Παλαιά Διαθήκη - Καινή Διαθήκη
Ἁγία Γραφή
Γεν. 1,1 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 1,1 Κατ' ἀρχάς ὁ ἀπειροτέλειος Θεός ἐδημιούργησεν ἐκ τοῦ μηδενός τό σύμπαν, τόν οὐρανόν καί τήν γῆν.
Γεν. 1,2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.
Γεν. 1,2 Ἡ γῆ ἦτο ἀόρατος, ἀδιαμόρφωτος καί ἀπρόσφορος διά τόν ζωϊκόν καί φυτικόν κόσμον· σκοτάδι δέ ἡπλώνετο ἐπάνω ἀπό τά ὕδατα πού τήν ἐσκέπαζον, τό δέ ζωοποιόν Πανάγιον Πνεῦμα ἐφέρετο ἐπάνω ἀπό τά ὕδατα καί περιέβαλλεν αὐτήν.
Γεν. 1,3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ ἐγένετο φῶς.
Γεν. 1,3 Καί εἶπεν ὁ Θεός· “νά γίνῃ φῶς ἐπί τῆς γῆς”· καί ἔγινε φῶς.
Γεν. 1,4 καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους.
Γεν. 1,4 Καί εἶδεν ὁ παντογνώστης Θεός τό φῶς ὅτι εἶναι καλόν καί σκόπιμον· καί ἐχώρισεν ὁ Θεός τό σκότος ἀπό τό φῶς.
Γεν. 1,5 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα μία.
Γεν. 1,5 Καί ὠνόμασεν ὁ Θεός τό φῶς ἡμέραν καί τό σκότος ὠνόμασε νύκτα. Καί ἔγινεν ἑσπέρα καί ἔγινε πρωϊ καί ἔκλεισεν ἡ πρώτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,6 Καὶ εἶπεν ὁ Θεός· γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως.
Γεν. 1,6 Καί εἶπεν ὁ Θεός· “νά γίνῃ ὁ οὐράνιος θόλος τῆς γῆς μεταξύ τῶν ὑδάτων, πού καλύπτουν τήν ἐπιφάνειάν της καί τῶν νεφῶν πού αἰωρούνται εἰς τήν ἀτμόσφαιραν, καί νά διαχωρίζῃ μεταξύ τῶν ὑδάτων τῆς γῆς καί τῶν ὑδάτων τοῦ οὐρανοῦ”. Καί ἔγινεν ὅπως ὁ Θεός διέταξε.
Γεν. 1,7 καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος.
Γεν. 1,7 Καί ἔδωσεν ὕπαρξιν ὁ Θεός στόν οὐράνιον θόλον καί διεχώρισε τά ὕδατα, τά ὁποῖα ἦσαν ἐπί τῆς γῆς κάτω ἀπό τόν οὐρανόν, ἀπό τά νερά, τά ὁποῖα ἦσαν ἐπάνω εἰς τά νέφη τοῦ οὐρανού.
Γεν. 1,8 καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν, καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα.
Γεν. 1,8 Καί ὠνόμασεν ὁ Θεός τήν ἀτμόσφαιραν οὐρανόν. Καί εἶδεν ὁ παντογνώστης Θεός ὅτι τό ἔργον του αὐτό ἦτο ὡραῖον καί σκόπιμον. Καί ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί ἔκλεισεν ἡ δευτέρα ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,9 Καὶ εἶπεν ὁ Θεός· συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά.
Γεν. 1,9 Καί εἶπεν ὁ Θεός· “ἄς συναχθῆ τό ὕδωρ, τό ὁποῖον καλύπτει ὁλόκληρον τήν γῆν, εἰς ὡρισμένην περιοχήν καί ἄς φανῆ ἡ ξηρά”. Καί ἔγινεν, ὅπως ὁ Θεός διέταξε· καί ἐμαζεύθη ὅλον τό ὕδωρ τῆς γῆς εἰς τάς βαθείας περιοχάς τῶν ὠκεανῶν καί θαλασσῶν, καί ἐφάνη ἡ ξηρά.
Γεν. 1,10 καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν.
Γεν. 1,10 Καί ὠνόμασεν ὁ Θεός τήν ἐκτός τῆς θαλάσσης ἔκτασιν γῆν, τάς δέ μεγάλας περιοχάς τῶν ὑδάτων ὠνόμασε θαλάσσας. Καί εἶδεν ὁ Θεός ὅτι ἡ θάλασσα καί ἡ ξηρά εἶναι καλαί, ἔχουν τόν σκοπόν καί τήν χρησιμότητά των.
Γεν. 1,11 καὶ εἶπεν ὁ Θεός· βλαστησάτω ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Γεν. 1,11 Καί εἶπεν ὁ Θεός· “ἄς φυτρώσουν καί ἄς ἀναπτυχθοῦν εἰς τήν ξηράν χλόη καί ποώδεις θάμνοι, πού τό κάθε εἶδος ἀπό αὐτά θά ἔχῃ τό ἰδικόν του σπέρμα, διά νά διαιωνίζεται ἐπί τῆς γῆς”· καί ἐν συνεχείᾳ διέταξεν ὁ Θεός· “νά φυτρώσουν καί νά μεγαλώσουν εἰς τήν γῆν καρποφόρα ξυλώδη δένδρα, ἕκαστον ἀπό τά ὁποῖα θά φέρῃ κατά τό εἶδος του τό ἰδικόν του σπέρμα”.
Γεν. 1,12 καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς.
Γεν. 1,12 Καί ἔβγαλε πράγματι ἡ γῆ ποώδη βλάστησιν, χλόην καί θάμνους, κάθε εἶδος ἀπό τά ὁποῖα εἶχε τό σπέρμα αὐτοῦ διά τήν διατήρησίν του. Καί κατόπιν ἐφύτρωσαν καί ἐμεγάλωσαν ἐπί τῆς γῆς καρποφόρα δένδρα, ἕκαστον ἀπό τά ὁποῖα ἔφερε τό σπέρμα τοῦ εἴδους του, διά νά διαιωνίζεται ἐπί τῆς γῆς.
Γεν. 1,13 καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη.
Γεν. 1,13 Εἶδεν ὁ Θεός ὅτι ἡ χλόη, οἱ θάμνοι καί τά δένδρα, πού ἐκάλυψαν ὅλην τήν ἐπιφάνειαν τῆς ξηρᾶς, ἦσαν καλά, σκόπιμα καί χρήσιμα. Ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ τρίτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,14 Καὶ εἶπεν ὁ Θεός· γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός· καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς·
Γεν. 1,14 Καί εἶπεν ὁ Θεός· “ἄς γίνουν (ἄς φανοῦν) εἰς τόν οὐρανόν τῆς γῆς φωτεινοί ἀστέρες, διά νά φωτίζουν τήν γῆν καί νά χωρίζουν τήν ἡμέραν ἀπό τήν νύκτα. Ἄς εἶναι οἱ ἀστέρες αὐτοί είς σημεῖα μετεωρολογικῶν καί ἄλλων φαινομένων, καί ἄς χρησιμεύουν εἰς κανονικήν μεταβολήν καί διάκρισιν τῶν ἐποχῶν τοῦ ἔτους, τῶν ἡμερῶν καί τῶν ἐτῶν.
Γεν. 1,15 καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως.
Γεν. 1,15 Πρό παντός δέ ἄς εἶναι αὐτοί στόν οὐρανόν, ὥστε νά φωτίζουν τήν γῆν”. Καί ἔγινεν ὅπως ὁ Θεός διέταξε.
Γεν. 1,16 καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας.
Γεν. 1,16 Καί ἔκαμεν ὁ Θεός τούς δύο μεγάλους ἀστέρας, τόν ἥλιον, τόν μεγάλον ἀστέρα, νά ἄρχῃ μέ τό φῶς του ὅλην τήν ἡμέραν. Καί τόν μικρότερον ἀστέρα, τήν σελήνην, νά ἄρχῃ μέ τό φῶς της κατά τήν νύκτα. Ἐπίσης διέταξε νά φανοῦν καί οἱ ἄλλοι ἀστέρες τοῦ οὐρανού.
Γεν. 1,17 καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς
Γεν. 1,17 Καί ἔθεσεν αὐτούς ὁ Θεός στό οὐράνιον στερέωμα, διά νά στέλλουν τό φῶς των ἐπάνω εἰς τήν γῆν·
Γεν. 1,18 καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν.
Γεν. 1,18 νά ἐξουσιάζουν τήν ἡμέραν καί τήν νύκτα καί νά ξεχωρίζουν τό φῶς ἀπό τό σκότος. Καί εἶδεν ὁ παντογνώστης Θεός, ὅτι τό ἔργον του αὐτό ἦτο καλόν, χρήσιμον καί σκόπιμον.
Γεν. 1,19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη.
Γεν. 1,19 Ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ τετάρτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,20 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. καὶ ἐγένετο οὕτως.
Γεν. 1,20 Καί εἶπεν ὁ Θεός· “νά βγάλουν τά ὕδατα τῶν θαλασσῶν ψάρια καί ἑρπετά καί πτηνά, τά ὁποῖα θά πετοῦν εἰς τήν ἀτμόσφαιραν μεταξύ τοῦ οὐρανίου θόλου καί τῆς γῆς”. Καί ἔγινεν ἔτσι.
Γεν. 1,21 καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά.
Γεν. 1,21 Καί ἐδημιούργησεν ὁ Θεός τά μεγάλα κήτη καί τά ψάρια καί τά ἑρπετά, τά ὁποῖα σύμφωνα μέ τήν διαταγήν του ἔβγαλαν τά ὕδατα ἕκαστον κατά τό εἶδος αὐτοῦ· καθώς καί ὅλα τά εἴδη τῶν πτηνῶν καθένα κατά τό εἶδος του. Καί εἶδεν ὁ Θεός ὅτι ὅλα ἦσαν καλά καί χρήσιμα διά τόν σκοπόν, διά τόν ὁποῖον ἔγιναν.
Γεν. 1,22 καὶ εὐλόγησεν αὐτὰ ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς.
Γεν. 1,22 Καί εὐλόγησεν αὐτά ὁ Θεός λέγων· “γίνεσθε γόνιμα, αὐξάνεσθε καί πολλαπλασιάζεσθε καί γεμίσατε τά ὕδατα τῶν θαλασσῶν. Καί τά πετεινά ἐπίσης ἄς πληθυνθοῦν ἐπάνω εἰς τήν γῆν”.
Γεν. 1,23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη.
Γεν. 1,23 Καί ἔγινεν ἑσπέρα καί ἔγινε πρωϊ καί συνεπληρώθη ἡ πέμπτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 1,24 Καὶ εἶπεν ὁ Θεός· ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος. καὶ ἐγένετο οὕτως.
Γεν. 1,24 Καί εἶπεν ὁ Θεός· “ἄς βγάλῃ ἡ γῆ ζῶα διαφόρων εἰδῶν, τετράποδα καί ἑρπετά καί θηρία τῆς ξηρᾶς, τό καθένα κατά τό εἶδος του”. Καί ἔγινε ἔτσι.
Γεν. 1,25 καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. καὶ εἶδεν ὁ Θεός, ὅτι καλά.
Γεν. 1,25 Καί ἐδημιούργησεν ὁ Θεός τά θηρία τῆς γῆς κατά τά εἴδη αὐτῶν, καί τά κτήνη κατά τά εἴδη αὐτῶν καί ὅλα τά ἑρπετά τῆς γῆς κατά τά εἴδη αὐτῶν. Καί εἶδεν ὁ Θεός ὅτι εἶναι καλά, σκόπιμα καί χρήσιμα.
Γεν. 1 ,26 καὶ εἶπεν ὁ Θεός· ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ γῆς γῆς.
Γεν. 1 ,26 Ἐν συνεχείᾳ ὁ Τριαδικός Θεός εἶπε καθ΄ ἑαυτόν· “ἄς δημιουργήσωμεν τώρα τὸν ἄνθρωπον, σύμφωνα μὲ τὴν ἰδικήν μας εἰκόνα, καὶ νὰ ἔχῃ τὴν δυνατότητα νὰ ὁμοιάσῃ μὲ ἡμᾶς. Αὐτοί, ἄνδρας καὶ γυναῖκα, ἄς εἶναι ἄρχοντες καὶ κύριοι τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πτηνῶν τοῦ οὐρανοῦ, τῶν κτηνῶν καὶ ὅλης τῆς γῆς καὶ ὅλων ὅσα ἕρπουν ἐπάνω εἰς τὴν ἐπιφάνειαν τῆς γῆς”.
Γεν. 1,27 καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς.
Γεν. 1,27 Καί πράγματι ὁ ἀπειροτέλειος Θεός ἐδημιούργησε τόν ἄνθρωπον, τόν ὁποῖον ἐπροίκισε μέ ἰδικά του χαρακτηριστικά γνωρίσματα, ὥστε νά εἶναι μέ αὐτά εἰκών τοῦ Θεοῦ. Ἐδημιούργησεν ἀπ' αρχῆς ἄνδρα καί γυναῖκα.
Γεν. 1,28 καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.
Γεν. 1,28 Καί εὐλόγησεν αὐτούς ὁ Θεός λέγων· “αὐξάνεσθε καί πληθύνεσθε, γεμίσατε ὅλην τήν γῆν καί γενῆτε κύριοι αὐτῆς· σᾶς δίδω τήν δύναμιν νά εἶσθε κύριοι καί ἐξουσιασταί τῶν ἰχθύων τῆς θαλάσσης καί τῶν πτηνῶν τοῦ οὐρανοῦ, ὅλων τῶν κτηνῶν καί ὅλης τῆς γῆς καί ὅλων ὅσα, ὡς ἑρπετά, σύρονται ἐπάνω εἰς τήν ἐπιφάνειαν τῆς γῆς”.
Γεν. 1,29 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν·
Γεν. 1,29 Καί ἐν συνεχείᾳ εἶπεν ὁ Θεός· “ἰδοὺ ἔχω δώσει ὑπό τὴν κυριότητά σας καὶ εἰς ἐξυπηρέτησίν σας ὅλα τὰ εἴδη τοῦ χόρτου, τὰ ὁποῖα ἔχουν ἐν ἑαυτοῖς σπέρματα καί εἶναι ἁπλωμένα εἰς ὁλόκληρον τὴν γῆν, καὶ κάθε δένδρον, τὸ ὁποῖον φέρει καρπόν πρὸς τροφήν σας καὶ σπέρμα πρὸς πολλαπλασιασμόν καὶ διαιώνισίν του. Ὅλα αὐτά, χόρτα τῆς γῆς καὶ καρποί τῶν δένδρων, θὰ εἶναι εἰς διατροφήν σας.
Γεν. 1,30 καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. καὶ ἐγένετο οὕτως.
Γεν. 1,30 Σᾶς δίδω ἐπίσης κυριότητα ἐπί ὅλων τῶν θηρίων τῆς γῆς, ἐπί ὅλων τῶν πτηνῶν τοῦ οὐρανοῦ καὶ ἐπί ὅλων τῶν ἑρπετῶν, ποὺ σύρονται εἰς τὴν γῆν· εἰς ὅλας αὐτὰς τὰς ζώσας ὑπάρξεις δίδω ἐπίσης ὡς τροφήν τὸ χλωρόν χόρτον τῆς γῆς”. Καὶ ἔγινεν ὅπως ὁ Θεός διέταξε.
Γεν. 1,31 καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη.
Γεν. 1,31 Καί ἐπεθεώρησεν ὁ παντογνώστης Θεός ὅλα ὅσα ἐδημιούργησε, καί εἶδεν ὅτι τά πάντα ἦσαν ἐξαιρετικῶς καλά, τό καθένα μέ τόν σκοπόν καί τήν χρησιμότητά του. Καὶ ἔγινεν ἑσπέρα, ἔγινε πρωί καί συνεπληρώθη ἡ ἕκτη ἡμέρα τῆς δημιουργίας.
Γεν. 2,1 Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν.
Γεν. 2,1 Οὕτω δὲ ἐτελείωσεν ἡ δημιουργία τοῦ σύμπαντος, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ ὅλος αὐτῶν ὁ στολισμός, ἡ ἁρμονία καὶ ἡ λαμπρότης.
Γεν. 2,2 καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε, καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε.
Γεν. 2,2 Κατὰ τὴν ἕκτην ἡμέραν ἐτελείωσεν ὁ Θεὸς τὰ ἔργα αὐτοῦ, ὅσα ἔκαμε, καὶ ἀνεπαύθη κατὰ τὴν ἑβδόμην ἡμέραν ἀπὸ ὅλα τὰ ἔργα αὐτοῦ, τὰ ὁποῖα ἐδημιούργησεν ἐκ τοῦ μηδενὸς καὶ ἐμορφοποίησεν.
Γεν. 2,3 καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν· ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.
Γεν. 2,3 Εὐλόγησε δὲ ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην, ἡγίασεν αὐτὴν καὶ ὡς ἁγίαν τὴν ὥρισε, διότι κατ' αὐτὴν κατέπαυσε τὴν δημιουργίαν του καὶ ἀνεπαύθη μετὰ τὴν δημιουργίαν τῶν ἔργων, τὰ ὁποῖα ἀπὸ τῆς πρώτης ἡμέρας ἤρχισε νὰ δημιουργῇ.
Γεν. 2,4 Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησε Κύριος ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
Γεν. 2,4 Αὐτὴ εἶναι ἡ ἱστορία τῆς δημιουργίας τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅταν αὐτὰ ἐτελείωσαν καὶ ὡλοκληρώθησαν. Αὐτὴ εἶναι ἡ δημιουργία τοῦ σύμπαντος, ὅταν ὁ ἀπειροτέλειος Θεὸς ἐδημιούργησεν ἐκ τοῦ μηδενὸς τὸ σύμπαν, τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 2,5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι αὐτήν·
Γεν. 2,5 Δὲν ὑπῆρχον ὅμως ἀκόμη χλόη καὶ θάμνοι τῶν ἀγρῶν καὶ δὲν εἶχον βλαστήσει φυτὰ τοῦ ἀγροῦ. Διότι δὲν εἶχεν ἀποστείλει βροχὰς ὁ Θεὸς εἰς τὴν γῆν καὶ δὲν ὑπῆρχεν ἄνθρωπος νὰ ἐργάζεται καὶ νὰ καλλιεργῇ τοὺς ἀγρούς.
Γεν. 2,6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς.
Γεν. 2,6 Ἀνέβλυζαν δὲ πηγαὶ καὶ ἐπότιζαν μὲ τὰ ὕδατά των ὅλην τὴν ἐπιφάνειαν τῆς ξηρᾶς.
Γεν. 2,7 καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.
Γεν. 2,7 Ὁ Θεὸς ἔπλασε τὸν ἄνθρωπον μὲ χῶμα ἀπὸ τὴν γῆν (χοϊκὸν) καὶ ἐνεφύσησεν στὸ πρόσωπον αὐτοῦ πνεῦμα ζῶν, τὴν ἀθάνατον ψυχήν• ἔτσι δὲ ἔγινεν ὁ ἄνθρωπος ζῶσα ὑλικοπνευματικὴ ὕπαρξις.
Γεν. 2,8 Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε.
Γεν. 2,8 Διέταξε δὲ ὁ Θεὸς καὶ ἐφύτρωσε καὶ ἐβλάστησεν εἰς τὴν περιοχὴν τῆς Ἐδὲμ πρὸς ἀνατολὰς κῆπος, ὁ παράδεισος, καὶ ἐκεῖ ἐτοποθέτησε τὸν ἄνθρωπον, τὸν ὁποῖον ἔπλασε.
Γεν. 2,9 καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.
Γεν. 2,9 Ἔκαμε δὲ ὁ Θεὸς νὰ βλαστήσουν ἀπὸ τὴν γῆν ὅλα τὰ εἴδη τῶν δένδρων, τὰ ὁποῖα εἶναι ὡραῖα εἰς τὴν ὅρασιν, εὐχάριστα εἰς τὴν γεῦσιν καὶ θρεπτικά, καθὼς ἐπίσης διέταξε καὶ ἐφύτρωσε τὸ δένδρον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου καὶ τὸ δένδρον τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ κακοῦ.
Γεν. 2,10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς.
Γεν. 2,10 Ποταμὸς δὲ πηγάζει καὶ ἁπλώνεται ἀπὸ τὴν Ἐδέμ, ὥστε νὰ ποτίζῃ τὸν παράδεισον. Ἀπὸ ἐκεῖ δὲ ἐξέρχεται καὶ διαχωρίζεται εἰς τέσσαρας κατευθύνσεις.
Γεν. 2,11 ὄνομα τῷ ἑνὶ Φισῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον·
Γεν. 2,11 Τὸ ὄνομα τοῦ ἑνὸς ἐκ τῶν τεσσάρων αὐτῶν ποταμῶν εἶναι Φισῶν. Αὐτὸς περικυκλώνει καὶ ποτίζει ὅλην τὴν περιοχὴν Εὐϊλάτ, ὅπου ὑπάρχει ὁ χρυσός.
Γεν. 2,12 τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.
Γεν. 2,12 Ὁ χρυσός τῆς χώρας ἐκείνης εἶναι ἁγνὸς καὶ πολύτιμος. Εἰς τὴν χώραν αὐτὴν ἐπίσης ὑπάρχουν καὶ δύο ἄλλοι πολύτιμοι λίθοι, ὁ ἀπαστράπτων ἄνθραξ καὶ ὁ πράσινος λίθος.
Γεν. 2,13 καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γεῶν· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας.
Γεν. 2,13 Τὸ ὄνομα τοῦ δευτέρου ποταμοῦ εἶναι Γεῶν• αὐτὸς διαρρέει ὅλην τὴν γῆν τῆς Αἰθιοπίας.
Γεν. 2,14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ προπορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης.
Γεν. 2,14 Καὶ ὁ ποταμὸς ὁ τρίτος εἶναι ὁ Τίγρις• αὐτὸς διέρχεται ἐμπρὸς ἀπὸ τὴν χώραν τῶν Ἀσσυρίων. Ὁ δὲ τέταρτος ποταμὸς εἶναι ὁ Εὐφράτης.
Γεν. 2,15 Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν.
Γεν. 2,15 Ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, τὸν ὁποῖον ἐδημιούργησε, καὶ ἔθεσεν αὐτὸν στὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως, διὰ νὰ ἐργάζεται εἰς αὐτὸν καὶ νὰ τὸν φυλάσσῃ.
Γεν. 2,16 καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ ᾿Αδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ,
Γεν. 2,16 Ἔδωσε δὲ ἐντολὴν Κύριος ὁ Θεὸς στὸν Ἀδὰμ λέγων• “ἀπὸ ὅλα τὰ καρποφόρα δένδρα ποὺ ὑπάρχουν στὸν παράδεισον, σᾶς δίδω τὸ δικαίωμα νὰ τρώγετε.
Γεν. 2,17 ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ· ᾗ δ᾿ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.
Γεν. 2,17 Ἀπὸ τὸ δένδρον ὅμως τῆς γνώσεως τοῦ καλοῦ καὶ κακοῦ δὲν πρέπει ποτὲ νὰ φάγετε ἀπὸ αὐτό. Κατὰ δὲ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν θὰ φάγετε ἀπὸ τὸν καρπόν του, θὰ χάσετε τὸ δικαίωμα τῆς ἀθανασίας, θὰ ἀποθάνετε σωματικῶς καὶ θὰ χωρισθῆτε ἀπὸ ἐμέ, ποὺ σᾶς ἔδωσα τὴν ζωήν”.
Γεν. 2,18 Καὶ εἶπε Κύριος ὁ Θεός· οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ᾿ αὐτόν.
Γεν. 2,18 Ὁ δὲ Τριαδικὸς Θεὸς εἶπε καθ' ἑαυτόν• “δὲν εἶναι καλὸν νὰ μείνη μόνος του ὁ ἄνθρωπος. Ἂς δημιουργήσωμεν πρὸς χάριν αὐτοῦ βοηθόν του, πλάσμα ὅμοιον μὲ αὐτόν”.
Γεν. 2,19 καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά. καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ.
Γεν. 2,19 Πρὶν ὅμως δημιουργήση ὁ Θεὸς τὴν βοηθὸν τοῦ Ἀδάμ, τὴν Εὔαν, ὠδήγησεν ἐνώπιον τοῦ Ἀδὰμ ὅλα τὰ θηρία τοῦ ἀγροῦ καὶ ὅλα τὰ πτηνὰ τοῦ οὐρανοῦ, τὰ ὁποῖα ἐδημιούργησε, διὰ νὰ ἴδῃ αὐτὰ ὁ Ἀδὰμ καὶ νὰ τοὺς δώση τὸ κατάλληλον ὄνομα. Καὶ τὸ ὄνομα, τὸ ὁποῖον θὰ ἔδιδεν ὁ Ἀδὰμ στὸ καθένα ἀπὸ αὐτά, τοῦτο τὸ ὄνομα καὶ θὰ ἔμενεν εἰς αὐτό.
Γεν. 2,20 καὶ ἐκάλεσεν Ἀδὰμ ὀνόματα πᾶσι τοῖς κτήνεσι καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ· τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ.
Γεν. 2,20 Καὶ ὁ Ἀδάμ μὲ τὴν σοφίαν, τὴν κρίσιν καὶ τὴν γνῶσιν ποὺ εἶχεν, ἔδωσεν ὀνόματα εἰς ὅλα τὰ κτήνη καὶ εἰς ὅλα τὰ πτηνά τοῦ οὐρανοῦ καὶ εἰς ὅλα τὰ θηρία τῆς ὑπαίθρου. Κανένα ὅμως ἀπό τὰ ζῶα αὐτά δὲν εὑρέθη βοηθός ὅμοιος μὲ τὸν Ἀδάμ, ἄξιος καὶ εὐχάριστος εἰς αὐτόν.
Γεν. 2,21 καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ᾿ αὐτῆς.
Γεν. 2,21 Τότε ὁ Θεός, διὰ νὰ ἀναπληρώση τὴν ἔλλειψιν αὐτήν, ἔφερεν ἔκστασιν στὸν Ἀδάμ, ὁ ὁποῖος καὶ ἐκοιμήθη βαθύτατα. Ἔλαβε τότε μίαν ἀπό τὰς πλευράς τοῦ Ἀδάμ καὶ συνεπλήρωσε διὰ σαρκός τὸ κενόν τῆς ἀναιρεθείσης αὐτῆς πλευρᾶς.
Γεν. 2,22 καὶ ᾠκοδόμησεν ὁ Θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ.
Γεν. 2,22 Καὶ κατεσκεύασε καὶ ἐμορφοποίησε τὴν πλευράν, τὴν ὁποίαν ἔλαβεν ἀπό τὸν Ἀδάμ, εἰς γυναῖκα, τὴν ὁποίαν καὶ ἔφερε πρὸς αὐτόν.
Γεν. 2,23 καὶ εἶπεν Ἀδάμ· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὕτη·
Γεν. 2,23 Ὅταν δὲ ὁ Ἀδάμ ἐξύπνησε καὶ εἶδε τὴν γυναῖκα εἶπεν· “αὐτό εἶναι πλέον ὀστοῦν ἀπό τὰ ὀστᾶ μου καὶ σάρξ ἀπό τὴν σάρκα μου. Αὐτή θὰ ὀνομασθῇ γυνή (ἀνδρίς), διότι ἔγινεν ἀπό τὸν ἄνδρα αὐτῆς.
Γεν. 2,24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Γεν. 2,24 Ἕνεκα τοῦ στενοῦ τούτου συνδέσμου τοῦ ἀνδρός πρὸς τὴν γυναῖκα, στὸ μέλλον κάθε ἀνήρ θὰ ἀφήνῃ τὸν πατέρα καὶ τὴν μητέρα του καὶ θὰ συνδέεται στενότατα μὲ τὴν γυναῖκα του, ὥστε οἱ δύο νὰ γίνουν πλέον μία σάρξ διὰ τῆς συζυγίας”.
Γεν. 2,25 καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.
Γεν. 2,25 Ἧσαν δὲ καὶ οἱ δύο γυμνοί, ὁ Ἀδάμ καὶ ἡ γυναῖκα αὐτοῦ, καὶ δὲν ἐντρέποντο ὁ ἕνας τὸν ἄλλον, διότι ἦσαν ἁγνοί καὶ ἀθῶοι.
Γεν. 3,1 Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· τί ὅτι εἶπεν ὁ Θεός, οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου;
Γεν. 3,1 Ὁ ὄφις ἦτο τὸ εὐφυέστερον καὶ ἐπινοητικώτερον ἀπό ὅλα τὰ ζῶα, τὰ ὁποῖα εἶχε δημιουργήσει Κύριος ὁ Θεός ἐπί τῆς γῆς. Ὁ ὄφις (ὁ διάβολος ὑπό μορφήν ὄφεως) ἠρώτησε τὴν Εὔαν καὶ τῆς εἶπε· “διατί ὁ Θεός ἀπηγόρευσε νὰ φάγετε ἀπό τοὺς καρπούς ὅλων τῶν δένδρων, ποὺ ὑπάρχουν στὸν παράδεισον;”
Γεν. 3,2 καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ παραδείσου φαγούμεθα,
Γεν. 3,2 Ἡ Εὔα ἀπήντησεν στὸν ὄφιν· “ἀπό τοὺς καρπούς κάθε δένδρου τοῦ παραδείσου ἠμποροῦμεν νὰ φάγωμεν.
Γεν. 3,3 ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός, οὐ φάγεσθε ἀπ᾿ αὐτοῦ, οὐ δὲ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.
Γεν. 3,3 Ἀπό τὸν καρπόν ὅμως τοῦ δένδρου, ποὺ ὑπάρχει ἐν τῷ μέσῳ τοῦ παραδείσου, ἔδωσεν ἐντολήν ὁ Θεός λέγων· δὲν θὰ φάγετε ἀπό τὸν καρπόν αὐτοῦ οὔτε καὶ θὰ ἐγγίσετε αὐτό, διὰ νὰ μὴ ἀποθάνετε”.
Γεν. 3,4 καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· οὐ θανάτῳ ἀποθανεῖσθε·
Γεν. 3,4 Εἶπε δὲ τότε ὁ ὄφις πρὸς τὴν γυναῖκα· “δὲν θὰ ἀποθάνετε· κάθε ἄλλο.
Γεν. 3,5 ᾔδει γὰρ ὁ Θεός, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ᾿ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γινώσκοντες καλὸν καὶ πονηρόν.
Γεν. 3,5 Σᾶς ἀπηγόρευσεν ὁ Θεός νὰ φάγετε ἀπό τὸ δένδρον αὐτό, διότι ἐγνώριζεν ὅτι κατά τὴν ἡμέραν, κατά τὴν ὁποίαν θὰ φάγετε, θὰ ἀνοιχθοῦν τὰ μάτια σας καὶ θὰ εἶσθε καὶ σεῖς σὰν θεοί, ὅμοιοι μὲ αὐτόν, γνωρίζοντες καλόν καὶ πονηρόν”.
Γεν. 3,6 καὶ εἶδεν ἡ γυνή, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα ἀπὸ τοῦ καρποῦ αὐτοῦ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς μετ᾿ αὐτῆς, καὶ ἔφαγον.
Γεν. 3,6 Τότε ἡ Εὔα παρετήρησε προσεκτικότερα τὸ ἀπηγορευμένον δένδρον, εἶδε τὸν καρπόν του ὡραῖον εἰς τὴν ὄψιν καὶ ἐσκέφθη ὅτι εὐχάριστον θὰ ἦτο νὰ δοκιμάσῃ αὐτόν. Καὶ λοιπόν ἔλαβεν ἀπό τὸν καρπόν τοῦ δένδρου αὐτοῦ, ἔφαγεν αὐτή, καὶ ἔδωσε καὶ στὸν ἄνδρα της, καὶ ἔτσι ἔφαγον καὶ οἱ δύο.
Γεν. 3,7 καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔῤῥαψαν φύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
Γεν. 3,7 Καὶ ἤνοιξαν τὰ μάτια τῶν δύο πρωτοπλάστων, ἐκατάλαβαν ὅτι ἦσαν γυμνοί σωματικῶς καὶ ψυχικῶς, ἐντράπηκαν τὴν γυμνότητά των καὶ ἔκοψαν φύλλα συκῆς, τὰ ἔρραψαν προχείρως καὶ μὲ αὐτά σὰν ποδιές ἐκάλυψαν τὴν γυμνότητά των.
Γεν. 3,8 Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
Γεν. 3,8 Ὅταν δὲ κατά τὸ δειλινόν ἤκουσαν τὴν φωνήν τοῦ Θεοῦ, ὁ ὁποῖος περιπατοῦσεν στὸν παράδεισον, ἐκρύβησαν ὁ Ἀδάμ καὶ ἡ γυνή αὐτοῦ ἀπό φόβον καὶ ἐντροπήν ἀνάμεσα εἰς τὰ δένδρα τοῦ παραδείσου, διὰ νὰ μὴ ἀντικρύσουν τὸ πρόσωπον τοῦ Θεοῦ.
Γεν. 3,9 καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ἀδάμ, ποῦ εἶ;
Γεν. 3,9 Ὁ Θεός προσεκάλεσε τὸν Ἀδάμ καὶ τοῦ εἶπε· “ Ἀδάμ, ποῦ εἶσαι;”
Γεν. 3,10 καὶ εἶπεν αὐτῷ· τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
Γεν. 3,10 Ὁ δὲ Ἀδάμ ἀπήντησεν στὸν Θεόν· “ἤκουσα τὴν φωνήν σου, καθώς περιπατοῦσες στὸν παράδεισον, καὶ ἐφοβήθην νὰ παρουσιασθῶ ἐμπρός σου ἐπειδή εἶμαι γυμνός δι΄αὐτό καὶ ἔσπευσα νὰ κρυφθῶ”.
Γεν. 3,11 καὶ εἶπεν αὐτῷ ὁ Θεός· τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες;
Γεν. 3,11 Ἠρώτησε δὲ ὁ Θεός αὐτόν· “ποῖος σοῦ ἀνήγγειλεν ὅτι εἶσαι γυμνός; Μήπως καἰ ἔφαγες ἀπό τὸ δένδρον, ἀπό τὸ ὁποῖον καὶ μόνον σοῦ ἀπηγόρευσα νὰ φάγῃς;”
Γεν. 3,12 καὶ εἶπεν ὁ Ἀδάμ· ἡ γυνή, ἣν ἔδωκας μετ᾿ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον.
Γεν. 3,12 Ὁ Ἀδάμ ἔσπευσε νὰ δικαιολογηθῇ καὶ εἶπε· “αὐτή ἡ γυναῖκα, τὴν ὁποίαν σὺ μοῦ ἔδωκες ὡς σύντροφον καὶ βοηθόν μου, αὐτή μοῦ ἔδωσε ἀπό τὸν καρπόν τοῦ ἀπηγορευμένου δένδρου καὶ ἔφαγον”.
Γεν. 3,13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῇ γυναικί· τί τοῦτο ἐποίησας; καὶ εἶπεν ἡ γυνή· ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον.
Γεν. 3,13 Εἶπε δὲ τότε Κύριος ὁ Θεός πρὸς τὴν γυναῖκα, τὴν Εὔαν· “διατί ἔκαμες αὐτό;” Ἡ Εὔα ἀπήντησεν· “ὁ ὄφις μὲ ἐξηπάτησε καὶ ἔφαγον”.
Γεν. 3,14 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει· ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Γεν. 3,14 Εἶπε δὲ τότε Κύριος ὁ Θεός στὸν ὄφιν· “ἐπειδή διέπραξες αὐτήν τὴν δολιότητα, θὰ εἶσαι κατηραμένος σὺ ἀνάμεσα ἀπό ὅλα τὰ κτήνη καὶ ὅλα τὰ θηρία, ποὺ ὑπάρχουν εἰς τὴν γῆν. Θὰ σύρεσαι στὸ χῶμα μὲ τὸ στῆθος καὶ τὴν κοιλίαν καὶ χῶμα θὰ τρώγῃς ὅλας τὰς ἡμέρας τῆς ζωῆς σου.
Γεν. 3,15 καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Γεν. 3,15 Θὰ θέσω δὲ ἄσβεστον ἐχθρότητα μεταξύ σοῦ καὶ τῆς γυναικός, μεταξύ τῶν ἀπογόνων σου καὶ τῶν ἀπογόνων αὐτῆς. Ἕνας δὲ ἀπόγονος τῆς γυναικός μόνης, αὐτός θὰ σοῦ συντρίψῃ τὴν κεφαλήν καὶ σὺ θὰ κεντήσῃς αὐτοῦ τὴν πτέρναν”.
Γεν. 3,16 καὶ τῇ γυναικὶ εἶπε· πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει.
Γεν. 3,16 Πρὸς δὲ τὴν γυναῖκα εἶπε· “θὰ πολλαπλασιάσω εἰς πλῆθος πολύ τὰς λύπας σου, τὰς θλίψεις καὶ τοὺς στεναγμούς σου. Μὲ πόνους θὰ γεννᾶς τὰ τέκνα σου, θὰ ἐξαρτᾶσαι δὲ πάντοτε ἀπό τὸν ἄνδρα σου καἰ αὐτός θὰ εἶναι κύριός σου”.
Γεν. 3,17 τῷ δὲ Ἀδὰμ εἶπεν· ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ᾿ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Γεν. 3,17 Εἰς δὲ τὸν Ἀδάμ εἶπεν· “ἐπειδή ἤκουσες τὴν κακήν συμβουλήν τῆς γυναικός σου καὶ ἔφαγες ἀπό τὸν καρπόν τοῦ δένδρου, ἐκ τοῦ ὁποίου καὶ μόνου ἐγώ σοῦ ἔδωσα τὴν ἐντολήν νὰ μὴ φάγῃς, θὰ εἶναι κατηραμένη ἡ γῆ εἰς τὰ ἔργα σου. Μὲ λύπην καὶ κόπον θὰ κερδίζῃς τὴν τροφήν σου ἀπό τὴν γῆν ὅλας τὰς ἡμέρας τῆς ζωῆς σου.
Γεν. 3,18 ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ.
Γεν. 3,18 Ἀκάθια καὶ τριβόλια θὰ σοῦ φυτρώνῃ ἡ γῆ καὶ θὰ τρέφεσαι μὲ τὰ χόρτα τοῦ ἀγροῦ.
Γεν. 3,19 ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς γὴν γῆν, ἐξ ἧς ἐλήφθης, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ·
Γεν. 3,19 Καθ΄ὅλον τὸ διάστημα τῆς ζωῆς σου μὲ τὸν ἱδρῶτα τοῦ προσώπου σου θὰ τρώγῃς τὸν ἄρτον σου, μέχρις ὅτου ἀποθάνῃς καὶ ἐπιστρέψῃ τὸ σῶμα σου εἰς τὴν γῆν, ἀπό τὴν ὁποίαν καἰ ἔχει πλασθῇ· διότι χῶμα εἶναι τὸ σῶμα σου, στὸ χῶμα θὰ καταλήξῃ καὶ χῶμα πάλιν θὰ γίνῃ”.
Γεν. 3,20 καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
Γεν. 3,20 Ὠνόμασε τότε ὁ Ἀδάμ τὴν γυναῖκα του Ζωήν, διότι αὐτή θὰ ἦτο ἡ μητέρα ὅλων τῶν ἀνθρώπων τῆς γῆς.
Γεν. 3,21 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Γεν. 3,21 Ὁ δὲ πανάγαθος Θεός, διὰ νὰ προφυλάξῃ τὸν Ἀδάμ καὶ τὴν γυναῖκα του ἀπό τὰς καιρικάς μεταβολάς, κατεσκεύασε δι΄ αὐτούς χιτῶνας δερματίνους, μὲ τοὺς ὁποίους καὶ τοὺς ἐνέδυσεν.
Γεν. 3,22 καὶ εἶπεν ὁ Θεός· ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν· καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
Γεν. 3,22 Εἶπε δὲ τότε ὁ Τριαδικός Θεός· “ἰδού ὁ Ἀδάμ ἔγινε πλέον σὰν ἕνας ἀπό ἡμᾶς μὲ τὴν ἱκανότητα νὰ γνωρίζῃ καλόν καὶ κακόν! Καὶ τώρα μήπως τυχόν καὶ ἁπλώσῃ τὸ χέρι του καὶ πάρῃ καὶ φάγῃ ἀπό τὸν καρπόν τοῦ ξύλου τῆς ζωῆς καὶ γίνῃ αὐτός καἰ τὸ κακόν ἀθάνατον, πρέπει νὰ ἐκδιωχθῇ ἀπό τὸν παράδεισον”.
Γεν. 3,23 καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
Γεν. 3,23 Καἰ ἔδιωξεν ὁ Θεός τὸν Ἀδάμ ἀπό τὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως, διὰ νὰ ἐργάζεται μετά κόπου τὴν γῆν, ἀπό τὸ χῶμα τῆς ὁποίας εἶχε πλασθῇ τὸ σῶμα του.
Γεν. 3,24 καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.
Γεν. 3,24 Ἔβγαλε τὸν Ἀδάμ καὶ τὸν ἔφερε νὰ κατοικήσῃ ἀπέναντι ἀπό τὸν παράδεισον τῆς χαρᾶς καὶ τῆς τέρψεως. Διέταξε δὲ τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ρομφαίαν, τὴν συστρεφομένην, νὰ φυλάσσουν τὴν ὁδόν, ἡ ὁποία ὡδηγοῦσε πρὸς τὸ δένδρον τῆς ζωῆς.
Γεν. 4,1 Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.
Γεν. 4,1 Ὁ Ἀδάμ ἐγνώρισεν ὡς σύζυγον τὴν γυναῖκα αὐτοῦ τὴν Εὔαν, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησε τὸν Κάϊν. Γεμάτη δὲ χαράν ἀνεφώνησε· “μὲ τὴν δύναμιν τοῦ Θεοῦ ἐγέννησα ἄνθρωπον” !
Γεν. 4,2 καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν Ἄβελ. καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
Γεν. 4,2 Ἔπειτα δὲ ἀπό τὸν Κάϊν ἐγέννησεν ἡ Εὔα τὸν ἀδελφόν του Ἄβελ. Ὁ Ἄβελ ἦτο ποιμήν προβάτων, ὁ δὲ Κάϊν ἦτο γεωργός, καλλιεργῶν τὴν γῆν.
Γεν. 4,3 καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ,
Γεν. 4,3 Μετά τινα χρόνον ὁ Κάϊν προσέφερε θυσίαν στὸν Θεόν ἀπό τοὺς καρπούς τῶν ἀγρῶν του.
Γεν. 4,4 καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
Γεν. 4,4 Ὁ δὲ Ἄβελ προσέφερε καὶ αὐτός θυσίαν ἀπό τὰ πρωτότοκα τῶν προβάτων του καὶ μάλιστα ἀπό τὰ πλέον εὐτραφῆ καὶ παχέα. Ὁ δὲ Θεός εἶδε μὲ εὐμένειαν τὸν Ἄβελ καὶ τὰ δῶρα του.
Γεν. 4,5 ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
Γεν. 4,5 Εἰς τὸν Κάϊν ὅμως καὶ τὴν θυσίαν του δὲν ἔδωσε καμμίαν προσοχήν. Ἕνεκα τούτου ὁ Κάϊν ἐδυσφόρησε πάρα πολύ καὶ ἐσκυθρώπασε τὸ πρόσωπον αὐτοῦ.
Γεν. 4,6 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
Γεν. 4,6 Ἠρώτησε Κύριος ὁ Θεός τὸν Κάϊν· “διατί ἔγινες περίλυπος καὶ κατέβασες ὀργισμένος τὰ μοῦτρα σου;
Γεν. 4,7 οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
Γεν. 4,7 Δὲν γνωρίζεις ὅτι ἐάν προσφέρῃς δῶρα ὡς θυσίαν στὸν ἀληθινόν Θεόν, δὲν ἐκλέξῃς ὅμως τὰ καλά δῶρα εἰς ἔνδειξιν εὐλαβείας, ἁμαρτάνεις ἐνώπιον τοῦ Θεοῦ; Ἀλλά ἡσύχασε· τὸ κακόν εἶναι εἰς τὴν ἐξουσίαν σου καὶ δύνασαι ἄν θέλῃς νὰ τὸ νικήσῃς”.
Γεν. 4,8 καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.
Γεν. 4,8 Σκυθρωπός καὶ φθονερός ὁ Κάϊν εἶπε στὸν ἀδελφόν του τὸν Ἄβελ “ἄς περάσωμεν εἰς τὴν πεδιάδα”. Ὅταν δὲ ἔφθασαν εἰς τὴν πεδιάδα, ὁ Κάϊν ἐπετέθη αἰφνιδίως καὶ μὲ ὁρμήν ἐναντίον τοῦ Ἄβελ, τοῦ ἀδελφοῦ του, καὶ τὸν ἐφόνευσεν.
Γεν. 4,9 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
Γεν. 4,9 Ὁ Κύριος καὶ Θεός ἠρώτησε τὸν Κάϊν· “ποῦ εἶναι ὁ ἀδελφός σου ὁ Ἄβελ;” Καὶ ἐκεῖνος ἀπήντησε· “δὲν γνωρίζω· μήπως ἐγώ εἶμαι φύλακας τοῦ ἀδελφοῦ μου;”
Γεν. 4,10 καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
Γεν. 4,10 Εἶπε δὲ ὁ Κύριος· “τὶ εἶναι αὐτό ποὺ ἔκαμες; Ἡ φωνή τοῦ αἵματος τοῦ φονευθέντος ἀδελφοῦ σου ὑψώνεται ἀπό τὴν γῆν στὸν οὐρανόν πρὸς ἐμέ καὶ βοᾷ ζητοῦσα τὴν τιμωρίαν σου.
Γεν. 4,11 καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου·
Γεν. 4,11 Καὶ τώρα θὰ εἶσαι σὺ κατηραμένος καὶ σὰν ξένος ἀπό τὴν γῆν αὐτήν, ἡ ὁποία ἤνοιξε τὸ στόμα της καὶ κατέπιε τὸ αἷμα τοῦ ἀδελφοῦ σου, τὸν ὁποῖον σὺ μὲ τὸ ἐγκληματικόν σου χέρι ἐφόνευσες.
Γεν. 4,12 ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
Γεν. 4,12 Ὅταν ἐργάζεσαι καὶ καλλιεργῇς τὴν γῆν αὐτήν, δὲν θὰ παρέχῃ τὴν δύναμίν της νὰ ἀποδώσῃ εἰς σὲ τοὺς καρπούς της. Σὺ δὲ θὰ εὑρίσκεσαι συνεχῶς εἰς κατάστασιν στεναγμῶν καὶ τρόμων, καὶ σὰν καταδιωκόμενος θὰ περιπλανᾶσαι ἐπάνω εἰς τὴν γῆν αὐτήν”.
Γεν. 4,13 καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
Γεν. 4,13 Ἔκραξε τότε ὁ Κάϊν ἀπηλπισμένος καὶ ἀναστατωμένος πρὸς τὸν Θεόν· “τὸ ἔγκλημα καὶ ἡ ἐνοχή μου εἶναι μεγαλυτέρα ἀπό τὴν θείαν συγγνώμην.
Γεν. 4,14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
Γεν. 4,14 Ἐάν ὅμως μὲ διώξῃς ἀπό τὴν περιοχήν αὐτήν, ὅπου σήμερον εὑρίσκομαι, καὶ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπό ἐμέ καὶ θὰ εἶμαι σὰν κρυμμένος ἀπό τὴν θείαν σου παρουσίαν, θὰ περιφέρωμαι στενάζων καὶ τρέμων εἰς τὴν γῆν, καὶ τότε ὁ πρῶτος τυχών, ποὺ θὰ μὲ συναντήσῃ, θὰ μὲ φονεύσῃ”.
Γεν. 4,15 καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
Γεν. 4,15 Εἶπε δὲ πρὸς αὐτόν ὁ Θεός· “δὲν θὰ συμβῇ κάτι τέτοιο· διότι ἐκεῖνος ὁ ὁποῖος θὰ φονεύσῃ τὸν Κάϊν, θὰ ἐπισύρῃ ἐναντίον του πολύ περισσοτέρας τιμωρίας καὶ θὰ παραλύσῃ κάτω ἀπό τὸ βάρος αὐτῶν”. Ἔθεσε δὲ ὁ Θεός κάποιο σημάδι στὸν Κάϊν, ὥστε κανείς ἀπό ὅσους θὰ τὸν συναντοῦσαν, νὰ μὴ τὸν φονεύσῃ.
Γεν. 4,16 ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.
Γεν. 4,16 Ἔφυγε δὲ τότε ὁ Κάϊν ἀπό τὴν περιοχήν, εἰς τὴν ὁποίαν μέχρι τότε εὑρίσκετο καὶ εἶχε τὴν εὐλογίαν τοῦ Θεοῦ, καὶ κατώκησεν εἰς τὴν χώραν Ναίδ, ἡ ὁποία εὑρίσκετο ἀπέναντι ἀπό τὴν Ἐδέμ.
Γεν. 4,17 Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
Γεν. 4,17 Ὁ Κάϊν ἐγνώρισε τότε τὴν σύζυγόν του, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησε τὸν Ἐνώχ. Ἔκτισε δὲ ὁ Κάϊν μίαν πόλιν καὶ ὠνόμασεν αὐτήν μὲ τὸ ὄνομα τοῦ υἱοῦ του, Ἐνώχ.
Γεν. 4,18 ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
Γεν. 4,18 Ἀπό δὲ τὸν Ἐνώχ ἐγεννήθη ὁ Γαϊδάδ. Ὁ Γαϊδάδ ἐγέννησε τὸν Μαλελεήλ, ὁ δὲ Μαλελεήλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ ὁ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
Γεν. 4,19 καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.
Γεν. 4,19 Ἔλαβε δὲ ὁ Λάμεχ δύο συγχρόνως συζύγους. Ἡ μία ὠνομάζετο Ἀδά καὶ ἡ δευτέρα Σελλά.
Γεν. 4,20 καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτροὑφων.
Γεν. 4,20 Ἡ Ἀδά ἐγέννησε τὸν Ἰωβήλ. Αὐτός ἦτο γενάρχης τῶν κτηνοτρόφων, οἱ ὁποῖοι περιφερόμενοι ἀνά τὰς διαφόρους βοσκησίμους περιοχάς δὲν εἶχον μόνιμον οἰκίαν, ἀλλά ἐζοῦσαν εἰς σκηνάς.
Γεν. 4,21 καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
Γεν. 4,21 Ἀδελφός τοῦ Ἰωβὴλ ἦτο ὁ Ἰουβάλ. Αὐτὸς ἦτο συνθέτης ὕμνων καὶ διδάσκαλος τῆς μουσικῆς.
Γεν. 4,22 Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά.
Γεν. 4,22 Ἡ Σελλὰ ἐγέννησε καὶ αὐτὴ τὸν Θόβελ, ὁ ὁποῖος κατειργάζετο τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ κατεσκεύαζεν ἐργαλεῖα. Ἀδελφὴ δὲ τοῦ Θοβελ ἦτο ἡ Νοεμά.
Γεν. 4,23 εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
Γεν. 4,23 Ὁ δὲ Λαμεχ καυχώμενος διὰ τὴν ἀγριότητά του, εἶπεν εἰς τὰς γυναῖκας του· “Ἀδὰ καὶ Σελλά, ἀκούσατε τὴν φωνὴν μου· γυναῖκες Λάμεχ ἀνοίξατε τὰ αὐτιὰ σας διὰ νὰ ἀκούσετε τοὺς λόγους μου· ἐφόνευσα ἕνα ἄνδρα, διότι μὲ ἐπλήγωσε, καὶ ἕνα νεανίαν διότι μὲ ἐτραυμάτισε.
Γεν. 4,24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.
Γεν. 4,24 Ἑπτὰ φορὰς ἐτιμωρήθη ὁ Κάϊν διὰ τὸν φόνον τοῦ ἀδελφοῦ του, ἑβδομήκοντα φορὰς ἑπτὰ θὰ τιμωρῶ ἐγὼ ὁ Λάμεχ ἐκεῖνον, ποὺ θὰ τολμήση νὰ μὲ θίξῃ”.
Γεν. 4,25 Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.
Γεν. 4,25 Ὁ δὲ Ἀδὰμ ἐγνώρισε πάλιν τὴν γυναῖκα αὐτοῦ, ἡ ὁποία ἔμεινεν ἔγκυος καὶ ἐγέννησεν υἱόν, τὸν ὁποῖον ὠνόμασε Σὴθ λέγουσα· “ὁ Θεός μοῦ ἔδωσε ἄλλο παιδὶ ἀντὶ τοῦ Ἄβελ, τὸν ὁποῖον ἐφόνευσεν ὁ Κάϊν”.
Γεν. 4 ,26 καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
Γεν. 4 ,26 Ὁ δὲ Σὴθ ἀπέκτησεν υἱόν, τὸν ὁποῖον ὠνόμασεν Ἐνώς. Αὐτὸς δὲ ὁ Ἐνώς ἐπίστευεν καὶ ἤλπιζεν στὸν Θεόν, ἐλάτρευε καὶ ἐπεκαλεῖτο πάντοτε τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.
Γεν. 5,1 Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδάμ, κατ᾿ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν·
Γεν. 5,1 Αὐτὴ εἶναι ἡ ἱστορία τῆς δημιουργίας τῶν πρώτων ἀνθρώπων, ὅταν ὁ Θεὸς ἐδημιούργησε τὸν Ἀδάμ. Ἐδημιούργησεν αὐτὸν κατ' εἰκόνα Θεοῦ.
Γεν. 5,2 ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εὐλόγησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἀδάμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς·
Γεν. 5,2 Ἀπ' ἀρχῆς ἄνδρα καὶ γυναῖκα ἐδημιούργησεν ὁ Θεός, τοὺς ὁποίους καὶ εὐλόγησε. Κατὰ δὲ τὴν ἡμέραν κατὰ τὴν ὁποίαν τοὺς ἐδημιούργησεν, ἔδωσεν στὸν πρῶτον ἄνθρωπον τὸ ὄνομα Ἀδάμ.
Γεν. 5,3 ἔζησε δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ.
Γεν. 5,3 Ἔζησε δὲ ὁ Ἀδὰμ διακόσια τριάκοντα ἔτη καὶ ἐγέννησε κατὰ τὰ χαρακτηριστικὰ αὐτοῦ σωματικὰ καὶ ψυχικὰ ἰδιώματα υἱόν, τὸν ὁποῖον ὠνόμασε Σήθ.
Γεν. 5,4 ἐγένοντο δὲ αἱ ἡμέραι τοῦ Ἀδάμ, ἃς ἔζησε μετά τὸ γεννῆσαι αὐτὸν τὸν Σήθ, ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,4 Μετὰ δὲ τὴν γέννησιν τοῦ Σὴθ ἔζησεν ὁ Ἀδὰμ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,5 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδάμ, ἃς ἔζησε, τριάκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανεν.
Γεν. 5,5 Ὅλα τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Ἀδάμ, ἀνῆλθον εἰς ἐννεακόσια τριάκοντα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανε.
Γεν. 5,6 Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη καὶ ἐγέννησε τὸν Ἐνώς.
Γεν. 5,6 Ὁ δὲ Σὴθ ὅταν ἦτο εἰς ἡλικίαν διακοσίων πέντε ἐτῶν, ἐγέννησε τὸν Ἐνώς.
Γεν. 5,7 καὶ ἔζησε Σὴθ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼς ἑπτὰ ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,7 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἐνώς ἔζησεν ἑπτακόσια ἑπτὰ ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,8 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ δώδεκα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,8 Ὅλα τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Σὴθ ἀνῆλθον εἰς ἐννεακόσια δώδεκα καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 5,9 Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐνενήκοντα καὶ ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 5,9 Ὁ Ἐνώς, ὅταν ἔφθασεν εἰς ἡλικίαν ἑκατὸν ἐνενήκοντα ἐτῶν, ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 5,10 καὶ ἔζησεν Ἐνὼς μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν πεντεκαίδεκα ἔτη καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,10 Ἔζησε δὲ μετὰ τὴν γέννησιν τοῦ Καϊνᾶν ἑπτακόσια δέκα πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,11 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
Γεν. 5,11 Ἔζησε ἐν συνόλῳ ἐννεακόσια πέντε ἔτη καὶ ἀπέθανεν.
Γεν. 5,12 Καὶ ἔζησε Καϊνᾶν ἑβδομήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Μαλελεήλ.
Γεν. 5,12 Ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν ἑβδομήκοντα ἐτῶν ἐγέννησε τὸν Μαλελεήλ.
Γεν. 5,13 καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαλελεὴλ τεσσαράκοντα καὶ ἑπτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,13 Μετὰ τὴν γέννησιν τοῦ Μαλελεὴλ ἔζησεν ὁ Καϊνᾶν ἑπτακόσια τεσσαράκοντα ἀκόμη ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,14 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέρα Καϊνᾶν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε.
Γεν. 5,14 Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Καϊνᾶν ἐπανῆλθον εἰς ἐννεακόσια δέκα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.
Γεν. 5,15 Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ἰάρεδ.
Γεν. 5,15 Ὁ δὲ Μαλελεήλ, ὅταν ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν, ἀπέκτησε τὸν Ἰάρεδ.
Γεν. 5,16 καὶ ἔζησε Μαλελεὴλ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἰάρεδ ἔτη τριάκοντα καὶ ἑπτακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,16 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἰάρεδ ἔζησεν ὁ Μαλελεὴλ ἑπτακόσια τριάκοντα ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,17 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεήλ, ἔτη πέντε καὶ ἐνενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε.
Γεν. 5,17 Ὅλα δὲ τὰ ἔτη τῆς ζωῆς τοῦ Μαλελεὴλ ἀνῆλθον εἰς ὀκτακόσια ἐνενήκοντα πέντε, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.
Γεν. 5,18 Καὶ ἔζησεν Ἰάρεδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Ἐνώχ.
Γεν. 5,18 Ὁ Ἰάρεδ, ὅταν ἦτο ἑκατὸν ἑξήκοντα δύο ἐτῶν, ἀπέκτησε τὸν Ἐνώχ.
Γεν. 5,19 καὶ ἔζησεν Ἰάρεδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἐνὼχ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,19 Καὶ ἔζησε μετὰ τὴν γέννησιν τοῦ Ἐνὼχ ὀκτακόσια ἔτη, κατὰ τὰ ὁποῖα ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,20 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἰάρεδ δύο καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,20 Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Ἰάρεδ ἐνῆλθον εἰς ἐννεακόσια ἑξήκοντα δύο, ὁπότε καὶ ἀπέθανεν.
Γεν. 5,21 Καὶ ἔζησεν Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Μαθουσάλα.
Γεν. 5,21 Ὁ Ἐνὼχ εἰς ἡλικίαν ἑκατὸν ἑξήκοντα πέντε ἐτῶν ἐγέννησε τὸν Μαθουσάλα.
Γεν. 5,22 εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα διακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,22 Μετὰ τὴν γέννησιν τοῦ Μαθουσάλα ἔζησε ζωὴν εὐάρεστον στὸν Θεὸν ἐπὶ διακόσια ἔτη, κατὰ τὰ ὁποῖα ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,23 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼχ πέντε καὶ ἑξήκοντα καὶ τριακόσια ἔτη.
Γεν. 5,23 Ὅλα δὲ τὰ ἔτη, τὰ ὁποῖα ἔζησεν ὁ Ἐνώχ, ἀνῆλθον εἰς τριακόσια ἑξήκοντα πέντε.
Γεν. 5,24 καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ καὶ οὐχ εὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ Θεός.
Γεν. 5,24 Ὁ Ἐνώχ, διὰ τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν αὐτοῦ, ἔγινεν ἀγαπητὸς καὶ ἀρεστὸς στὸν Θεόν. Δι' αὐτὸ καὶ ἐξηφανίσθη ἀπὸ τὴν γῆν, διότι ὁ Θεὸς τὸν μετέθεσε ζῶντα στοὺς οὐρανούς.
Γεν. 5,25 Καὶ ἔζησε Μαθουσάλα ἑπτὰ ἔτη καὶ ἑξήκοντα καὶ ἑκατὸν καὶ ἐγέννησε τὸν Λάμεχ.
Γεν. 5,25 Ὁ Μαθουσάλα, ὅταν ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν ἑκατὸν ἑξήκοντα ἑπτὰ ἐτῶν, ἐγέννησε τὸν Λάμεχ.
Γεν. 5 ,26 καὶ ἔζησε Μαθουσάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Λάμεχ δύο καὶ ὀκτακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5 ,26 Μετὰ δὲ τὴν γέννησιν τοῦ Λάμεχ ἔζησεν ἀκόμη ὀκτακόσια δύο ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,27 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαθουσάλα, ἃς ἔζησεν, ἐννέα καὶ ἑξήκοντα καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,27 Ὅλα δὲ τὰ ἔτη τῆς ζωῆς τοῦ Μαθουσάλα ἀνῆλθον εἰς ἐννεακόσια ἑξήκοντα ἐννέα, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.
Γεν. 5,28 Καὶ ἔζησε Λάμεχ ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησεν υἱόν.
Γεν. 5,28 Ὁ Λάμεχ εἰς ἡλικίαν ἑκατὸν ὀγδοήκοντα ὀκτὼ ἐτῶν ἀπέκτησε υἱόν.
Γεν. 5,29 καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε λέγων· οὗτος διαναπαύσει ἡμᾶς ἀπό τῶν ἔργων ἡμῶν καὶ ἀπὸ τῶν λυπῶν τῶν χειρῶν ἡμῶν καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός.
Γεν. 5,29 Ὠνόμασε δὲ αὐτὸν Νῶε, λέγων ὅτι “οὗτος θὰ μᾶς ἀναπαύσῃ ἀπὸ τὰ κοπιώδη καὶ κακὰ ἡμῶν ἔργα, ἀπὸ τὰς θλίψεις τῶν ἔργων τῶν χειρῶν μας καὶ ἀπὸ τοὺς κόπους τῆς ἀγόνου γῆς, τὴν ὁποίαν ἔχει καταρασθῆ ὁ Θεός”.
Γεν. 5,30 καὶ ἔζησε Λάμεχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,30 Ἐζησεν ὁ Λάμεχ μετὰ τὴν γέννησιν τοῦ Νῶε πεντακόσια ἑξήκοντα πέντε ἔτη καὶ ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας.
Γεν. 5,31 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἑπτακόσια καὶ πεντήκοντα τρία ἔτη, καὶ ἀπέθανε.
Γεν. 5,31 Ὅλα τὰ ἔτη τῆς ζωῆς τοῦ Λάμεχ ἔφθασαν τὰ ἑπτακόσια πεντήκοντα τρία, μετὰ τὰ ὁποῖα καὶ ἀπέθανεν.
Γεν. 5,32 Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων καὶ ἐγέννησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, καὶ τὸν Ἰάφεθ.
Γεν. 5,32 Ὁ δὲ Νῶε ἦτο πεντακοσίων ἐτῶν, ὅταν ἀπέκτησε τοὺς τρεῖς υἱούς του, τὸν Σήμ, τὸν Χὰμ καὶ τὸν Ἰάφεθ.
Γεν. 6,1 Καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Γεν. 6,1 Ὅταν ἤρχισαν νὰ πληθύνωνται οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἐπληθύνοντο ἀναλόγως καὶ αἱ γυναῖκες τῶν ἁμαρτωλῶν ἀνθρώπων, τῶν ἀπογόνων τοῦ Κάϊν.
Γεν. 6,2 ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο.
