Αἱ Μυροφόροι ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ…