ οἰκουμένη δὲ χόρευε, ὕμνοις δοξάζουσα
Κύριον τὸν δόντα ἐν ἐσχάτοις ἔτεσι
Παΐσιον, Ὁσίων τὸ καύχημα,
πιστῶν ἑδραίωμα, μετανοίας τὸν διδάσκαλον,
ἀληθείας ὑπέρμαχον ἄριστον.
῍Ωπόσων χαρίτων καλλοναῖς
τὴν ψυχὴν ἐκόσμησας,
ὅσιε πάτερ Παΐσιε· ζῆλον γὰρ πύρινον
Ἠλιοὺ ἐκτήσω, Δανιὴλ τὴν σύνεσιν,
γενναίων Μακκαβαίων τὸ φρόνημα,
τὸν θεῖον ἔρωτα Ἰγνατίου, ἐπὶ πᾶσι δὲ
τὴν ἀγάπην τοῦ Παύλου τὴν ἄμετρον.
᾽Ακένωτος ὄντως θησαυρὸς
ἡ πολλὴ ἀγάπη σου,
δι᾿ ἣν συμπάσχων τοῖς πάσχουσιν, ἐπ᾿ ὤμων ἤνεγκας
τὰς ὀδύνας τούτων καὶ προθύμως ὥδευσας,
Παμμάκαρ, τὴν ὁδὸν τῆς σταυρώσεως,
ἐν ᾗ εὑράμενος τὴν χαρὰν τὴν ἀναστάσιμον,
οἰκουμένης παράκλησις γέγονας.
᾽Επίφανον ἄνωθεν ἡμῖν
ὡς πρόμαχος κράτιστος,
φρουρῶν, φυλάττων, λυτρούμενος ἐκ πάσης θλίψεως·
στῆσον τῶν πολέμων τὸ δεινὸν κλυδώνιον,
τὴν πίστιν τὴν ὀρθόδοξον κράτυνον,
εἰρήνην δώρησαι ταῖς ψυχαῖς ἡμῶν, δεόμεθα,
σαῖς πρεσβείαις, Παΐσιε ὅσιε.
Δόξα. Ἦχος πλ. α΄.
῞Oσιε πάτερ, τὸν πολύτιμον μαργαρίτην εὑρών,
ὅς ἐστι Χριστὸς ὁ Θεός,
τὰ πάντα χαίρων ἔδωκας,
ἕως θανάτου ἀγωνισάμενος,
ἵνα αὐτὸν μόνον κερδήσῃς.
Ἀμέτρῳ πόθῳ δὲ κτησάμενος αὐτόν,
πλοῦτον ὑπερκόσμιον ὑπερεπλούτησας·
ὃν καὶ φυλάττων νηφούσῃ καρδίᾳ
ἐν τοῖς ταμιείοις τῆς ἡσυχίας,
ἐξ ἀρχοντικῆς ἀγάπης μετὰ πόνου διένεμες,
ἔργοις, λόγοις, μεγίστοις θαύμασι
καταπλουτίζων τὸν κόσμον.
Καὶ νῦν, θεοδόξαστε Παΐσιε,
ἀπολαύων τῶν παρὰ Θεοῦ ἡτοιμασμένων ἀγαθῶν
τοῖς ἀγαπῶσιν Αὐτόν, πρέσβευε ὑπὲρ ἡμῶν,
ὅπως καλῶς τὸν παρόντα βίον πραγματευσάμενοι
κτησώμεθα ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.
Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Jακαρίζομέν σε, Θεοτόκε Παρθένε,
καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος,
τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν
καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις
Εἰς τὴν Θείαν Λειτουργίαν
Τὰ Τυπικὰ καὶ εἰς τοὺς Μακαρισμοὺς ἐκ τοῦ πρώτου
Κανόνος ἡ ᾨδὴ γ΄ καὶ ἐκ τοῦ δευτέρου ἡ Ϛ΄.
Ἦχος πλ. δ΄.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ᾽ ἀρχάς.
᾽Ιδοὺ πεπλήρωται σαφῶς ἡ περὶ σοῦ προφητεία
τοῦ ἁγίου Ἀρσενίου εἰπόντος
ὡς ὁμότροπος αὐτοῦ ὀφθήσῃ, ὦ Παΐσιε·
καὶ νῦν ὡς δύο ἄστρα τὴν Ἐκκλησίαν φαιδρύνετε.
