Ἐν λειμῶνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοῖς πιστοῖς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν.