Παλαιά Διαθήκη - Καινή Διαθήκη
Ἁγία Γραφή
Γεν. 4,16 ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.
Γεν. 4,16 Ἔφυγε δὲ τότε ὁ Κάϊν ἀπό τὴν περιοχήν, εἰς τὴν ὁποίαν μέχρι τότε εὑρίσκετο καὶ εἶχε τὴν εὐλογίαν τοῦ Θεοῦ, καὶ κατώκησεν εἰς τὴν χώραν Ναίδ, ἡ ὁποία εὑρίσκετο ἀπέναντι ἀπό τὴν Ἐδέμ.
Γεν. 4,17 Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
Γεν. 4,17 Ὁ Κάϊν ἐγνώρισε τότε τὴν σύζυγόν του, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησε τὸν Ἐνώχ. Ἔκτισε δὲ ὁ Κάϊν μίαν πόλιν καὶ ὠνόμασεν αὐτήν μὲ τὸ ὄνομα τοῦ υἱοῦ του, Ἐνώχ.
Γεν. 4,18 ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
Γεν. 4,18 Ἀπό δὲ τὸν Ἐνώχ ἐγεννήθη ὁ Γαϊδάδ. Ὁ Γαϊδάδ ἐγέννησε τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεήλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ ὁ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
Γεν. 4,19 καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.
Γεν. 4,19 Ἔλαβε δὲ ὁ Λάμεχ δύο συγχρόνως συζύγους. Ἡ μία ὠνομάζετο Ἀδά καὶ ἡ δευτέρα Σελλά.
Γεν. 4,20 καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτροὑφων.
Γεν. 4,20 Ἡ Ἀδά ἐγέννησε τὸν Ἰωβήλ. Αὐτός ἦτο γενάρχης τῶν κτηνοτρόφων, οἱ ὁποῖοι περιφερόμενοι ἀνά τὰς διαφόρους βοσκησίμους περιοχάς δὲν εἶχον μόνιμον οἰκίαν, ἀλλά ἐζοῦσαν εἰς σκηνάς.
Γεν. 4,21 καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
Γεν. 4,21 Ἀδελφός τοῦ Ἰωβὴλ ἦτο ὁ Ἰουβάλ. Αὐτὸς ἦτο συνθέτης ὕμνων καὶ διδάσκαλος τῆς μουσικῆς.
Γεν. 4,22 Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά.
Γεν. 4,22 Ἡ Σελλὰ ἐγέννησε καὶ αὐτὴ τὸν Θόβελ, ὁ ὁποῖος κατειργάζετο τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ κατεσκεύαζεν ἐργαλεῖα. Ἀδελφὴ δὲ τοῦ Θοβελ ἦτο ἡ Νοεμά.
Γεν. 4,23 εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
Γεν. 4,23 Ὁ δὲ Λαμεχ καυχώμενος διὰ τὴν ἀγριότητά του, εἶπεν εἰς τὰς γυναῖκας του· “Ἀδὰ καὶ Σελλά, ἀκούσατε τὴν φωνὴν μου· γυναῖκες Λάμεχ ἀνοίξατε τὰ αὐτιὰ σας διὰ νὰ ἀκούσετε τοὺς λόγους μου· ἐφόνευσα ἕνα ἄνδρα, διότι μὲ ἐπλήγωσε, καὶ ἕνα νεανίαν διότι μὲ ἐτραυμάτισε.
Γεν. 4,24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.
Γεν. 4,24 Ἑπτὰ φορὰς ἐτιμωρήθη ὁ Κάϊν διὰ τὸν φόνον τοῦ ἀδελφοῦ του, ἑβδομήκοντα φορὰς ἑπτὰ θὰ τιμωρῶ ἐγὼ ὁ Λάμεχ ἐκεῖνον, ποὺ θὰ τολμήση νὰ μὲ θίξῃ”.
Γεν. 4,25 Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.
Γεν. 4,25 Ὁ δὲ Ἀδὰμ ἐγνώρισε πάλιν τὴν γυναῖκα αὐτοῦ, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησεν υἱόν, τὸν ὁποῖον ὠνόμασε Σὴθ λέγουσα· “ὁ Θεός μοῦ ἔδωσε ἄλλο παιδὶ ἀντὶ τοῦ Ἄβελ, τὸν ὁποῖον ἐφόνευσεν ὁ Κάϊν”.
Γεν. 4 ,26 καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
Γεν. 4 ,26 Ὁ δὲ Σὴθ ἀπέκτησεν υἱόν, τὸν ὁποῖον ὠνόμασεν Ἐνώς. Αὐτὸς δὲ ὁ Ἐνώς ἐπίστευεν καὶ ἤλπιζεν στὸν Θεόν, ἐλάτρευε καὶ ἐπεκαλεῖτο πάντοτε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.