καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδώμ, ἧς καὶ αὐτὸς ἦρξε χώρας· πρῶτος Βαλὰκ ὁ τοῦ Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά· μετὰ δὲ Βαλὰκ Ἰωβὰβ ὁ καλούμενος Ἰώβ· μετὰ δὲ τοῦτον Ἀσὼμ ὁ ὑπάρχων ἡγεμὼν ἐκ τῆς Θαιμανίτιδος χώρας· μετὰ δὲ τοῦτον Ἀδὰδ υἱὸς Βαράδ, ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ.
Ιωβ. 42,17δΟι βασιλείς, οι οποίοι εβασίλευσαν εις την χώραν της Ιδουμαίας, της οποίας άρχων και βασιλεύς υπήρξεν και ο Ιώβ, ήσαν οι εξής· Πρώτος ο Βαλάκ υιός του Βεώρ. Το δε όνομα της πόλεώς του ήτο Δενναβά. Μετά τον Βαλάκ εβασίλευσεν ο Ιωβάβ, δηλαδή ο Ιώβ. Επειτα από αυτόν ο Ασώμ, ο ηγεμών που κατήγετο από την Θαιμανίτιδα χώραν. Επειτα από αυτόν εβασίλευσεν ο Αδάδ, ο υιός του Βαράδ, ο οποίος εξωλόθρευσε τους Μαδιανίτας εις την πεδιάδα της Μωάβ. Η δε πόλις του ωνομάζετο Γεθθαίμ.