Γεν. 6,2 Οἱ ἄνθρωποι τοῦ Θεοῦ, ἰδόντες ὅτι αἱ γυναῖκες τοῦ διεφθαρμένου κόσμου ἦσαν ὡραῖαι, κατὰ τρόπον δὲ σαρκικὸν σκεπτόμενοι καὶ ἀπὸ τὴν ἐξωτερικὴν ὡραιότητα ἑλκυόμενοι ἐξέλεξαν καὶ ἔλαβον συζύγους ἀπὸ τὰς θυγατέρας τῶν διεφθαρμένων ἀνθρώπων.
Γεν. 6,3 καὶ εἶπε Κύριος ὁ Θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας, ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν εἴκοσιν ἔτη.
Γεν. 6,3 Εἶδεν ὁ Θεὸς τὴν σαρκικότητα αὐτὴν τῶν ἀνθρώπων καὶ εἶπε· “δὲν θὰ παραμείνῃ πλέον τὸ πνεῦμα μου στοὺς ἀνθρώπους τούτους, διότι κυριαρχοῦνται ἐξ ὁλοκλήρου ἀπὸ σαρκικὰ φρονήματα. Ὀλαι δὲ αἱ ὑπολειπόμεναι ἡμέραι τῆς ζωῆς των θὰ περιορισθοῦν μόνον εἰς ἑκατὸν εἴκοσιν ἔτη”.
Γεν. 6,4 οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις· καὶ μετ᾿ ἐκεῖνο, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ᾿ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί.
Γεν. 6,4 Τὴν ἐποχὴν ἐκείνην ὑπῆρχον οἱ γίγαντες εἰς τὴν γῆν. Ἀλλὰ καὶ κατόπιν, ὅταν οἱ ἄνθρωποι τοῦ Θεοῦ ἐλάμβανον ὡς συζύγους γυναῖκας τοῦ ἁμαρτωλοῦ κόσμου, ἐγεννοῦσαν γίγαντας. Οἱ δὲ γίγαντες ἐκεῖνοι καὶ διαβόητοι ἄνθρωποι ἐπὶ τῆς γῆς.
Γεν. 6,5 Ἰδὼν δὲ Κύριος ὁ Θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας,
Γεν. 6,5 Ὁ Θεὸς ἰδὼν ὅτι ἐπληθύνθησαν καὶ ἐπληθύνοντο συνεχῶς αἱ ἁμαρτίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ ὅτι ἡ καρδία παντὸς ἀνθρώπου ἦτο δοσμένη εἰς τὴν ἁμαρτίαν, καὶ τὰ πονηρὰ πάντοτε ἔργα εἶχεν ὡς ἀντικείμενον τῶν ἐπιθυμιῶν καὶ σκέψεών της,
Γεν. 6,6 καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη.
Γεν. 6,6 ἐσκέφθη ὅτι αὐτὸς ἐδημιούργησεν εἰς τὴν γῆν τὸν ἄνθρωπον νὰ ζῇ κατὰ τὸ θεῖον θέλημα καὶ ἐλυπήθη διὰ τὸ κατάντημα τῶν ἀνθρώπων.
Γεν. 6,7 καὶ εἶπεν ὁ Θεός· ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπό ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι μετεμελήθην ὅτι ἐποίησα αὐτούς.
Γεν. 6,7 Ἀπεφάσισε δὲ ὁ Θεὸς καὶ εἶπε· “θὰ ἐξαφανίσω ἀπὸ τὸ πρόσωπον τῆς γῆς τὸν ἄνθρωπον, τὸν ὁποῖον ἐδημιούργησα, καὶ μαζῆ μὲ αὐτὸν κάθε ἄλλο ζωντανὸν ὂν ἀπὸ ἀνθρώπου μέχρι κτήνους, ἀπὸ τὰ ἑρπετὰ τῆς γῆς ἕως τὰ πτηνὰ τοῦ οὐρανοῦ, διότι μετεμελήθην ποὺ τοὺς ἐδημιούργησα”.
Γεν. 6,8 Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ.
Γεν. 6,8 Ὁ Νῶε ὅμως διὰ τὴν ἀρετὴν αὐτοῦ ἀπελάμβανε τὴν εὐμένειαν καὶ προστασίαν τοῦ Θεοῦ.
Γεν. 6,9 Αὗται δὲ αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε.
Γεν. 6,9 Αὐτὴ δὲ εἶναι ἡ ἱστορία καὶ τὰ γεγονότα τῆς ἐποχῆς τοῦ Νῶε. Ὁ Νῶε ἦτο ἄνθρωπος δίκαιος, τέλειος εἰς τὴν ἐποχήν του. Διὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν αὐτοῦ ἦτο εὐάρεστος ἐνώπιον τοῦ Θεοῦ.
Γεν. 6,10 ἐγέννησε δὲ Νῶε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ.
Γεν. 6,10 Ἀπέκτησε τρεῖς υἱούς, τὸν Σήμ, τὸν Χὰμ καὶ τὸν Ἰάφεθ.
Γεν. 6,11 ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Γεν. 6,11 Οἱ ἄνθρωποι ὅμως τῆς ἐποχῆς ἐκείνης εἶχον παρεκτραπῆ καὶ διαφθαρῆ ἐνώπιον τοῦ Θεοῦ καὶ ἐπλημμύρησεν ἡ γῆ ἀπὸ κάθε ἀδικίαν.
Γεν. 6,12 καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς.
Γεν. 6,12 Εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, ὅπου κατοικοῦσαν οἱ ἄνθρωποι, ὅτι ἦτο ἀθεραπεύτως διεφθαρμένη, διότι κάθε ἄνθρωπος εἶχε παρεκκλίνει ἀπὸ τὴν εὐθεῖαν ὁδὸν καὶ ἐπορεύετο τὸν δρόμον τῆς διαφθορᾶς.
Γεν. 6,13 καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ᾿ αὐτῶν, καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.
Γεν. 6,13 Εἶπε τότε Κύριος ὁ Θεὸς πρὸς τὸν Νῶε· “τὸ τέλος ὅλων τῶν ἀνθρώπων ἔφθασε, διότι ἐγέμισεν ἡ γῆ ἀπὸ τὰς ἁμαρτίας των. Καὶ ἰδοὺ ὅτι ἐγὼ θὰ καταστρέψω αὐτοὺς καὶ τὴν γῆν, εἰς τὴν ὁποίαν κατοικοῦν.
Γεν. 6,14 ποίησον οὖν σεαυτῷ κιβωτὸν ἐκ ξύλων τετραγώνων· νοσσιὰς ποιήσεις τὴν κιβωτὸν καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν καὶ ἔξωθεν τῇ ἀσφάλτῳ.
Γεν. 6,14 Σὺ ὅμως νὰ κατασκευάσῃς διὰ τὸν ἑαυτόν σου μίαν κιβωτὸν ἀπὸ ξύλα πλανισμένα τετράγωνα· νὰ τὴν χωρίσῃς εἰς μικρὰ δωμάτια καὶ νὰ τὴν ἀλείψῃς μὲ πίσσαν ἀπὸ μέσα καὶ ἀπ' ἔξω.
Γεν. 6,15 καὶ οὕτω ποιήσεις τὴν κιβωτόν· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκοντα πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς·
Γεν. 6,15 Ὡς ἑξῆς θὰ κατασκεύασῃς τὴν κιβωτόν. Τὸ μῆκος αὐτῆς θὰ εἶναι τριακόσιοι πήχεις (156 μέτρα) τὸ πλάτος της πεντήκοντα πήχεις καὶ τὸ ὕψος της τριάκοντα πήχεις.
Γεν. 6,16 ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων· κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν.
Γεν. 6,16 Θὰ συγκλείσῃς δὲ τὰς πλευρὰς τῆς κιβωτοῦ στὸ ὕψος, ὥστε ἡ ἐπάνω σκέπη αὐτῆς θὰ ἔχῃ τὸ πλάτος ἑνὸς μόνον πήχεως. Τὴν θύραν τῆς κιβωτοῦ θὰ τὴν κατασκευάσῃς εἰς τὰ πλάγια αὐτῆς. Θὰ διαιρέσῃς τὴν κιβωτὸν εἰς τρεῖς ὀρόφους, στὸ ἰσόγειον, τὸν πρῶτον ὄροφον καὶ τὸν δεύτερον.
Γεν. 6,17 ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς, ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς, τελευτήσει.
Γεν. 6,17 Ἐγὼ δὲ θὰ ἐξαπολύσω τὸν κατακλυσμόν, ὕδατα πολλὰ ἐπάνω εἰς τὴν ἐπιφάνειαν τῆς γῆς, ὥστε νὰ καταστραφῇ κάθε σάρξ, κάθε τι τὸ ὁποῖον κάτω ἀπὸ τὸν οὐρανὸν ἔχει ζωὴν ὅλα ὅσα ὑπάρχουν ἐπάνω εἰς τὴν γῆν, ἄνθρωποι καὶ πτηνὰ καὶ τετράποδα καὶ ἑρπετὰ θὰ ἀποθάνουν.
Γεν. 6,18 καὶ στήσω τὴν διαθήκην μου μετὰ σοῦ· εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ.
Γεν. 6,18 Σὺ ὅμως διὰ τὴν ἀρετήν σου θὰ σωθῇς θὰ εἰσέλθῃς εἰς τὴν κιβωτόν, σὺ καὶ τὰ παιδιά σου καὶ ἡ γυναίκα σου καὶ αἱ γυναῖκες τῶν παιδιῶν σου μαζῆ μὲ σέ.
Γεν. 6,19 καὶ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν καὶ ἀπὸ πάντων τῶν θηρίων καὶ ἀπὸ πάσης σαρκός, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτόν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται.
Γεν. 6,19 Καὶ θὰ πάρῃς μαζῆ σου ἀπὸ ὅλα τὰ κτήνη καὶ ἀπὸ ὅλα τὰ ἑρπετὰ καὶ ἀπὸ ὅλα τὰ θηρία καὶ ἀπὸ κάθε εἶδος ποὺ ζῇ εἰς τὴν γῆν κατὰ ζεύγη, θὰ τὰ εἰσαγάγῃς εἰς τὴν κιβωτόν, ὥστε μαζῆ μὲ σὲ νὰ σωθοῦν, καὶ σὺ θὰ ἔχῃς τὴν φροντίδα τῆς διατροφῆς των. Κάθε ζεῦγος ζώων θὰ ἀποτελῆται ἀπὸ ἀρσενικὸν καὶ θηλυκόν.
Γεν. 6,20 ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετεινῶν κατὰ γένος, καὶ ἀπὸ πάντων τῶν κτηνῶν κατὰ γένος καὶ ἀπὸ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ τρέφεσθαι μετὰ σοῦ, ἄρσεν καὶ θῆλυ.
Γεν. 6,20 Θὰ πάρῃς μαζῆ σου ἀπὸ ὅλα τὰ εἴδη τῶν κτηνῶν, τῶν μικρῶν καὶ τῶν μεγάλων, καὶ ἀπὸ ὅλα τὰ ἑρπετὰ ποὺ ἕρπουν εἰς τὴν γῆν κατὰ τὸ γένος αὐτῶν. Ζεῦγος ἄρσεν καὶ θῆλυ ἀπὸ ὅλα αὐτὰ θὰ εἰσέλθουν εἰς τὴν κιβωτόν, διὰ νὰ διασωθοῦν καὶ τραφοῦν μαζῆ σου.
Γεν. 6,21 σὺ δὲ λήψῃ σεαυτῷ ἀπὸ πάντων τῶν βρωμάτων, ἃ ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτόν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν.
Γεν. 6,21 Σὺ δὲ θὰ πάρῃς ἀκόμη μαζῆ σου ἀπὸ ὅλα τὰ εἴδη τῶν τροφῶν, τὰς ὁποίας τρώγετε, καὶ θὰ τὰς συγκεντρώσῃς διὰ τὸν ἑαυτόν σου. Ἀκόμη δὲ θὰ μεριμνήσῃς καὶ διὰ τὴν διατροφὴν τῶν ζώων, ὥστε καὶ σὺ καὶ ἐκεῖνα νὰ ἔχουν τροφὰς κατὰ τὸ διάστημα τοῦ κατακλυσμοῦ.
Γεν. 6,22 καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός, οὕτως ἐποίησε.
Γεν. 6,22 Ὁ Νῶε ἐξετέλεσε μὲ ἀκρίβειαν ὅλα ὅσα διέταξε Κύριος ὁ Θεός· ἔπραξεν, ὅπως ἐκεῖνος εἶχε διατάξει.
Γεν. 7,1 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ.
Γεν. 7,1 Τότε εἶπε Κύριος ὁ Θεὸς πρὸς τὸν Νῶε• “εἴσελθε σὺ καὶ ὅλη ἡ οἰκογένειά σου εἰς τὴν κιβωτόν, διότι μόνον σὲ μέσα εἰς τὴν γενεὰν αὐτὴν εὑρῆκα πιστὸν καὶ ἐνάρετον ἐνώπιόν μου.
Γεν. 7,2 ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ,
Γεν. 7,2 Ἀπὸ τὰ ζῶα τὰ καθαρὰ εἰσάγαγε εἰς τὴν κιβωτὸν ἀνὰ ἑπτὰ ζεύγη, ἄρσεν καὶ θῆλυ· ἀπὸ δὲ τὰ κτήνη τὰ μὴ καθαρὰ ἀνὰ δύο ζεύγη ἄρσεν καὶ θῆλυ.
Γεν. 7,3 καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπί πᾶσαν τὴν γῆν.
Γεν. 7,3 Ἐπίσης ἀπὸ τὰ πτηνὰ τοῦ οὐρανοῦ τὰ καθαρὰ ἀνὰ ἑπτὰ ζεύγη, ἄρσεν καὶ θῆλυ καὶ ἀπὸ ὅλα τὰ πτηνὰ τὰ μὴ καθαρὰ ἀνὰ δύο ζεύγη, ἄρσεν καὶ θῆλυ, ὥστε νὰ διατραφοῦν καὶ σωθοῦν ἀπὸ τὸν κατακλυσμὸν καὶ πολλαπλασιασθοῦν κατόπιν εἰς ὅλην τὴν γῆν.
Γεν. 7,4 ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς.
Γεν. 7,4 Κάμε σύντομα τοῦτο, διότι μετὰ ἑπτὰ ἡμέρας θὰ ἐξαπολύσω κατακλυσμὸν εἰς ὁλόκληρον τὴν γῆν ἐπὶ τεσσαράκοντα ἡμερονύκτια καὶ θὰ ἐξαφανίσω ἀπὸ τὸ πρόσωπον τῆς γῆς ἀνθρώπους καὶ ζῶα, τὰ ὁποῖα εἶχον δημιουργήσει”.
Γεν. 7,5 καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.
Γεν. 7,5 Καὶ ἐξετέλεσεν ὁ Νῶε ὅλα ὅσα διέταξε καὶ ὑπέδειξεν εἰς αὐτὸν Κύριος ὁ Θεός.
Γεν. 7,6 Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς.
Γεν. 7,6 Ὁ δὲ Νῶε ἦτο ἑξακοσίων ἐτῶν τότε, ποὺ ἔγινεν ὁ κατακλυσμὸς εἰς τὴν γῆν.
Γεν. 7,7 εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατατακλυσμοῦ.
Γεν. 7,7 Εἰσῆλθε, σύμφωνα μὲ τὴν διαταγὴν τοῦ Θεοῦ, εἰς τὴν κιβωτὸν αὐτὸς καὶ μαζῆ μὲ αὐτὸν τὰ παιδιά του καὶ ἡ γυναίκα του καὶ αἱ γυναῖκες τῶν παιδιῶν του, διὰ νὰ σωθοῦν ἀπὸ τὰ ὕδατα τοῦ κατακλυσμοῦ.
Γεν. 7,8 καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς
Γεν. 7,8 Μαζῆ του ἐπίσης εἰσῆλθον ἀπὸ τὰ καθαρὰ καὶ ἀκάθαρτα πτηνά, ἀπὸ τὰ καθαρὰ καὶ ἀκάθαρτα ζῶα καὶ ἀπὸ ὅλα τὰ ἑρπετά, ποὺ σύρονται εἰς τὴν γῆν.
Γεν. 7,9 δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε.
Γεν. 7,9 Εἰσῆλθον μαζῆ μὲ τὸν Νῶε εἰς τὴν κιβωτὸν κατὰ ζεύγη, ἀρσενικὸν καὶ θηλυκόν, ὅπως εἶχε διατάξει ὁ Θεός.
Γεν. 7,10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς.
Γεν. 7,10 Ἑπτὰ δὲ ἡμέρας μετὰ τὴν εἴσοδον αὐτῶν ἐξεχύθησαν τὰ ὕδατα τοῦ κατακλυσμοῦ ἐπάνω εἰς τὴν γῆν.
Γεν. 7,11 ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν.
Γεν. 7,11 Κατὰ τὸ ἑξακοσιοστὸν ἔτος τῆς ἡλικίας τοῦ Νῶε, εἰς τὰς εἴκοσι δύο τοῦ δευτέρου μηνὸς διερράγησαν ὅλαι αἱ πηγαὶ τῶν ὑπογείων ὑδάτων καὶ τῶν θαλασσῶν καὶ ἤνοιξαν οἱ καταρράκται τοῦ οὐρανοῦ εἰς καταρρακτώδεις βροχάς.
Γεν. 7,12 καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
Γεν. 7,12 Ἔβρεχε δὲ συνεχῶς ἐπὶ τεσσαράκοντα ἡμερονύκτια εἰς τὴν γῆν.
Γεν. 7,13 ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν.
Γεν. 7,13 Κατὰ τὴν ἡμέραν αὐτήν, ὅπως εἶχε διατάξει ὁ Θεός, εἰσῆλθεν εἰς τὴν κιβωτὸν ὁ Νῶε καὶ τὰ παιδιά του, ὁ Σήμ, ὁ Χὰμ καὶ ὁ Ἰάφεθ, ἡ γυναίκα τοῦ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν παιδιῶν του.
Γεν. 7,14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ
Γεν. 7,14 Μαζῆ του ἐπίσης εἶχον εἰσέλθει ὅλα τὰ θηρία κατὰ τὰ εἴδη αὐτῶν καὶ ὅλα τὰ κτήνη κατὰ τὰ εἴδη αὐτῶν καὶ ὅλα τὰ εἴδη τῶν ἑρπετῶν ποὺ σύρονται εἰς τὴν γῆν, καὶ ὅλα τὰ πτηνὰ τοῦ οὐρανοῦ κατὰ τὰ εἴδη αὐτῶν.
Γεν. 7,15 εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς.
Γεν. 7,15 Κατὰ ζεύγη, ἄρρενα καὶ θήλεα, εἰσῆλθον μαζῆ μὲ τὸν Νῶε εἰς τὴν κιβωτόν, κάθε ζωντανόν τῆς ξηρᾶς.
Γεν. 7,16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ.
Γεν. 7,16 Τὰ εἰσελθόντα εἰς τὴν κιβωτὸν ζῶα ἦσαν ἀπὸ ὅλα τὰ εἴδη ἀρσενικὰ καὶ θηλυκά, ὅπως εἶχε διατάξει ὁ Θεὸς τὸν Νῶε. Καὶ ἀφοῦ τὰ πάντα ἠσφαλίσθησαν εἰς τὴν κιβωτόν, ἔκλεισεν ὁ ἴδιος ὁ Θεὸς ἀπ' ἔξω τὴν κιβωτόν.
Γεν. 7,17 Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς.
Γεν. 7,17 Ὁ κατακλυσμὸς ἐγίνετο ἐπὶ τεσσαράκοντα κατὰ συνέχειαν ἡμερονύκτια εἰς τὴν γῆν καὶ ἐπληθύνθη πάρα πολὺ τὸ νερὸ ἐπάνω εἰς τὴν γῆν, ἀνεσήκωσε τὴν κιβωτὸν εἰς τὴν ἐπιφάνειάν του καὶ τὴν ὕψωσεν ἐπάνω ἀπὸ τὴν γῆν.
Γεν. 7,18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καί ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος.
Γεν. 7,18 Καὶ ἐκυριάρχει συνεχῶς τὸ ὕδωρ καὶ ἐπληθύνετο ὁλονὲν καὶ περισσότερον ἐπάνω εἰς τὴν γῆν, ἡ δὲ κιβωτὸς ἐφέρετο ἐπάνω εἰς τὰ ὕδατα.
Γεν. 7,19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ·
Γεν. 7,19 Καὶ ἐξωγκώθη ἀκόμη περισσότερον τὸ ὕδωρ καὶ ὑπερεπληθύνθη καὶ ἐσκέπασεν ὅλα τὰ ὄρη τὰ ὑψηλά, ὅσα ὑπῆρχον κάτω ἀπὸ τὸν οὐρανόν.
Γεν. 7,20 πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά.
Γεν. 7,20 Δέκα πέντε πήχεις ἐπάνω ἀπὸ τὰ ὑψηλότερα ὄρη ὑψώθη τὸ ὕδωρ καὶ ἐσκέπασεν ἐξ ὁλοκλήρου αὐτά.
Γεν. 7,21 καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος.
Γεν. 7,21 Ἐπνίγη δὲ καὶ ἀπέθανε μέσα εἰς τὰ ὕδατα τοῦ κατακλυσμοῦ κάθε ζωϊκὴ ὕπαρξις τῆς γῆς, τὰ πτηνὰ τοῦ οὐρανοῦ καὶ τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ ποὺ σύρονται εἰς τὴν γῆν καὶ κάθε ἀνθρωπος·
Γεν. 7,22 καὶ πάντα, ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν, ὃ ἦν ἐπὶ τῆς ξηρᾶς, ἀπέθανε.
Γεν. 7,22 καὶ ὅλα ὅσα ἔχουν ζωὴν καὶ ἀναπνέουν, κάθε τι τὸ ὁποῖον ἔζη εἰς τὴν ξηρὰν ἐπνίγη.
Γεν. 7,23 καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπί προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ.
Γεν. 7,23 Τοιουτοτρόπως ὁ Θεὸς ἐξηφάνισε κάθε ζωντανὴν ὕπαρξιν ἐπὶ τῆς γῆς ἀπὸ ἀνθρώπου μέχρι τῶν κτηνῶν καὶ ἑρπετῶν καὶ πτηνῶν τοῦ οὐρανοῦ· τὰ πάντα ἐξηφανίσθησαν ἀπὸ τὸ πρόσωπον τῆς γῆς. Ἔμεινε δὲ ἐν τῇ ζωῇ μόνον ὁ Νῶε καὶ ὅσοι ἦσαν μαζῆ μὲ αὐτὸν εἰς τὴν κιβωτόν.
Γεν. 7,24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.
Γεν. 7,24 Καὶ τὸ ὕδωρ κατεπλημμύρισε τὴν ἐπιφάνειαν τῆς γῆς ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας.
Γεν. 8,1 Καὶ ἀνεμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων, ὅσα ἦν μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ, καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ,
Γεν. 8,1 Ἐνεθυμήθη δὲ ὁ Θεὸς τὸν Νῶε καὶ ὅλα τὰ θηρία καὶ ὅλα τὰ κτήνη καὶ ὅλα τὰ πτηνὰ καὶ ὅλα τὰ ἑρπετά, ποὺ σύρονται εἰς τὴν γῆν, ὅλα ὅσα εὑρίσκοντο μαζῆ μὲ τὸν Νῶε εἰς τὴν κιβωτόν· καὶ ἔστειλε τότε ὁ Θεὸς ἄνεμον εἰς τὴν γῆν, συνεπείᾳ τοῦ ὁποίου ἤρχισε νὰ ὑποχωρῇ καὶ νὰ ἐλαττώνεται τὸ ὕδωρ, ποὺ ἐσκέπαζε τὴν γῆν.
Γεν. 8,2 καὶ ἐπεκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ.
Γεν. 8,2 Ἐπωματίσθησαν κατὰ διαταγὴν τοῦ Θεοῦ αἱ πηγαὶ τῆς ξηρᾶς καὶ τῆς θαλάσσης, ἔκλεισαν οἱ καταρράκται τοῦ οὐρανοῦ καὶ ἐσταμάτησε τελείως ἡ κατακλυσμιαία βροχή.
Γεν. 8,3 καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας.
Γεν. 8,3 Τὸ ὕδωρ ὑποχωροῦσε ὁλονὲν καὶ περισσότερον καὶ ἀπεσύρετο ἀπὸ τὴν γῆν. Μετὰ ἑκατὸν πεντήκοντα ἡμέρας ἀπὸ τὴν ἔναρξιν τοῦ κατακλυσμοῦ ἤρχισε νὰ ὑποχωρῆ τὸ ὕδωρ.
Γεν. 8,4 καὶ ἐκάθισεν ἡ κιβωτὸς ἐν μηνὶ τῷ ἑβδόμῳ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ.
Γεν. 8,4 Ἡ κιβωτὸς ἐκάθισεν ὁμαλῶς εἰς τὰ ὄρη Ἀραρὰτ κατὰ τὴν εἰκοστὴν ἑβδόμην τοῦ ἑβδόμου μηνός.
Γεν. 8,5 τὸ δὲ ὕδωρ ἠλαττονοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ἐν τῷ δεκάτῳ μηνί, τῇ πρώτῃ τοῦ μηνός, ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων.
Γεν. 8,5 Τὸ δὲ ὕδωρ συνεχῶς ἠλαττώνετο μέχρι τοῦ δεκάτου μηνός. Κατὰ τὴν πρώτην τοῦ δεκάτου μηνὸς ἐφάνησαν αἱ κορυφαὶ καὶ τῶν ἄλλων ὀρέων.
Γεν. 8,6 καὶ ἐγένετο μετὰ τεσσαράκοντα ἡμέρας ἠνέῳξε Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα τοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ·
Γεν. 8,6 Τεσσαράκοντα δὲ ἡμέρας κατόπιν ἤνοιξεν ὁ Νῶε τὴν θυρίδα τῆς κιβωτοῦ, τὴν ὁποίαν εἶχε κατασκευάσει, καὶ ἀπέλυσε τὸν κόρακα, διὰ νὰ ἴδῃ ἐὰν ἔπαυσε νὰ ὑπάρχῃ νερὸ εἰς τὴν ξηράν.
Γεν. 8,7 καὶ ἐξελθών, οὐκ ἀνέστρεψεν ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς.
Γεν. 8,7 Ὁ κόραξ ἐξελθὼν ἀπὸ τὴν κιβωτὸν δὲν ἐπέστρεψε πλέον, οὔτε καὶ ὅταν ἐξηράνθη ἐντελῶς τὸ ὕδωρ ἀπὸ τὴν ἐπιφάνειαν τῆς γῆς.
Γεν. 8,8 καὶ ἀπέστειλε τὴν περιστερὰν ὀπίσω αὐτοῦ ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς.
Γεν. 8,8 Ἔπειτα ἀπὸ τὸν κόρακα ἔστειλεν ὁ Νῶε τὴν περιστεράν, διὰ νὰ ἴδῃ ἐὰν εἶχε παύσει τὸ ὕδωρ νὰ σκεπάζῃ τὴν ἐπιφάνειαν τῆς γῆς.
Γεν. 8,9 καὶ οὐχ εὑροῦσαι ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ἀνέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτόν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, καὶ ἐκτείνας τὴν χεῖρα ἔλαβεν αὐτήν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν.
Γεν. 8,9 Ἡ περιστερὰ ἐπειδὴ δὲν εὗρε τόπον ξηρόν, διὰ νὰ πατήσῃ καὶ ἀναπαυθῇ, διότι τὸ ὕδωρ ἐξηκολούθει νὰ καλύπτῃ τὴν ἐπιφάνειαν τῆς γῆς, ἐπέστρεψεν εἰς τὴν κιβωτόν. Ὁ Νῶε ἥπλωσε τὸ χέρι του, ἐπῆρε τὴν περιστερὰν καὶ τὴν εἰσήγαγεν εἰς τὴν κιβωτόν, ὅπου καὶ αὐτὸς εὑρίσκετο.
Γεν. 8,10 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ·
Γεν. 8,10 Ἐπερίμενεν ἑπτὰ ἀκόμη ἡμέρας καὶ ἀπέστειλε πάλιν τὴν περιστερὰν ἀπὸ τὴν κιβωτόν.
Γεν. 8,11 καὶ ἀνέστρεψε πρὸς αὐτὸν ἡ περιστερὰ τὸ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς, καὶ ἔγνω Νῶε ὅτι κεκόπακε τὸ ὕδωρ ἀπὸ τῆς γῆς.
Γεν. 8,11 Ἡ περιστερὰ ἐπέστρεψε πρὸς τὸν Νῶε κατὰ τὴν ἑσπέραν φέρουσα στὸ ράμφος της κλωναράκι ἐληᾶς. Ἐνόησε τότε ὁ Νῶε ὅτι εἶχεν ἀποσυρθῆ πλέον τὸ ὕδωρ ἀπὸ τὴν γῆν.
Γεν. 8,12 καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας, πάλιν ἐξαπέστειλε τὴν περιστεράν, καὶ οὑ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.
Γεν. 8,12 Ἐπερίμενεν ὁ Νῶε ἄλλας ἑπτὰ ἡμέρας καὶ ἔστειλε πάλιν τὴν περιστεράν. Ἀλλὰ ἡ περιστερὰ δὲν ἐπέστρεψε πλέον πρὸς αὐτόν.
Γεν. 8,13 καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνός, μιᾷ τοῦ μηνός, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ τῆς γῆς· καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς.
Γεν. 8,13 Ὅταν δὲ ὁ Νῶε ἦτο ἑξακοσίων καὶ ἑνὸς ἐτῶν, κατὰ τὴν πρώτην τοῦ πρώτου μηνός, ἐξηφηνίσθη ὁλοτελῶς ἀπὸ τὴν ἐπιφάνειαν τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Τότε ὁ Νῶε ἐξεσκέπασε τὴν στέγην τῆς κιβωτοῦ, τὴν ὁποίαν εἶχε κατασκευάσει, καὶ εἶδεν ὅτι πράγματι εἶχεν ἐκλείψει τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἀπὸ τὴν ξηράν.
Γεν. 8,14 ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός.
Γεν. 8,14 Κατὰ δὲ τὴν εἰκοστὴν ἑβδόμην τοῦ δευτέρου μηνὸς ἐστέγνωσεν ἡ ξηρὰ ἀπὸ τὰ ὕδατα τοῦ κατακλυσμοῦ.
Γεν. 8,15 Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε λέγων·
Γεν. 8,15 Τότε ὡμίλησε Κύριος ὁ Θεὸς πρὸς τὸν Νῶε καὶ τοῦ εἶπε·
Γεν. 8,16 ἔξελθε ἐκ τῆς κιβωτοῦ, σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ
Γεν. 8,16 “ἔβγα ἀπὸ τὴν κιβωτόν, σὺ μαζῆ δὲ μὲ σὲ καὶ ἡ γυναίκα σου καὶ τὰ παιδιά σου καὶ αἱ γυναῖκες τῶν παιδιῶν σου·
Γεν. 8,17 καὶ πάντα τὰ θηρία, ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ· καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς.
Γεν. 8,17 Βγάλε ἀπὸ τὴν κιβωτὸν ὅλα τὰ θηρία ὅσα ὑπάρχουν εἰς αὐτὴν καὶ κάθε τι ἔμψυχον ἀπὸ τὰ πτηνὰ ἕως τὰ κτήνη καὶ κάθε ἑρπετόν, ποὺ σύρεται εἰς τὴν γῆν, ὥστε τίποτε πλέον νὰ μὴ μείνῃ εἰς τὴν κιβωτόν. Αὐξάνεσθε καὶ πληθύνεσθε εἰς ὅλην τὴν γῆν”.
Γεν. 8,18 καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ.
Γεν. 8,18 Καὶ πράγματι ἐξῆλθεν ἀπὸ τὴν κιβωτὸν ὁ Νῶε καὶ ἡ σύζυγος αὐτοῦ, τὰ παιδιά του καὶ αἱ γυναῖκες τῶν παιδιῶν του μαζῆ μὲ αὐτόν.
Γεν. 8,19 καὶ πάντα τὰ θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινόν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐτῶν, ἐξήλθοσαν ἐκ τῆς κιβωτοῦ.
Γεν. 8,19 Ἐξῆλθον ἐπίσης ἀπὸ τὴν κιβωτὸν ὅλα τὰ θηρία καὶ ὅλα τὰ κτήνη καὶ κάθε πτηνὸν καὶ κάθε ἑρπετόν, ποὺ κινεῖται εἰς τὴν ἐπιφάνειαν τῆς γῆς, κατὰ τὸ εἶδος αὐτῶν.
Γεν. 8,20 καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀνήνεγκεν εἰς ὁλοκάρπωσιν ἐπὶ τὸ θυσιαστήριον.
Γεν. 8,20 Καὶ ἔκτισεν ὁ Νῶε θυσιαστήριον εἰς ἔκφρασιν εὐγνωμοσύνης καὶ δοξολογίας πρὸς τὸν Κύριον. Ἐπῆρε δὲ καὶ προσέφερε θυσίαν ὁλοκαυτώματος πρὸς τὸν Θεὸν ἀπὸ ὅλα τὰ καθαρὰ κτήνη καὶ ἀπὸ ὅλα τὰ καθαρὰ πτηνά.
Γεν. 8,21 καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας, καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· οὐ προσθήτω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ· οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα.
Γεν. 8,21 Ὁ δὲ Θεὸς ὠσφράνθη τὴν εὐώδη ὀσμὴν τῆς εὐχαριστηρίου θυσίας καὶ σκεφθεὶς ἀπεφάσισε καὶ εἶπε· “δὲν θὰ καταρασθῶ πλέον τὴν γῆν ἐξ αἰτίας τῶν πονηρῶν ἔργων τῶν ἀνθρώπων, μολονότι ἡ καρδία τοῦ κάθε ἀνθρώπου ρέπει καὶ εἶναι προσηλωμένη ἐπιμελῶς στὸ πονηρὸν ἐκ νεότητος αὐτοῦ. Δὲν θὰ πλήξω καὶ δὲν θὰ καταστρέψω ἄλλην φορὰν κάθε ζωντανὴν ὕπαρξιν ἐπὶ τῆς γῆς διὰ κατακλυσμοῦ, ὅπως ἔκαμα τώρα.
Γεν. 8,22 πάσας τὰς ἡμέρας τῆς γῆς, σπέρμα καὶ θερισμός, ψῦχος καὶ καῦμα, θέρος καὶ ἔαρ, ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσι.
Γεν. 8,22 Ἐφ' ὅσον θὰ ὑπάρχῃ ἡ γῆ, δὲν θὰ παύσουν νὰ ὑπάρχουν σπορὰ καὶ θερισμός, κρύο καὶ ζέστη, ἄνοιξις καὶ θέρος, ἡμέρα καὶ νύκτα.
Γεν. 9,1 Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
Γεν. 9,1 Εὐλόγησε τότε ὁ Θεὸς τὸν Νῶε καὶ τὰ παιδιὰ αὐτοῦ καὶ εἶπε πρὸς αὐτούς· “αὐξάνεσθε καὶ πληθύνεσθε καὶ ἁπλωθῆτε εἰς ὅλην τὴν γῆν καὶ γενῆτε κύριοι αὐτῆς.
Γεν. 9,2 καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.
Γεν. 9,2 Ἂς εἶσθε τρόμος καὶ φόβος εἰς ὅλα τὰ θηρία τῆς γῆς, εἰς ὅλα τὰ πτηνὰ τοῦ οὐρανοῦ, εἰς κάθε τι ποὺ ζῇ καὶ κινεῖται ἐπὶ τῆς ξηρᾶς, καὶ εἰς ὅλους τοὺς ἰχθύας τῆς θαλάσσης. Ὑπὸ τὴν ἐξουσίαν σας ἔδωκα ὅλα αὐτά.
Γεν. 9,3 καὶ πᾶν ἑρπετόν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.
Γεν. 9,3 Κάθε τι ποὺ ζῇ καὶ κινεῖται ἐπὶ τῆς γῆς, θὰ εἶναι πρὸς διατροφήν σας. Σᾶς δίδω ὅλα αὐτὰ εἰς τροφήν, ὅπως σᾶς ἔδωσα τὰ λάχανα καὶ τὰ χόρτα.
Γεν. 9,4 πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε·
Γεν. 9,4 Πλὴν ὅμως κρέας μαζῆ μὲ τὸ αἷμα, ἐπὶ τοῦ ὁποίου βασίζεται ἡ ζωὴ τοῦ ζώου, δὲν θὰ φάγετε.
Γεν. 9,5 καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.
Γεν. 9,5 Διὰ δὲ τὸ αἷμα τῶν συνανθρώπων σας, τὸ ὁποῖον τυχὸν μὲ τὰ χέρια σας ἐγκληματοῦντες θὰ χύσετε, θὰ τιμωρήσω διὰ τῶν ἀγρίων ζώων, τὰ ὁποῖα θὰ ἐξαπολύσω ἐναντίον σας. Ἀλλὰ καὶ δι΄ ἄλλου ἀνθρώπου θὰ τιμωρήσω ἐκεῖνον, ὁ ὁποῖος ἀφαιρεῖ ἀνθρωπίνην ζωήν.
Γεν. 9,6 ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
Γεν. 9,6 Ἐκεῖνος δηλαδὴ ὁ ὁποῖος χύνει αἷμα ἀνθρώπου, εἰς τιμωρίαν του διὰ τὸ ἐκχυθὲν ὑπ΄ αὐτοῦ αἷμα, θὰ φονευθῇ καὶ θὰ χυθῇ ἔτσι καὶ τὸ ἰδικὸν του αἷμα, διότι ἐγὼ ὁ Θεὸς ἐδημιούργησα κατ΄ εἰκόνα ἰδικήν μου τὸν ἀνθρωπον καὶ κανεὶς δὲν ἔχει τὸ δικαίωμα νὰ τοῦ ἀφαιρέσῃ τὴν ζωήν.
Γεν. 9,7 ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
Γεν. 9,7 Σεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ γεμίσατε ὅλην τὴν γῆν καὶ γενῆτε κύριοι αὐτῆς”.
Γεν. 9,8 Καὶ εἶπεν ὁ Θεός τῷ Νῷε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ᾿ αὐτοῦ λέγων·
Γεν. 9,8 Εἶπε δὲ ἀκόμη ὁ Θεὸς στὸν Νῶε καὶ εἰς τὰ παιδιὰ αὐτοῦ λέγων·
Γεν. 9,9 καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ᾿ ὑμᾶς
Γεν. 9,9 “ἰδοὺ ἐγὼ σήμερον συνάπτω καὶ κλείω μίαν συμφωνίαν μαζῆ σας καὶ μὲ τοὺς ἀπογόνους σας, οἱ ὁποῖοι θὰ σᾶς διαδεχθοῦν.
Γεν. 9,10 καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ᾿ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθ᾿ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
Γεν. 9,10 Ἡ συμφωνία καὶ ἡ ὑπόσχεσίς μου αὐτὴ ἐπεκτείνεται καὶ εἰς κάθε ζῶσαν ψυχήν, ποὺ ὑπάρχει μαζῆ σας καὶ γύρω σας, εἰς τὰ πτηνὰ τοῦ οὐρανοῦ καὶ εἰς ὅλα τὰ κτήνη καὶ τὰ θηρία τῆς γῆς, ὅσα μαζῆ μὲ σᾶς ἐξῆλθον ἀπὸ τὴν κιβωτόν.
Γεν. 9,11 καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος τοῦ καταφθεῖραι πᾶσαν τὴν γῆν.
Γεν. 9,11 Κάμνω διαθήκην καὶ σᾶς ὑπόσχομαι ὅτι δὲν θὰ καταστραφῇ ποτὲ πλέον τὸ ζωϊκὸν βασίλειον ἀπὸ ὕδατα τοῦ κατακλυσμοῦ καὶ δὲν θὰ γίνῃ ποτὲ κατακλυσμός, διὰ νὰ καταστρέψῃ ὅλην τὴν γῆν”.
Γεν. 9,12 καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ᾿ ὑμῶν εἰς γενεὰς αἰωνίους·
Γεν. 9,12 Εἶπε δὲ ἀκόμη Κύριος ὁ Θεὸς πρὸς τὸν Νῶε· “σημεῖον δὲ αὐτῆς τῆς ὑποσχέσεως, τὴν ὁποίαν ἐγὼ δίδω, ὥστε νὰ μένῃ μεταξὺ ἐμοῦ καὶ μεταξύ σας καὶ μεταξὺ πάσης ζώσης ὑπάρξεως ἡ ὁποία ὑπάρχει σήμερον μαζῆ σας καὶ θὰ ὑπάρχῃ εἰς γενεὰς γενεῶν, εἶναι τοῦτο·
Γεν. 9,13 τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
Γεν. 9,13 Θέτω τὸ οὐράνιον τόξον εἰς τὰ νέφη, καὶ αὐτὸ θὰ εἶναι εἰς σημεῖον καὶ εἰς ὑπόμνησιν τῆς διαθήκης μου μεταξὺ Ἐμοῦ καὶ ὅλων τῶν ζώντων ἐπὶ τῆς γῆς, ἀνθρώπων καὶ ζώων.
Γεν. 9,14 καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ,
Γεν. 9,14 Ὅταν θὰ συναθροίζω τὰ νέφη στὸν οὐρανὸν τῆς γῆς, θὰ φαίνεται τὸ οὐράνιον τόξον ἐπάνω εἰς αὐτά,
Γεν. 9,15 καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμόν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
Γεν. 9,15 καὶ θὰ ἐνθυμοῦμαι τὴν διαθήκην μου, τὴν ὁποίαν ἔκαμα πρός σᾶς καὶ πρὸς κάθε ἄλλην ζωντανὴν ὕπαρξιν, πρὸς κάθε σάρκα καὶ δὲν θὰ πέσῃ ὕδωρ ἐπὶ τῆς γῆς εἰς κατακλυσμὸν αὐτῆς, ὥστε νὰ καταστραφῇ κάθε ζῶσα ὕπαρξις ἀπὸ ἀνθρώπου ἕως ζώου.
Γεν. 9,16 καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πᾶσι σαρκί, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
Γεν. 9,16 Τοῦτο τὸ οὐράνιόν μου τόξον θὰ ὑπάρχῃ εἰς τὰ νέφη, καὶ θὰ τὸ βλέπω, ὥστε νὰ ἐνθυμοῦμαι, τὴν αἰωνίαν καὶ ἀπαράβατον συμφωνίαν μεταξὺ ἐμοῦ καὶ τῶν ἀνθρώπων τῆς γῆς καὶ πάσης ἄλλης ζωῆς ποὺ θὰ ὑπάρχῃ εἰς κάθε ζωϊκὸν ὀργανισμὸν ἐπάνω εἰς τὴν γῆν”.
