Ἐννόημα
    Ἐννόημα
  • !

    Ὦ Θεία Ἀγάπη, τὴν Σὴν ἱκετεύω,/ ἀγάπην παράσχου τοῖς Σὲ ἐκζητοῦσι·/ Ἡ γὰρ Σὴ ἀγάπη τὸ πλήρωμά ἐστι/ τοῦ Θείου Σου Νόμου, Ἀγάπη γλυκεῖα.

  • !

    Ἡ Σὴ Βασιλεία ἐστὶν ἡ ἀγάπη,/ ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη,/ ἐν ᾗ βασιλεύει ἡ μακαριότης,/ ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.

Ὦ Θεία Ἀγάπη

Ὦ Θεία Ἀγάπη, ἐλθέ, ἱκετεύω,

ἐξ ὅλης ψυχῆς μου καὶ μέσης καρδίας,

καὶ σκήνωμα θεῖον, Χριστέ, ποίησόν με

καὶ πάσης κηλῖδος, ὤ καθάρισόν με.

Ὦ Θεία Ἀγάπη, ἀγάπης ἐνθέου

τὴν Σὲ ἐκζητοῦσαν ψυχὴν ἔμπλησόν μου

καὶ ἔρωτα θεῖον, Ὦ Θεία Ἀγάπη,

θερμῶς ἱκετεύω, τῷ δούλῳ Σου δός μοι.

Ὦ Θεία Ἀγάπη, τὴν Σὴν ἱκετεύω,

ἀγάπην παράσχου τοῖς Σὲ ἐκζητοῦσι·

Ἡ γὰρ Σὴ ἀγάπη τὸ πλήρωμά ἐστι

τοῦ Θείου Σου Νόμου, Ἀγάπη γλυκεῖα.

Ὦ Θεία Ἀγάπη, ἡ μόνη πληροῦσα

τὸν σύμπαντα κόσμον καὶ ἡ συντηροῦσα,

Σὺ πέλεις ὁ νόμος τῶν ἐπουρανίων,

Σὺ πέλεις ὁ νόμος καὶ τῶν ἐπιγείων.

Ἡ Σὴ Βασιλεία ἐστὶν ἡ ἀγάπη,

ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη,

ἐν ᾗ βασιλεύει ἡ μακαριότης,

ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.