καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν.
Γ Βασ. 2,29Ανήγγειλαν στον Σολομώντα το γεγονός και είπαν, ότι ο Ιωάβ έχει καταφύγει εις την Σκηνήν του Κυρίου και ιδού κρατεί εκεί τα κέρατα του θυσιαστηρίου των ολοκαυτωμάτων. Ο βασιλεύς Σολομών έστειλεν άνθρωπον προς τον Ιωάβ και του είπε· “τι σου συνέβη; Διατί κατέφυγες στο θυσιαστήριον των ολοκαυτωμάτων;” Ο Ιωάβ απήντησεν· “εφοβήθην από σε και κατέφυγον προς τον Κυριον”. Ο Σολομών έστειλε τότε τον Βαναίαν, τον υιόν του Ιωδαέ, και του είπε· “πήγαινε και θανάτωσε τον Ιωάβ και θάψε τον”.