Γεν. 9,17 καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
Γεν. 9,17 Εἶπεν ἀκόμη ὁ Θεὸς στὸν Νῶε· “λοιπὸν αὐτὸ τὸ οὐράνιον τόξον εἶναι τὸ αἰώνιον σημεῖον τῆς συμφωνίας, τὴν ὁποίαν ἔκαμα μεταξὺ ἐμοῦ καὶ παντὸς ζωϊκοῦ ὀργανισμοῦ ἐπὶ τῆς γῆς καὶ τῆς ὑποσχέσεώς μου ὅτι δὲν θὰ ἀποστείλω πλέον κατακλυσμὸν εἰς τὴν γῆν”.
Γεν. 9,18 Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ· Χάμ δὲ ἦν πατὴρ Χαναάν.
Γεν. 9,18 Τὰ παιδιὰ τοῦ Νῶε, τὰ ὁποῖα ἐξῆλθον ἀπὸ τὴν κιβωτόν, ἦσαν ὁ Σήμ, ὁ Χὰμ καὶ ὁ Ἰάφεθ. Ὁ Χὰμ ἦτο γενάρχης τῶν Χαναναίων.
Γεν. 9,19 τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπί πᾶσαν τὴν γῆν.
Γεν. 9,19 Αὐτοὶ οἱ τρεῖς ἦσαν οἱ υἱοὶ τοῦ Νῶε. Ἀπὸ αὐτοὺς δὲ ἐγεννήθησαν καὶ ἐπληθύνθησαν οἱ ἄνθρωποι καὶ διεσπάρησαν εἰς ὅλην τὴν γῆν.
Γεν. 9,20 Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα.
Γεν. 9,20 Ὁ Νῶε ἔγινε γεωργός, ἤρχισε νὰ καλλιεργῇ τὴν γῆν, καὶ ἐφύτευσε μεταξὺ τῶν ἄλλων, καὶ ἀμπελῶνα.
Γεν. 9,21 καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.
Γεν. 9,21 Ἔπιε δὲ ἀπὸ τὸν οἶνον καὶ ἐμέθυσε. Μεθυσμένος δὲ καθὼς ἦτο, ἐγυμνώθη ἐντός τῆς οἰκίας του, χωρὶς νὰ τὸ ἀντιληφθῇ.
Γεν. 9,22 καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.
Γεν. 9,22 Ὁ Χάμ, ὁ πρόγονος τῶν Χαναναίων, εἶδε τὴν γύμνωσιν τοῦ πατρός του καὶ ἐξελθὼν ἐγνωστοποίησεν ἐμπαικτικῶς τὸ γεγονὸς στοὺς δύο ἀδελφούς του, οἱ ὁποῖοι εὑρίσκοντο ἔξω.
Γεν. 9,23 καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοφανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.
Γεν. 9,23 Ἀμέσως δὲ ὁ Σὴμ καὶ ὁ Ἰάφεθ ἔλαβον τὸ ἱμάτιον τοῦ πατρὸς των, ἔθεσαν αὐτὸ στοὺς ὤμους των καὶ ὀπισθοβατοῦντες μέχρι τοῦ πατρὸς των ἐσκέπασαν τὴν γύμνωσιν αὐτοῦ ἔχοντες τὸ πρόσωπόν των πρὸς τὴν ἀντιθέτον διεύθυνσιν, καὶ ἔτσι δὲν εἶδον καθόλου τὴν γύμνωσιν τοῦ πατρὸς των.
Γεν. 9,24 ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος,
Γεν. 9,24 Ἀνένηψε καὶ συνῆλθε ὁ Νῶε ἀπὸ τὴν ἐπίδρασιν τοῦ οἴνου, ἔμαθε ὅσα ἔκαμεν ὁ νεώτερος υἱὸς του ὁ Χὰμ
Γεν. 9,25 καὶ εἶπεν· ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
Γεν. 9,25 καὶ εἶπε· “κατηραμένος θὰ εἶναι ὁ Χὰμ καὶ οἱ ἀπόγονοί του. Ὑπηρέτης καὶ δοῦλος θὰ εἶναι στοὺς ἀδελφοὺς του”.
Γεν. 9 ,26 καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.
Γεν. 9 ,26 Εἶπε δὲ ἀκόμη ὁ Νῶε· “εὐλογημένος ὁ Θεὸς τοῦ Σὴμ καὶ ὁ Χαναὰν θὰ εἶναι δοῦλος αὐτοῦ κατὰ τὴν δικαίαν ἀπόφασιν τοῦ Θεοῦ.
Γεν. 9,27 πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σὴμ καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
Γεν. 9,27 Ἂς αὐξήσῃ καὶ ἂς πλατύνῃ ὁ Θεὸς τὴν γενεὰν καὶ τὰς χώρας τοῦ Ἰάφεθ καὶ ἂς βάλῃ αὐτὸν νὰ κατοικῇ εἰς τὰς περιοχὰς τοῦ Σήμ, ὁ δὲ Χαναὰν ἂς γίνῃ ὑπηρέτης του”.
Γεν. 9,28 Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα.
Γεν. 9,28 Ἔζησε δὲ ὁ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη.
Γεν. 9,29 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν.
Γεν. 9,29 Ἔφθασαν ἐν συνόλῳ τὰ ἔτη τῆς ζωῆς τοῦ Νῶε ἐννεακόσια πεντήκοντα καὶ ἔπειτα ἀπέθανε.
Γεν. 10,1 Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.
Γεν. 10,1 Οἱ ἀπόγονοι, τῶν υἱῶν τοῦ Νῶε, τοῦ Σὴμ τοῦ Χὰμ καὶ τοῦ Ἰάφεθ, οἱ ὁποῖοι ἐγεννήθησαν μετὰ τὸν κατακλυσμόν, εἶναι οἱ ἑξῆς·
Γεν. 10,2 Υἱοὶ Ἰάφεθ· Γαμὲρ καὶ Μαγὼγ καὶ Μαδοὶ καὶ Ἰωύαν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μοσόχ καὶ Θείρας.
Γεν. 10,2 Υἱοὶ καὶ ἀπόγονοί του Ἰάφεθ εἶναι οἱ Γαμὲρ καὶ ὁ Μαγώγ, Μῆδοι καὶ Ἴωνες, Ἐλισὰ καὶ Θοβέλ, Μοσὸχ καὶ Θείρας.
Γεν. 10,3 καὶ υἱοὶ Γαμέρ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θοργαμά.
Γεν. 10,3 Υἱοὶ δὲ καὶ ἀπόγονοί του Γαμὲρ εἶναι οἱ Ἀσχανάζ, Ριφὰθ καὶ Θοργαμά.
Γεν. 10,4 καὶ υἱοὶ Ἰωύαν· Ἐλισὰ καὶ Θάρσεις, Κίτιοι, Ῥόδιοι.
Γεν. 10,4 Υἱοὶ καὶ ἀπόγονοί του Ἰωύαν οἱ Ἐλισά, Θαρσείς, Κίτιοι καὶ Ρόδιοι.
Γεν. 10,5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν, ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,5 Ἀπὸ αὐτοὺς προῆλθον λαοί, οἱ ὁποῖοι διεσπάρησαν εἰς διαφόρους εἰδωλολατρικὰς νήσους, ἰδίως τῆς Μεσογείου θαλάσσης, καὶ εἰς ἄλλας χώρας κατὰ τὰς γλώσσας αὐτῶν, τὰς φυλὰς καὶ τὰ ἔθνη των.
Γεν. 10,6 Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μερσαΐν, Φοὺδ καὶ Χαναάν.
Γεν. 10,6 Υἱοὶ καὶ ἀπόγονοι τοῦ Χὰμ εἶναι οἱ Χούς, Μεσραΐν, Φοὺδ καὶ Χαναάν.
Γεν. 10,7 υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὐϊλὰ καὶ Σαβαθὰ καὶ Ῥεγμὰ καὶ Σαβαθακά. υἱοὶ δὲ Ῥεγμά· Σαβὰ καὶ Δαδάν.
Γεν. 10,7 Υἱοὶ δὲ καὶ ἀπόγονοι τοῦ Χοὺς εἶναι οἱ Σαβά, Εὐϊλά, Σαβαθά, Ρεγμὰ καὶ Σαβαθακά. Υἱοὶ δὲ τοῦ Ρεγμά, ὁ Σαβὰ καὶ ὁ Δαδάν.
Γεν. 10,8 Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς·
Γεν. 10,8 Ὁ δὲ Χοὺς ἀπέκτησεν υἱὸν τὸν Νεβρώδ. Αὐτὸς ὑπῆρξεν ὁ πρῶτος γίγας εἰς τὴν περιοχήν του.
Γεν. 10,9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ· διὰ τοῦτο ἐροῦσιν, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου.
Γεν. 10,9 Ἦτο ἐπίσης καὶ ἀνδρεῖος κυνηγός, ἥρως ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Ἦτο τόσον ὀνομαστὸς διὰ τὴν δύναμιν καὶ τὴν ἀνδρείαν του, ὥστε ὡς παροιμία θὰ λέγουν οἱ ἄνθρωποι, ὅταν θὰ θέλουν νὰ ἐξάρουν τὴν ἀνδρείαν κάποιου, “οὗτος εἶναι σὰν τὸν Νεβρὼδ ἀνδρεῖος κυνηγὸς ἐνώπιον τοῦ Κυρίου”.
Γεν. 10,10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὀρὲχ καὶ Ἀρχὰδ καὶ Χαλάννη ἐν τῇ γῇ Σεναάρ.
Γεν. 10,10 Ἡ ἀρχὴ καὶ ὁ πυρὴν τῆς βασιλείας τοῦ Νεβρὼδ ὑπῆρξεν ἡ Βαβυλών, ἡ Ὀρέχ, ἡ Ἀρχὰδ καὶ ἡ Χαλάννη εἰς τὴν χώραν Σεναάρ.
Γεν. 10,11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσοὺρ καὶ ᾠκοδόμησε τὴν Νινευΐ καὶ τὴν Ῥοωβὼθ πόλιν καὶ τὴν Χαλὰχ
Γεν. 10,11 Ἀπὸ τὴν περιοχὴν αὐτὴν Σεναὰρ ἀνεχώρησεν ὁ Ἀσσοὺρ καὶ ἔκτισε τὴν Νινευΐ, τὴν πόλιν Ροωβώθ, τὴν Χαλὰχ
Γεν. 10,12 καὶ τὴν Δασὴ ἀνὰ μέσον Νινευΐ καὶ ἀνὰ μέσο Χαλάχ· αὕτη ἡ πόλις μεγάλη.
Γεν. 10,12 καὶ τὴν Δασὴ μεταξύ τῆς πόλεως Νινευΐ καὶ τῆς Χαλάχ. Ἡ δὲ Νινευΐ εἶναι ἡ ὀνομαστὴ μεγάλη πόλις.
Γεν. 10,13 καὶ Μεσραΐν ἐγέννησε τοὺς Λουδιεὶμ καὶ τοὺς Ἐνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ
Γεν. 10,13 Ὁ Μεσραΐν ἐγέννησεν υἱοὺς καὶ ἀπογόνους, τοὺς Λουδιείμ, τοὺς Ἐνεμετιείμ, τοὺς Λαβιείμ, τοὺς Νεφθαλιείμ, τοὺς Πατροσωνιείμ,
Γεν. 10,14 καὶ τοὺς Χασλωνιείμ, ὅθεν ἐξῆλθε Φυλιστιείμ, καὶ τοὺς Καφθοριείμ.
Γεν. 10,14 τοὺς Χασλωνιείμ, ἀπὸ τοὺς ὁποίους προῆλθον οἱ Φιλισταῖοι, καὶ τοὺς Καφθοριείμ.
Γεν. 10,15 Χαναὰν δὲ ἐγέννησε τὸν Σιδῶνα πρωτότοκον αὐτοῦ
Γεν. 10,15 Ὁ δὲ Χαναὰν ἀπέκτησε πρωτότοκον υἱὸν αὐτοῦ τὸν Σιδῶνα, καὶ ἄλλους ἔπειτα υἱούς,
Γεν. 10,16 καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμοῤῥαῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀρουκαῖον
Γεν. 10,16 δηλαδὴ τὸν Χετταῖον, τὸν Ἰεβουσαῖον, τὸν Ἀμορραῖον, τὸν Γεργεσαῖον, τὸν Εὐαῖον, τὸν Ἀρουκαῖον,
Γεν. 10,17 καὶ τὸν Ἀσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἀμαθί.
Γεν. 10,17 τὸν Ἀσενναῖον, τὸν Ἀράδιον, τὸν Σαμαραῖον καὶ Ἀμαθί.
Γεν. 10,18 καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων,
Γεν. 10,18 Μετὰ δὲ ταῦτα διεσπάρησαν αἰ φυλαὶ τῶν Χαναναίων ἀνὰ τὴν περιοχὴν τῆς Χαναάν.
Γεν. 10,19 καὶ ἐγένετο τὰ ὅρια τῶν Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γεραρὰ καὶ Γαζάν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόῤῥας, Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Γεν. 10,19 Ἐξετείνοντο δὲ τὰ ὅρια τῆς περιοχῆς τῶν Χαναναίων ἀπὸ τὴν Σιδῶνα ἕως τὰ Γέραρα καὶ τὴν Γάζαν, ἕως τὰ Σόδομα καὶ τὴν Γομόρραν, τὴν Ἀδαμὰ καὶ Σεβωΐμ ἕως Δασά.
Γεν. 10,20 οὗτοι υἱοὶ Χάμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,20 Αὐτοὶ εἶναι οἱ υἱοὶ καὶ ἀπόγονοι τοῦ Χάμ, κατὰ τὰς φυλὰς αὐτῶν καὶ τὰς διαλέκτους αὐτῶν εἰς τὰς χώρας αὐτῶν καὶ εἰς τὰ ἔθνη, ποὺ διεσπάρησαν.
Γεν. 10,21 Καὶ τῷ Σὴμ ἐγεννήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος.
Γεν. 10,21 Καὶ ὁ Σὴμ πρεσβύτερος ἀδελφός τοῦ Ἰάφεθ ἀπέκτησεν υἱοὺς καὶ ἀπογόνους καὶ ἀνεδείχθη ὁ γενάρχης τῶν υἱῶν Ἔβερ.
Γεν. 10,22 υἱοὶ Σήμ· Ἐλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀρὰμ καὶ Καϊνᾶν.
Γεν. 10,22 Υἱοὶ τοῦ Σὴμ εἶναι οἱ Ἐλάμ, Ἀσσούρ, Ἀρφαξάδ, Λούδ, Ἀρὰμ καὶ Καϊνᾶν.
Γεν. 10,23 καὶ υἱοὶ Ἀράμ· Οὒζ καί Οὒλ καὶ Γατὲρ καὶ Μοσόχ.
Γεν. 10,23 Υἱοὶ τοῦ Ἀρὰμ ἦσαν ὁ Οὔζ, ὁ Οὔλ, ὁ Γατὲρ καὶ ὁ Μοσόχ.
Γεν. 10,24 καὶ Ἀρφαξὰδ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, Σαλὰ δὲ ἐγέννησε τὸν Ἕβερ.
Γεν. 10,24 Ὁ δὲ Ἀρφαξὰδ ἐγέννησεν υἱὸν τὸν Καϊνᾶν, ὁ Καϊνᾶν ἐγέννησε τὸν Σαλά, ὁ δὲ Σαλὰ ἐγέννησε τὸν Ἔβερ.
Γεν. 10,25 καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλέγ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν.
Γεν. 10,25 Ὁ Ἔβερ ἀπέκτησε δύο υἱούς· τὸ ὄνομα τοῦ ἑνὸς ἦτο Φαλὲγ- ποὺ σημαίνει χωρισμὸς- διότι ἐπὶ τῶν ἡμερῶν αὐτοῦ διεσπάρησαν οἱ κάτοικοι τῆς γῆς, ὅταν ἐπεχείρησαν νὰ κτίσουν τὸν πύργον Βαβέλ, τὸ δὲ ὄνομα τοῦ ἀδελφοῦ του ἦτο Ἰεκτάν.
Γεν. 10 ,26 Ἰεκτὰν δὲ ἐγέννησε τὸν Ἐλμωδὰδ καὶ Σαλὲθ καὶ τὸν Σαρμὼθ καὶ Ἰαρὰχ καὶ Ὁδοῤῥὰ καὶ Αἰβὴλ καὶ Δεκλὰ
Γεν. 10 ,26 Ὁ Ἰεκτάν ἀπέκτησεν υἱοὺς τὸν Ἐλμωδάδ, τὸν Σαλέθ, τὸν Σαρμώθ, τὸν Ἰαράχ, τὸν Ὀδορρά, τὸν Αἰβήλ, τὸν Δεκλά,
Γεν. 10,27 καὶ Εὐὰλ καὶ Ἀβιμαὲλ καὶ Σαβὰ
Γεν. 10,27 τὸν Εὐάλ, τὸν Ἀβιμαέλ, τὸν Σαβά,
Γεν. 10,28 καὶ Οὐφεὶρ καὶ Εὐειλὰ καὶ Ἰωβάβ.
Γεν. 10,28 τὸν Οὐφείρ, τὸν Εὐειλὰ καὶ τὸν Ἰωβάβ.
Γεν. 10,29 πάντες οὗτοι υἱοὶ Ἰεκτάν.
Γεν. 10,29 Ὅλοι αὐτοὶ ἦσαν υἱοὶ τοῦ Ἰεκτάν.
Γεν. 10,30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσῆ ἕως ἐλθεῖν εἰς Σαφηρά, ὄρος ἀνατολῶν.
Γεν. 10,30 Ἡ δὲ περιοχή, τὴν ὁποίαν κατοικοῦσαν, ἐξετείνετο ἀπὸ Μασςῆ μέχρι Σαφηρὰ στὸ ὄρος τὸ πρὸς ἀνατολάς.
Γεν. 10,31 οὗτοι υἱοὶ Σήμ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν.
Γεν. 10,31 Αὐτοὶ ἦσαν οἱ υἱοὶ καὶ ἀπόγονοί τοῦ Σὴμ κατὰ τὰς διαφόρους αὐτῶν φυλὰς καὶ τὰς διαλέκτους, εἰς τὰς χώρας καὶ τοὺς λαοὺς ὅπου διεσκορπίσθησαν.
Γεν. 10,32 Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.
Γεν. 10,32 Αὐταὶ εἶναι αἱ φυλαὶ τῶν υἱῶν τοῦ Νῶε κατὰ τὰς γενεαλογίας αὐτῶν καὶ κατὰ τοὺς λαούς. Ἀπὸ αὐτοὺς οἱ ἀπόγονοί των διεσπάρησαν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμὸν εἰς διαφόρους χώρας καὶ νήσους.
Γεν. 11,1 Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι.
Γεν. 11,1 Ἀπ' ἀρχῆς καὶ μέχρι τῆς ἐποχῆς ἐκείνης ὅλοι οἱ ἄνθρωποι ὡμιλοῦσαν μίαν γλῶσσαν, εἶχον τὴν ἴδιαν ὁμιλίαν.
Γεν. 11,2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Γεν. 11,2 Ὅταν οἱ ἀπόγονοι τοῦ Νῶε ἐξεκίνησαν ἀπὸ τὰ ἀνατολικὰ μέρη, εὗρον τὴν πεδιάδα εἰς τὴν περιοχὴν Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ.
Γεν. 11,3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον αὐτοῦ· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός.
Γεν. 11,3 Ἐκεῖ εἶπεν ὁ ἕνας στὸν ἄλλον· “ἐλᾶτε νὰ πλάσωμεν ὅλοι μαζῆ πλίνθους καὶ νὰ τὰς ψήσωμεν εἰς τὴν φωτιά”. Αἱ πλίνθοι ἐχρησίμευσαν εἰς αὐτοὺς ὡς λίθοι οἰκοδομῆς· ὡς συνδετικὸν δὲ ὑλικόν, ὡς πηλόν, μεταξὺ τῶν πλίνθων, ἐχρησιμοποίησαν τὴν ἄσφαλτον.
Γεν. 11,4 καὶ εἶπαν· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ προσώπου πάσης τῆς γῆς.
Γεν. 11,4 Εἶπαν δὲ κατόπιν μεταξὺ των· “ἐλᾶτε νὰ οἰκοδομήσωμεν ὅλοι μαζῆ διὰ τὸν ἑαυτόν μας καὶ τὴν φήμην μας πόλιν καὶ ἕνα πύργον, τοῦ ὁποίου ἡ κορυφὴ θὰ φθάνῃ ἕως τὸν οὐρανόν. Ἔτσι θὰ ἀφήσωμεν ὄνομα στοὺς ἀπογόνους μας, πρὶν διασκορπισθῶμεν στὸ πρόσωπον ὅλης τῆς γῆς”. Καὶ ἤρχισαν νὰ κτίζουν τὴν πόλιν καὶ τὸν πύργον.
Γεν. 11,5 καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων.
Γεν. 11,5 Κατέβη τότε ὁ Θεὸς ἀπὸ τὸν οὐρανὸν νὰ ἴδῃ τὴν πόλιν καὶ τὸν πύργον, ποὺ εἶχαν ἀρχίσει νὰ οἰκοδομοῦν οἱ ἄνθρωποι.
