Καὶ ἐπορεύθη Ἱεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ ἀνέβη ἐκεῖ Ῥοβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐλαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ῥῆξον αὐτὸ δώδεκα ῥήγματα καὶ δώσεις τῷ Ἱεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.
Γ Βασ. 12, 24ξΓ Βασ. 12, 24ξ
Γ Βασ. 12, 24ξ