καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἀνανὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ· βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ Κυρίου·
Β Παραλ. 19,2Εις προϋπάντησίν του εξήλθεν ο Ιού, ο προφήτης, ο υιός του Ανανί, και του είπε· “βασιλεύ Ιωσαφάτ, διότι συ βοηθείς τον αμαρτωλόν και είσαι φίλος με εκείνον, τον οποίον ο Κυριος μισεί; Δια την πράξιν σου αυτήν επήλθεν οργή Κυρίου εναντίον σου.