Γεν. 11,6 καὶ εἶπε Κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἀπ᾿ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
Γεν. 11,6 Καὶ εἶπε τότε ὁ Κυριος· “ἰδοὺ ἕως τώρα ἕνας λαὸς εἶναι αὐτοὶ καὶ μίαν γλῶσσαν ὁμιλοῦν ὅλοι. Ἰδοὺ ὅτι ἤρχισαν δι’ ἀλαζονείαν καὶ ἐπίδειξιν τὸ οἰκοδομικὸν ἔργον των. Καὶ νομίζουν ὅτι τώρα δὲν θὰ τοὺς λείψῃ τίποτε ἀπὸ ὅσα σκέπτονται νὰ κάμουν”.
Γεν. 11,7 δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον.
Γεν. 11,7 Εἶπε δὲ τότε ὁ Τριαδικὸς Θεός· “ἐμπρὸς ἂς καταβῶμεν ἐκεῖ καὶ ἂς ἐπιφέρωμεν σύγχυσιν εἰς τὴν γλῶσσαν των, ὥστε νὰ μὴν ἐννοῇ ὁ ἕνας τὴν γλῶσσαν τοῦ ἄλλου”. Ἔτσι καὶ ἔγινε.
Γεν. 11,8 καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
Γεν. 11,8 Μὲ τὴν σύγχυσιν δὲ αὐτὴν τῶν γλωσσῶν καὶ τὴν ἀδυναμίαν των νὰ συνεννοοῦνται μεταξὺ των οἱ ἄνθρωποι, τοὺς ἠνάγκασεν ὁ Θεὸς νὰ ξεχωρισθοῦν εἰς ὁμάδας μεταξὺ των, νὰ διασκορπισθοῦν εἰς ὅλην τὴν γῆν καὶ νὰ παύσουν πλέον νὰ οἰκοδομοῦν τὴν ὑπερήφανον πόλιν καὶ τὸν πύργον των.
Γεν. 11,9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Γεν. 11,9 Διὰ τοῦτο καὶ ἐκλήθη τὸ ὄνομα τῆς περιοχῆς αὐτῆς “Σύγχυσις”, διότι ἐκεῖ ἐπέφερεν ὁ Θεὸς σύγχυσιν εἰς τὰς γλώσσας τῶν ἀνθρώπων καὶ διεσκόρπισεν αὐτοὺς εἰς ὅλην τὴν γῆν.
Γεν. 11,10 Καὶ αὗται αἱ γενέσεις Σήμ. καί ἦν Σὴμ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησε τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
Γεν. 11,10 Οἱ ἀπόγονοι τοῦ Σὴμ ἦσαν οἱ ἑξῆς. Ὁ Σὴμ εἰς ἡλικίαν ἑκατὸν ἐτῶν, καὶ κατὰ τὸ δεύτερον ἔτος μετὰ τὸν κατακλυσμόν, ἀπέκτησεν υἱὸν τὸν Ἀρφαξάδ.
Γεν. 11,11 καὶ ἔζησε Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ ἔτη πεντακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,11 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἀρφαξὰδ ἔζησεν ὁ Σὴμ πεντακόσια ἀκόμη ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.
Γεν. 11,12 Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησε τὸν Καϊνᾶν.
Γεν. 11,12 Ὁ δὲ Ἀρφαξὰδ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα πέντε ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Καϊνᾶν.
Γεν. 11,13 καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καϊνᾶν ἔτη τετρακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνᾶν ἑκατὸν καὶ τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Σαλά. καὶ ἔζησε Καϊνᾶν μετὰ τὸ γεννῆσαι αὐτὸν τόν Σαλὰ ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,13 Μετὰ δὲ τὴν γέννησιν τοῦ Καϊνᾶν ἔζησε τετρακόσια ἀκόμη ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε. Ὁ Καϊνᾶν εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σαλά. Ἔζησε δὲ ὁ Καϊνᾶν μετὰ τὴν γέννησιν τοῦ Σαλὰ τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,14 Καὶ ἔζησε Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἕβερ.
Γεν. 11,14 Ἐζησεν ὁ Σαλὰ ἑκατὸν τριάκοντα ἔτη καὶ ἀπέκτησεν υἱὸν τὸν Ἔβερ.
Γεν. 11,15 καὶ ἔζησε Σαλὰ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἕβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,15 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ἔβερ ἔζησε τριακόσια τριάκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανε.
Γεν. 11,16 Καὶ ἔζησεν Ἕβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησε τὸν Φαλέγ.
Γεν. 11,16 Ὁ Ἔβερ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα τεσσάρων ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Φαλέγ.
Γεν. 11,17 καί ἔζησεν Ἕβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλὲγ ἔτη διακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,17 Μετὰ δὲ τὴν γέννησιν τοῦ Φαλὲγ ἔζησεν ὁ Ἔβερ διακόσια ἑβδομήκοντα ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,18 Καὶ ἔζησε Φαλὲγ τριάκοντα καὶ ἑκατὸν ἔτη καὶ ἐγέννησε τὸν Ῥαγαῦ.
Γεν. 11,18 Ὁ Φαλὲγ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ραγαῦ.
Γεν. 11,19 καὶ ἔζησε Φαλὲγ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαῦ ἐννέα καὶ διακόσια ἔτη καὶ ἐγέννησεν υἱούς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,19 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ραγαῦ ἔζησεν ὁ Φαλὲγ διακόσια ἐννέα ἔτη, ἀπέκτησε υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11,20 Καὶ ἔζησε Ῥαγαῦ ἑκατὸν τριάκοντα καὶ δύο ἔτη καὶ ἐγέννησε τὸν Σερούχ.
Γεν. 11,20 Ὁ Ραγαῦ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα δύο ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Σερούχ.
Γεν. 11,21 καὶ ἔζησε Ῥαγαῦ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,21 Ἔζησε δὲ μετὰ τὴν γέννησιν τοῦ Σεροὺχ διακόσια ἑπτὰ ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανε.
Γεν. 11,22 καὶ ἔζησε Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησε τὸν Ναχώρ.
Γεν. 11,22 Ὁ Σεροὺχ εἰς ἡλικίαν ἑκατὸν τριάκοντα ἐτῶν ἀπέκτησε υἱόν, τὸν Ναχώρ.
Γεν. 11,23 Καὶ ἔζησε Σερούχ, μετὰ τό γεννῆσαι αὐτὸν τὸν Ναχώρ, ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,23 Μετὰ δὲ τὴν γέννησιν τοῦ Ναχὼρ ἔζησεν ὁ Σεροὺχ διακόσια ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ κατόπιν ἀπέθανεν.
Γεν. 11,24 Καὶ ἔζησε Ναχὼρ ἔτη ἑκατὸν ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησε τὸν Θάρα.
Γεν. 11,24 Ὁ Ναχὼρ εἰς ἡλικίαν ἑκατὸν ἑβδομήκοντα ἐννέα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Θάρα.
Γεν. 11,25 καὶ ἔζησε Ναχώρ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα, ἔτη ἑκατὸν εἰκοσιπέντε καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανε.
Γεν. 11,25 Μετὰ δὲ τὴν γέννησιν τοῦ Θάρα ἔζησεν ἀκόμη ἑκατὸν εἴκοσι πέντε ἔτη, ἀπέκτησεν υἱοὺς καὶ θυγατέρας καὶ ἔπειτα ἀπέθανεν.
Γεν. 11 ,26 Καὶ ἔζησε Θάρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν.
Γεν. 11 ,26 Ὁ Θάρα εἰς ἡλικίαν ἑβδομήκοντα ἐτῶν ἀπέκτησεν υἱὸν τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν.
Γεν. 11,27 Αὗται αἱ γενέσεις Θάρα· Θάρα ἐγέννησε τὸν Ἅβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἀῤῥάν, καὶ Ἀῤῥὰν ἐγέννησε τὸν Λώτ.
Γεν. 11,27 Οἱ ἀπόγονοί τοῦ Θάρα εἶναι οἱ ἑξῆς. Ὁ Θάρα ἐγέννησε τὸν Ἅβραμ, τὸν Ναχὼρ καὶ τὸν Ἀρράν· ὁ Ἀρρὰν ἀπέκτησεν υἱὸν τὸν Λώτ.
Γεν. 11,28 καὶ ἀπέθανεν Ἀῤῥὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ᾗ ἐγεννήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
Γεν. 11,28 Ὁ Ἀρρὰν ἀπέθανεν εἰς τὴν χώραν τῶν Χαλδαίων, ὅπου εἶχε γεννηθῆ, ἐνῶ ἀκόμη ἔζη ὁ πατὴρ αὐτοῦ ὁ Θάρα.
Γεν. 11,29 καὶ ἔλαβον Ἅβραμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἅβραμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἀῤῥὰν καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά.
Γεν. 11,29 Οἱ δύο ἄλλοι υἱοὶ τοῦ Θάρα, ὁ Ἅβραμ καὶ ὁ Ναχὼρ ἔλαβον συζύγους. Τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ἅβραμ ἦτο Σάρα καὶ τὸ ὄνομα τῆς γυναικὸς τοῦ Ναχὼρ ἦτο Μελχά. Ἡ δὲ Μελχὰ ἦτο θυγάτηρ τοῦ Ἀρράν, ὁ ὁποῖος ἦτο πατὴρ τῆς Μελχὰ καὶ τῆς Ἰεσχά.
Γεν. 11,30 καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
Γεν. 11,30 Ἡ δὲ Σάρα ἦτο στεῖρα καὶ δὲν ἐτεκνοποιοῦσε.
Γεν. 11,31 καὶ ἔλαβε Θάρα τὸν Ἅβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἀῤῥάν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα Ἅβραμ τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς γῆν Χαναὰν καὶ ἦλθον ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ.
Γεν. 11,31 Ἔλαβε δὲ ὁ Θάρα τὸν υἱὸν αὐτοῦ τὸν Ἅβραμ καὶ τὸν ἔγγονόν του Λώτ, υἱὸν τοῦ υἱοῦ τοῦ Ἀρράν, τὴν νύμφην αὐτοῦ τὴν Σάραν, σύζυγον τοῦ παιδιοῦ του Ἅβραμ, καὶ ἔβγαλεν αὐτοὺς ἀπὸ τὴν χώραν τῶν Χαλδαίων μὲ τὸν σκοπὸν νὰ μεταβοῦν καὶ κατοικήσουν εἰς τὴν γῆν Χαναάν. Ἔφθασαν εἰς τὴν Χαρράν καὶ ἐγκατεστάθησαν ἐκεῖ.
Γεν. 11,32 καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάρα ἐν γῇ Χαῤῥὰν διακόσια πέντε ἔτη, καὶ ἀπέθανε Θάρα ἐν Χαῤῥάν.
Γεν. 11,32 Ὁ Θάρα ἔφθασεν εἰς τὴν ἡλικίαν τῶν διακοσίων πέντε ἐτῶν καὶ ἀπέθανεν εἰς τὴν Χαρράν.
Γεν. 12,1 Καὶ εἶπε Κύριος τῷ Ἅβραμ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω·
Γεν. 12,1 Τότε εἶπεν ὁ Κύριος στὸν Ἅβραμ· “ἔβγα ἀπὸ τὴν πατρίδα σου, ἀπὸ τοὺς συγγενεῖς σου καὶ τὸν πατρικόν σου οἶκον, καὶ ξεκίνα καὶ πήγαινε εἰς τὴν χώραν, τὴν ὁποίαν ἐγὼ θὰ σοῦ δείξω.
Γεν. 12,2 καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος·
Γεν. 12,2 Θὰ σὲ κάμω δὲ γενάρχην μεγάλου ἔθνους, θὰ σοῦ δώσω πλουσίας τὰς ὑλικὰς καὶ πνευματικὰς εὐλογίας μου, θὰ καταστήσω ἔνδοξον τὸ ὄνομά σου καὶ ἔτσι θὰ εἶσαι πλούσιος καὶ δοξασμένος ἐν μέσῳ τῶν ἀνθρώπων.
Γεν. 12,3 καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.
Γεν. 12,3 Θὰ εὐλογήσω δὲ ἐκείνους, οἱ ὁποῖοι θὰ σὲ σέβωνται καὶ θὰ σὲ τιμοῦν, θὰ καταρασθῶ δὲ ἐκείνους οἱ ὁποῖοι θὰ σὲ ὑβρίζουν καὶ θὰ σὲ πολεμοῦν. Καὶ τὸ σπουδαιότερον, ὅτι δι’ ἑνὸς ἀπὸ τοὺς ἀπογόνους σου θὰ εὐλογηθοῦν ὅλαι αἱ φυλαὶ τῆς γῆς”.
Γεν. 12,4 καὶ ἐπορεύθη Ἅβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ᾤχετο μετ᾿ αὐτοῦ Λώτ. Ἅβραμ δὲ ἦν ἐτῶν ἑβδομηκονταπέντε, ὅτε ἐξῆλθε ἐκ Χαῤῥάν.
Γεν. 12,4 Ὑπήκουσεν ὁ Ἅβραμ καὶ ἀνεχώρησεν ἀπὸ τὴν Χαρράν, ὅπως τοῦ εἶχεν εἴπει ὁ Κύριος. Μαζῆ του δὲ ἀνεχώρησε καὶ ὁ Λώτ. Ὅταν δὲ ὁ Ἅβραμ ἀνεχώρησεν ἀπὸ τὴν Χαρρὰν διὰ τὴν Χαναάν, ἦτο ἑβδομήκοντα πέντε ἐτῶν.
Γεν. 12,5 καὶ ἔλαβεν Ἅβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο, καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαῤῥάν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν.
Γεν. 12,5 Ἐπῆρε μαζῆ του ὁ Ἅβραμ τὴν γυναῖκα αὐτοῦ τὴν Σάραν, τὸ παιδὶ τοῦ ἀδελφοῦ του τὸν Λώτ, ὅλους τοὺς δούλους καὶ ὅλα τὰ ὑπάρχοντά των ὅσα εἶχον ἀποκτήσει εἰς Χαρράν, καὶ ἔφυγον ἀπὸ τὴν πόλιν Χαρράν, διὰ νὰ μεταβοῦν εἰς τὴν χώραν Χαναάν.
Γεν. 12,6 καὶ διώδευσεν Ἅβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν· οἱ δὲ Χαναναῖοι τότε κατῴκουν τὴν γῆν.
Γεν. 12,6 Ὁ Ἀβραμ διεπέρασε κατὰ μῆκος ἀπὸ βορρᾶ πρὸς νότον τὴν Χαναὰν μέχρι τοῦ τόπου τῆς Συχέμ, πλησίον τῆς τοποθεσίας, τῆς λεγομένης “ὑψηλὴ δρῦς”. Οἱ Χαναναῖοι δέ, οἱ ἀπόγονοι δηλαδὴ τοῦ Χάμ, κατοικοῦσαν τότε τὴν περιοχὴν αὐτήν.
Γεν. 12,7 καὶ ὤφθη Κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἅβραμ θυσιαστήριον Κυρίῳ τῷ ὀφθέντι αὐτῷ.
Γεν. 12,7 Ἐκεῖ ἐφανερώθηκε ὁ Κύριος στὸν Ἅβραμ καὶ τοῦ εἴπεν· “αὐτὴν ὅλην τὴν χώραν θὰ τὴν δώσω στοὺς ἀπογόνους σου”. Ὁ Ἅβραμ, εὐγνώμων πρὸς τὸν Θεὸν καὶ διὰ τὸν λόγον ὅτι ἐκεῖ ἐφανερώθηκε εἰς αὐτὸν ὁ Κύριος, ἔκτισε πρὸς τιμὴν Αὐτοῦ θυσιαστήριον.
Γεν. 12,8 καὶ ἀπέστη ἐκεῖθεν εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βαιθὴλ καὶ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, Βαιθὴλ κατὰ θάλασσαν καὶ Ἀγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου.
Γεν. 12,8 Ἀνεχώρησεν ἀπὸ τὴν τοποθεσίαν αὐτὴν ὁ Ἅβραμ, μετέβη εἰς κάποιο ὄρος ἀνατολικά τῆς Βαιθὴλ καὶ ἔστησε τὴν σκηνὴν του μεταξύ τῆς Βαιθήλ, ἡ ὁποία εὑρίσκετο πρὸς δυσμὰς εἰς τὴν θάλασσαν καὶ τῆς Ἀγγαί, ἡ ὁποία εὑρίσκετο πρὸς ἀνατολάς. Ἔκτισε δὲ ἐκεῖ θυσιαστήριον πρὸς τὸν Κύριον, τοῦ ὁποίου καὶ ἐπεκαλέσθη τὸ ὄνομα.
Γεν. 12,9 καὶ ἀπῇρεν Ἅβραμ καὶ πορευθεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ.
Γεν. 12,9 Ἀλλὰ καὶ ἀπὸ ἐκεῖ ἀνεχώρησεν ὁ Ἅβραμ καὶ ἐγκατεστάθη νοτιώτερα εἰς τὴν ἔρημον περιοχήν.
Γεν. 12,10 Καὶ ἐγένετο λιμὸς ἐπὶ τῆς γῆς, καὶ κατέβη Ἅβραμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.
Γεν. 12,10 Τότε δὲ ἔγινε λιμὸς καὶ ἦλθε πεῖνα εἰς τὴν Χαναάν. Δι’ αὐτὸ ὁ Ἅβραμ κατέβηκε εἰς τὴν Αἴγυπτον, διὰ νὰ κατοικήσῃ ἐκεῖ, ἐπειδὴ ἦτο μεγάλη ἡ πεῖνα εἰς τὴν χώραν Χαναάν.
Γεν. 12,11 ἐγένετο δέ, ἡνίκα ἤγγισεν Ἅβραμ εἰσελθεῖν εἰς Αἴγυπτον, εἶπεν Ἅβραμ Σάρᾳ τῇ γυναικί· γινώσκω ἐγώ, ὅτι γυνὴ εὐπρόσωπος εἶ·
Γεν. 12,11 Ὅταν δὲ ἐπλησίαζε νὰ εἰσέλθῃ εἰς τὴν Αἴγυπτον, εἶπεν εἰς τὴν Σάραν τὴν συζυγὸν του· “ἐγὼ γνωρίζω καλὰ ὅτι εἶσαι εὔμορφη γυνή.
Γεν. 12,12 ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν ὅτι γυνὴ αὐτοῦ ἐστιν αὐτή, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται.
Γεν. 12,12 Ὑπάρχει φόβος, ὅταν σὲ ἴδουν οἱ Αἰγύπτιοι, νὰ εἴπουν ὅτι ἡ γυναίκα αὐτὴ εἶναι σύζυγός του. Τότε ἐμὲ μὲν θὰ φονεύσουν, σὲ δὲ θὰ περιποιηθοῦν.
Γεν. 12,13 εἰπὸν οὖν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σέ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Γεν. 12,13 Διὰ τοῦτο εἰπὲ ὅτι εἶμαι ἀδελφή του, ὥστε χάριν σοῦ νὰ εὕρω καὶ ἐγὼ μίαν εὐμενῆ ὑποδοχήν, νὰ διαφύγω τὸν θάνατον καὶ νὰ ζήσω χάρις εἰς σέ”.
Γεν. 12,14 ἐγένετο δέ, ἡνίκα εἰσῆλθεν Ἅβραμ εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα αὐτοῦ, ὅτι καλὴ ἦν σφόδρα,
Γεν. 12,14 Πράγματι· ὅταν ὁ Ἅβραμ εἰσῆλθεν εἰς τὴν Αἴγυπτον, εἶδον οἱ Αἰγύπτιοι τὴν σύζυγόν του, ὅτι ἦτο ὡραιοτάτη.
Γεν. 12,15 καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ·
Γεν. 12,15 Καὶ οἱ ἄρχοντες ἀκόμη τοῦ Φαραὼ τὴν εἶδον, ἐπῄνεσαν αὐτὴν πρὸς τὸν Φαραὼ καὶ τὴν ὡδήγησαν εἰς τὰ ἀνάκτορά του.
Γεν. 12,16 καὶ τῷ Ἅβραμ εὖ ἐχρήσαντο δι᾿ αὐτήν, καὶ ἐγένοντο αὐτῷ πρόβατα καὶ μόσχοι καὶ ὄνοι καὶ παῖδες καὶ παιδίσκαι καὶ ἡμίονοι καὶ κάμηλοι.
Γεν. 12,16 Χάριν δὲ αὐτῆς ὑπεδέχθησαν μὲ εὐμένειαν καὶ ἐπεριποιήθησαν τὸν Ἅβραμ, ὥστε αὐτὸς νὰ ἀποκτήσῃ πρόβατα καὶ μόσχους καὶ ὄνους καὶ δούλους καὶ δούλας καὶ ἡμιόνους καὶ καμήλους.
Γεν. 12,17 καὶ ἤτασεν ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἅβραμ.
Γεν. 12,17 Ὁ Θεὸς ὅμως ἐτιμώρησε καὶ ἐβασάνισε τὸν Φαραὼ μὲ πολλὰς καὶ ὀδυνηρὰς θλίψεις αὐτὸν καὶ τὴν οἰκογένειάν του διὰ τὰς ἀπρεπεῖς διαθέσεις ποὺ εἶχε πρὸς τὴν Σάραν, τὴν γυναῖκα τοῦ Ἅβραμ.