῞Oλος πυρίπνους εἰσελθὼν εἰς κοινοβίου παλαίστραν,
πῦρ ἐτίθεις τῷ πυρὶ καθ᾿ ἡμέραν,
ἐν ἱδρῶσι κοπιῶν καὶ δάκρυσιν εὐχόμενος·
ὅθεν ἡ θεία Χάρις σὲ περιέλουσεν ἄνωθεν.
῾Υπερβαλλόντως ὁ σφοδρὸς τῆς ἡσυχίας ὁ πόθος
σὲ διήγειρε δραμεῖν πρὸς ἐρήμους·
ἔνθα πίνων διαυγῆ τῆς ἀπαθείας νάματα,
πηγὴ ἐγένου, Πάτερ, ὕδωρ τὸ ζῶν ἀναβλύζουσα.
Θεοτοκίον.
῎Αχραντε Μῆτερ τοῦ Θεοῦ, τῇ σῇ ἀγάπῃ ἐθέλχθη
ἡ καρδία τοῦ σεπτοῦ Παϊσίου,
ὃς προσπίπτων σοι θερμῶς μετ᾿ εὐλαβείας ἔκραζεν·
Ἡδύτερον οὐκ ἔστι σοῦ τῆς Μητρὸς τοῦ Κυρίου μου.
Ἦχος δ΄.
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
᾽Ιλὺν παθῶν ἀποθέμενος,
ἐδείχθης ἀκηλίδωτον ἔσοπτρον,
καὶ φῶς δεξάμενος
τῆς τρισηλίου Θεότητος
ἀντανακλάσεις, Πάτερ, ἡμῖν ἐξήστραψας.
᾽Εν σοὶ Θεὸς ἀνεπαύσατο,
ἐπεὶ ἠρνήσω πᾶσαν ἀνάπαυσιν
καὶ ἐκοπίασας,
νυχθημερὸν δαπανώμενος
τοῦ ἀναπαῦσαι, Ὅσιε, τὸν πλησίον σου.
Πολλὰ ἐποίεις θαυμάσια
εὐχαῖς σου πρὸς Χριστὸν τὸν φιλάνθρωπον,
Οὗπερ καὶ ἔκρουες
ἐν στεναγμοῖς τῆς καρδίας σου
τὴν τοῦ ἐλέους θύραν ἀόκνως, Ὅσιε.
Θεοτοκίον.
῾Αγνείας θεῖον κειμήλιον,
πανεύοσμον Θεοῦ οἰκητήριον,
οἶκόν με ποίησον
τῶν χαρισμάτων τοῦ Πνεύματος
ταῖς σαῖς πρεσβείαις, Κόρη ἀειμακάριστε
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τ ῆς ἐνθέου ἀγάπης τὸ πῦρ δεξάμενος,
ὑπερβαλλούσῃ ἀσκήσει ἐδόθης ὅλος Θεῷ
καὶ παράκλησις πολλῶν ἀνθρώπων γέγονας,
λόγοις θείοις νουθετῶν, προσευχαῖς θαυματουργῶν,
Παΐσιε θεοφόρε· καὶ νῦν πρεσβεύεις ἀπαύστως
ὑπὲρ παντὸς τοῦ κόσμου, Ὅσιε.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ .
᾽Αγγελικῶς ἐπὶ τῆς γῆς πολιτευσάμενος
καὶ δι᾿ ἀγάπης λάμψας, ὅσιε Παΐσιε,
μοναζόντων μέγα στήριγμα ἀνεδείχθης,
τῶν πιστῶν χειραγωγὸς πρὸς βίον ἅγιον,
οἰκουμένης δὲ ἐντρύφημα γλυκύτατον·
διὸ κράζομεν· Χαίροις, Πάτερ παγκόσμιε.
Ἀπόστολος.
Προκείμενον τοῦ Ἀποστόλου.
Ἦχος βαρύς.
Καυχήσονται ὅσιοι ἐν δόξῃ.
Στίχ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Γαλ. 5, 22-6, 2)
᾽Αδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη,
πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι
νόμος. Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν
τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι,
πνεύματι καὶ στοιχῶμεν. Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς
οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς.
Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε
τὸν νόμον τοῦ Χριστοῦ.
Ἀλληλούϊα (γ΄). Ἦχος α΄.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Τὸ Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(6, 17-23)
Τ ῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ,
καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ
καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι
ὑπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ
πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿
αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας
τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγε·
Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ
Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν
ὡς πονηρὸν ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν
ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.