Γεν. 12,18 καλέσας δὲ Φαραὼ τὸν Ἅβραμ εἶπε· τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστίν;
Γεν. 12,18 Ὁ Φαραὼ ἀντιληφθεὶς τὴν αἰτίαν τῶν δοκιμασιῶν ἐκείνων ἐκάλεσε τὸν Ἅβραμ καὶ τοῦ εἶπε· “τί εἶναι αὐτὸ τὸ ὁποῖον μοῦ ἔκαμες; Διατὶ δὲν μοῦ ἀνήγγειλες ὅτι αὐτὴ εἶναι σύζυγός σου;
Γεν. 12,19 ἱνατί εἶπας ὅτι ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἔναντί σου· λαβὼν ἀπότρεχε.
Γεν. 12,19 Διατί μοῦ εἶπες ὅτι εἶναι ἀδελφή σου καὶ ἔλαβον αὐτὴν ὡς σύζυγόν μου; Καὶ τώρα ἰδοὺ ἡ σύζυγός σου εἶναι ἐνώπιόν σου. Πάρε την καὶ φύγε ἔξω ἀπὸ τὴν Αἴγυπτον”.
Γεν. 12,20 καὶ ἐνετείλατο Φαραὼ ἀνδράσι περὶ Ἅβραμ συμπροπέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ.
Γεν. 12,20 Διέταξε δὲ ὁ Φαραὼ μερικοὺς ἄνδρας νὰ πορευθοῦν καὶ νὰ προπέμψουν τιμητικῶς ἐκτός τῆς Αἰγύπτου τὸν Ἅβραμ, τὴν γυναῖκα του καὶ ὅλα τὰ ὑπάρχοντά του.
Γεν. 13,1 Ἀνέβη δὲ Ἅβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ καὶ πάντα τὰ αὐτοῦ καὶ Λὼτ μετ᾿ αὐτοῦ, εἰς τὴν ἔρημον.
Γεν. 13,1 Ὁ Ἅβραμ καὶ ἡ σύζυγός του μὲ ὅλα τὰ ὑπάρχοντά των καὶ ὁ Λὼτ μαζῆ μὲ αὐτόν, ἔφυγον ἀπὸ τὴν Αἴγυπτον καὶ ἦλθον εἰς τὴν ἔρημον περιοχήν, εἰς τὰ νότια μέρη τῆς Χαναάν.
Γεν. 13,2 Ἅβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι καὶ ἀργυρίῳ καὶ χρυσίῳ.
Γεν. 13,2 Ἦτο δὲ ὁ Ἅβραμ πολὺ πλούσιος εἰς ζῶα, εἰς ἄργυρον καὶ εἰς χρυσόν.
Γεν. 13,3 καὶ ἐπορεύθη ὅθεν ἦλθεν εἰς τὴν ἔρημον ἕως Βαιθήλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βαιθὴλ καὶ ἀνὰ μέσον Ἀγγαί,
Γεν. 13,3 Ἀπὸ δὲ τὴν ἔρημον αὐτὴν ἐπορεύθησαν ἕως εἰς τὴν Βαιθὴλ καὶ ἀκριβῶς στὸ μέρος ἐκεῖνο, ὅπου προηγουμένως ὁ Ἅβραμ εἶχε στήσει τὴν σκηνήν του, μεταξὺ Βαιθὴλ καὶ Ἀγγαὶ·
Γεν. 13,4 εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπεκαλέσατο ἐκεῖ Ἅβραμ τὸ ὄνομα τοῦ Κυρίου.
Γεν. 13,4 εἰς τὴν τοποθεσίαν, ὅπου ἔκτισεν, ἀμέσως μόλις εἶχε φθάσει προηγουμένως, θυσιαστήριον πρὸς τιμὴν τοῦ Θεοῦ, τοῦ ὁποίου τὸ ὄνομα εἶχεν ἐπικαλεσθῆ.
Γεν. 13,5 καὶ Λὼτ τῷ συμπορευομένῳ μετὰ Ἅβραμ ἦν πρόβατα καὶ βόες καὶ σκηναί.
Γεν. 13,5 Καὶ ὁ Λώτ, ὁ ὁποῖος συνεπορεύετο μαζῆ μὲ τὸν Ἅβραμ, εἶχεν ἐπίσης πρόβατα καὶ βόδια καὶ ἰδικὸν του ὑπηρετικὸν προσωπικόν, σκηνίτας.
Γεν. 13,6 καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά, καὶ οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα.
Γεν. 13,6 Ἐπειδὴ δὲ τὰ πρόβατα, τὰ ζῶα καὶ τὰ ἀλλὰ ὑπάρχοντα τοῦ Ἅβραμ καὶ τοῦ Λώτ, ἦσαν πολλὰ καὶ δὲν τὰ ἐχωροῦσε ὅλα μαζῆ ἡ περιοχὴ ἐκείνη,
Γεν. 13,7 καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἅβραμ καὶ ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Λώτ· οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν.
Γεν. 13,7 ἔγινε φιλονεικία μεταξὺ τῶν ποιμένων τοῦ Ἅβραμ καὶ τῶν ποιμένων τοῦ Λώτ. Τότε δὲ κατοικοῦσαν τὴν Χαναὰν ἐκτὸς τῶν Χαναναίων καὶ οἱ Φερεζαῖοι.
Γεν. 13,8 εἶπε δὲ Ἅβραμ τῷ Λώτ· μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἀνὰ μέσον τῶν ποιμένων μου καὶ ἀνὰ μέσον τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοί ἐσμεν ἡμεῖς.
Γεν. 13,8 Εἶπε δὲ ὁ εἰρηνικὸς Ἅβραμ στὸν Λώτ· “δὲν πρέπει νὰ ὑπάρχουν φιλονεικίαι καὶ ἔριδες μεταξὺ μας οὔτε μεταξὺ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, διότι ἡμεῖς εἴμεθα συγγενεῖς, εἴμεθα ἀδελφοί.
Γεν. 13,9 οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; διαχωρίσθητι ἀπ᾿ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερά, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιά, ἐγὼ εἰς ἀριστερά.
Γεν. 13,9 Διατὶ νὰ φιλονεικοῦμεν; Εἰς τὴν διάθεσίν μας δὲν εὑρίσκεται ὅλη αὐτὴ ἡ χώρα; Λοιπὸν ἂς χωρισθῶμεν. Πήγαινε σύ, ὅπου θέλεις. Ἐὰν μεταβῇς εἰς ἀριστερά, ἐγὼ θὰ πορευθῶ εἰς τὰ δεξιὰ ἐὰν σὺ ὑπάγῃς δεξιά, ἐγὼ θὰ προχωρήσω ἀριστερά”.
Γεν. 13,10 καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐπεῖδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα.
Γεν. 13,10 Ὁ Λὼτ ἐσήκωσε τὰ μάτια του, ἐπεθεώρησε μὲ προσοχὴν τὴν περίχωρον τοῦ Ἰορδάνου. Εἶδεν ὅτι ὅλη αὐτὴ μέχρι Ζόγορα ἐποτίζετο καὶ εἶχε πλουσίαν βλάστησιν, καὶ ὅτι, πρὶν ὁ Θεὸς καταστρέψῃ τὰ Σόδομα καὶ Γόμορρα, ἐφαίνετο σὰν παράδεισος τοῦ Θεοῦ καὶ σὰν τὴν χώραν τῆς Αἰγύπτου ποὺ ποτίζεται ἀπὸ τὸν Νεῖλον ποταμόν,
Γεν. 13,11 καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῇρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκαστος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ.
Γεν. 13,11 καὶ ἐπροτίμησεν ὅλην αὐτὴν τὴν περίχωρον τοῦ Ἰορδάνου. Ἐπῆρε τὰ ὑπάρχοντά του καὶ μετέβη πρὸς ἀνατολάς. Ἔτσι δὲ ἐχωρίσθησαν μεταξὺ των οἱ δύο αὐτοὶ συγγενεῖς, ὁ θεῖος καὶ ἀνεψιός.
Γεν. 13,12 Ἅβραμ δὲ κατῴκησεν ἐν γῇ Χαναάν, Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων καὶ ἐσκήνωσεν ἐν Σοδόμοις·
Γεν. 13,12 Ὁ Ἅβραμ ἔμεινε καὶ κατώκησεν εἰς τὴν γῆν Χαναάν, ὁ δὲ Λὼτ εἰς μίαν πόλιν πέραν ἀπὸ τὰ μέρη τοῦ Ἰορδάνου καὶ ἔστησε τὴν σκηνὴν του εἰς τὰ Σόδομα.
Γεν. 13,13 οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα.
Γεν. 13,13 Οἱ ἄνθρωποι τῶν Σοδόμων ἦσαν πάρα πολὺ πονηροὶ καὶ ἁμαρτωλοὶ ἐνώπιον τοῦ Θεοῦ.
Γεν. 13,14 Ὁ δὲ Θεὸς εἶπε τῷ Ἅβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ᾿ αὐτοῦ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σύ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ θάλασσαν·
Γεν. 13,14 Ἀφοῦ ὁ Λώτ, ἰδιοτελῶς σκεπτόμενος, ἐχωρίσθη ἀπὸ τὸν Ἅβραμ, εἶπεν ὁ Θεὸς στὸν πρᾶον καὶ μεγαλόκαρδον Ἅβραμ· “σήκωσε τὰ βλέμματά σου, ἴδε ὁλόγυρα ἀπὸ τὸν τόπον ὅπου τώρα εὑρίσκεσαι, πρὸς Βορρᾶν καὶ Νότον, πρὸς Ἀνατολὰς καὶ Δυσμάς,
Γεν. 13,15 ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος.
Γεν. 13,15 διότι ὅλην αὐτὴν τὴν γῆν, τὴν ὁποίαν βλέπεις, θὰ τὴν δώσω εἰς σὲ καὶ στοὺς ἀπογόνους σου στοὺς αἰῶνας.
Γεν. 13,16 καὶ ποιήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς γῆς· εἰ δύναταί τις ἐξαριθμῆσαι τὴν ἄμμον τῆς γῆς, καὶ τὸ σπέρμα σου ἐξαριθμηθήσεται.
Γεν. 13,16 Καὶ θὰ πληθύνω τοὺς ἀπογόνους σου ὡσὰν τὴν ἄμμον τῆς γῆς. Ἐὰν κανεὶς ἠμπορῇ νὰ μετρήσῃ τὴν ἄμμον τῆς θαλάσσης θὰ δυνηθῇ νὰ μετρήσῃ καὶ τοὺς ἰδικούς σου ἀπογόνους.
Γεν. 13,17 ἀναστὰς διόδευσον τὴν γῆν εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου εἰς τὸν αἰῶνα.
Γεν. 13,17 Σήκω, διόδευσε τὴν χώραν αὐτὴν κατὰ μῆκος καὶ κατὰ πλάτος, διὰ νὰ τὴν γνωρίσῃς καλά, διότι εἰς σὲ καὶ στοὺς ἀπογόνους σου θὰ τὴν δώσω ὡς παντοτεινὴν κατοικίαν σας”.
Γεν. 13,18 καὶ ἀποσκηνώσας Ἅβραμ, ἐλθὼν κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆ, ἣ ἦν ἐν Χεβρώμ, καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ.
Γεν. 13,18 Ἔπειτα ἀπὸ αὐτὰ ὁ Ἅβραμ ἐσήκωσε τὴν σκηνήν του, ἐπῆρε τὰ ὑπάρχοντά του καὶ ἐλθὼν ἐγκατεστάθη πλησίον εἰς τὴν δρῦν Μαμβρῆ, ἡ ὁποία εὑρίσκετο εἰς τὴν Χεβρών, ἐκεῖ καὶ ἔκτισε θυσιαστήριον πρὸς τιμὴν τοῦ Κυρίου.
Γεν. 14,1 Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, καὶ Ἀριὼχ βασιλέως Ἐλλασάρ, Χοδολλογομὸρ βασιλεὺς Ἐλὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν
Γεν. 14,1 Τότε βασιλεὺς τῆς Σενναὰρ ἦτο ὁ Ἀμαρφάλ, βασιλεὺς τῆς Ἑλλασὰρ ἦτο ὁ Ἀριώχ, βασιλεὺς τῆς Ἐλὰμ ἦτο ὁ Χοδολλογομὸρ καὶ βασιλεὺς τῶν ἐθνῶν ἦτο ὁ Θαργάλ.
Γεν. 14,2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας καὶ μετὰ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ μετὰ Συμοβὸρ βασιλέως Σεβωείμ, καὶ βασιλέως Βαλάκ (αὕτη ἐστὶ Σηγώρ).
Γεν. 14,2 Αὐτοὶ ἐκήρυξαν πόλεμον ἐναντίον τοῦ Βαλλά, βασιλέως τῶν Σοδόμων, ἐναντίον τοῦ Βαρσὰ βασιλέως τῆς Γομόρρας, ἐναντίον Σενναὰρ βασιλέως Ἀδαμά, ἐναντίον Συμοβὸρ βασιλέως Σεβωεὶμ καὶ ἐναντίον τοῦ βασιλέως τῆς Βαλάκ, ἡ ὁποία Βαλὰκ εἶναι ἡ ἴδια μὲ τὴν Σηγώρ,
Γεν. 14,3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκὴν (αὕτη ἡ θάλασσα τῶν ἁλῶν).
Γεν. 14,3 Οἱ πέντε αὐτοὶ βασιλεῖς συνεκεντρώθησαν, μὲ τὰ στρατεύματά των εἰς τὴν φάραγγα, ἡ ὁποία ἐλέγετο ἁλμυρὰ (αὐτὴ εἶναι ἡ θάλασσα τῶν ἁλάτων).
Γεν. 14,4 δώδεκα ἔτη αὐτοὶ ἐδούλευσαν τῷ Χοδολλογομόρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν.
Γεν. 14,4 Οἱ πέντε αὐτοὶ βασιλεῖς ἐπὶ δώδεκα ἔτη ἦσαν δοῦλοι στὸν Χοδολλογομόρ. Κατὰ δὲ τὸ δέκατον τρίτον ἔτος ἐπανεστάτησαν.
Γεν. 14,5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθε Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ καὶ Καρναΐν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ὀμμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει
Γεν. 14,5 Κατὰ τὸ δέκατον τέταρτον ὅμως ἔτος ἐπῆλθεν ἐναντίον αὐτῶν ὁ Χοδολλογομὸρ καὶ μαζῆ μὲ αὐτὸν οἱ σύμμαχοί του βασιλεῖς καὶ κατέκοψαν τοὺς γίγαντας τῆς πόλεως Ἀσταρὼθ καὶ Καρναΐν, μαζῆ δὲ μὲ αὐτοὺς καὶ ἄλλα ἔθνη ἰσχυρά, τοὺς Ὀμμαίους τῆς πόλεως Σαυῆ,
Γεν. 14,6 καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηείρ, ἕως τῆς τερεβίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ.
Γεν. 14,6 τοὺς Χορραίους τῶν ὀρέων Σηεὶρ μέχρι τῆς τερεβίνθου τῆς Φαράν, ἡ ὁποία εὑρίσκεται εἰς τὴν ἔρημον, εἰς τὰ νότια μέρη τῆς Χαναάν.
Γεν. 14,7 καὶ ἀναστρέψαντες ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶ Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασονθαμάρ.
Γεν. 14,7 Οι τέσσαρες αυτοί πολεμισταί βασιλείς επέστρεψαν από την περιοχήν Φαράν, ήλθον εις την “Πηγήν της Κρίσεως”, δηλαδή εις την Καδης, και εκεί κατέκοψαν όλους τους άρχοντας των Αμαληκιτών και τους Αμορραίους, οι οποίοι κατοικούσαν εις Ασασονθαμάρ, κοντά εις την Νεκράν Θαλασσαν.
Γεν. 14,8 ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βαλάκ (αὕτη ἐστὶ Σηγώρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ,
Γεν. 14,8 Τότε οἱ πέντε βασιλεῖς, δηλαδὴ ὁ βασιλεὺς Σοδόμων, ὁ βασιλεὺς Γομόρρας, ὁ βασιλεὺς Ἀδαμά, ὁ βασιλεὺς Σεβωεὶμ καὶ ὁ βασιλεὺς τῆς Βαλὰκ (αὐτὴ εἶναι ἡ πόλις Σηγὼρ) ἐξῆλθον καὶ παρετάχθησαν εἰς τὴν κοιλάδα τὴν ἀλμυράν, διὰ νὰ πολεμήσουν
Γεν. 14,9 πρὸς Χοδολλογομὸρ βασιλέα Ἐλὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε.
Γεν. 14,9 ἐναντίον τῶν τεσσάρων βασιλέων, ἤτοι ἐναντίον τοῦ Χοδολλογομὸρ βασιλέως Ἐλάμ, ἐναντίον Θαργὰλ βασιλέως τῶν ἐθνῶν, ἐναντίον Ἁμαρφὰλ βασιλέως Σενναὰρ καὶ ἐναντίον Ἀριὼχ βασιλέως Ἐλλασάρ. Οἱ τέσσαρες αὐτοὶ τελευταῖοι βασιλεῖς ἀντιπαρετάχθησαν ἐναντίον τῶν πέντε βασιλέων.
Γεν. 14,10 ἡ δὲ κοιλὰς ἡ ἁλυκή, φρέατα ἀσφάλτου. ἔφυγε δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον.
Γεν. 14,10 ἁλμυρὰ ἐκείνη κοιλὰς εἶχε φρέατα ἀσφάλτου. Γενομένης μάχης μεταξὺ τῶν ἀντιπάλων μερῶν ἐνικήθησαν καὶ ἐτράπησαν εἰς φυγὴν ὁ βασιλεὺς τῶν Σοδόμων καὶ ὁ βασιλεὺς τῆς Γομόρρας, οἱ ὁποῖοι ὅμως ἐνέπεσαν εἰς τὰ ἐκεῖ φρέατα. Οἱ ὑπόλοιποι ἔφυγον εἰς τὴν ὀρεινὴν περιοχήν.
Γεν. 14,11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόῤῥας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον.
Γεν. 14,11 Οἱ νικηταὶ τέσσαρες βασιλεῖς ἐπῆραν ὡς λάφυρα ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων καὶ τῆς Γομόρας καὶ ὅλα τὰ τρόφιμα αὐτῶν καὶ ἔφυγον.
Γεν. 14,12 ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἅβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.
Γεν. 14,12 Συνέλαβον δὲ καὶ τὸν Λώτ, τὸν υἱὸν τοῦ ἀδελφοῦ τοῦ Ἅβραμ, ἐπῆραν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ ἔφυγαν. Αὐτὸ δὲ τὸ ἔπαθεν ὁ Λώτ, διότι κατοικοῦσε εἰς τὴν περιοχὴν τῶν Σοδόμων.
Γεν. 14,13 Παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει παρὰ τῇ δρυΐ τῇ Μαμβρῇ Ἀμοῤῥαίου τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἅβραμ.
Γεν. 14,13 Ἕνας δὲ ἀπὸ τοὺς διασωθέντας ἦλθεν στὸν Ἅβραμ, στὸν περάτην ὅπως τὸν ὠνόμαζον οἱ ἐντόπιοι, καὶ τοῦ ἀνήγγειλε τὰ θλιβερὰ γεγονότα. Ὁ Ἅβραμ κατοικοῦσε τότε κοντὰ εἰς τὴν δρῦν τοῦ Μαμβρῆ τοῦ Ἀμορραίου, ἀδελφοῦ τοῦ Ἐσχὼλ καὶ τοῦ Αὐνάν, οἱ ὁποῖοι εἶχον συνάψει ἕνα σύμφωνον φιλίας καὶ συμμαχίας μὲ τὸν Ἅβραμ.
Γεν. 14,14 ἀκούσας δὲ Ἅβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ὁ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν.
Γεν. 14,14 Πληροφορηθεὶς ὁ Ἅβραμ ὅτι συνελήφθη αἰχμάλωτος ὁ ἀνεψιὸς του ὁ Λὼτ ἐπεστράτευσε τοὺς δούλους, ποὺ εἶχαν γεννηθῆ καὶ ἐζοῦσαν στὸν οἶκον του, τριακοσίους δέκα ὀκτὼ ἄνδρας, καὶ κατεδίωξε τοὺς νικητὰς βασιλεῖς μέχρι τῆς πόλεως Δάν.
Γεν. 14,15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ κατεδίωξεν αὐτοὺς ἕως Χοβά, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ.
Γεν. 14,15 Ἐπέπεσεν ἐναντίον αὐτῶν κατὰ τὴν νύκτα, αὐτὸς καὶ οἱ δοῦλοι του, ἐκτύπησε καὶ ἐνίκησεν αὐτοὺς καὶ τοὺς κατεδίωξεν ἕως εἰς τὴν πόλιν Χοβά, ἡ ὁποία εὑρίσκεται πρὸς τὰ ἀριστερά τῆς Δαμασκοῦ.
Γεν. 14,16 καὶ ἀπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπέστρεψε καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Γεν. 14,16 Ἐκυρίευσεν ὁ Ἅβραμ ὅλον τὸ ἱππικὸν τῶν Σοδόμων, ἀπηλευθέρωσε τὸν ἀνεψιὸν του τὸν Λὼτ μὲ ὅλα τὰ ὑπάρχοντά του, μὲ τὰς γυναῖκας καὶ τὸν λαόν.
Γεν. 14,17 Ἐξῆλθε δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ, εἰς τὴν κοιλάδα τοῦ Σαβύ (τοῦτο ἦν τὸ πεδίον τῶν βασιλέων).
Γεν. 14,17 Μετὰ δὲ τὴν συντριπτικὴν ἥτταν τοῦ Χοδολλογομὸρ καὶ τῶν συμμάχων του βασιλέων ὁ Ἅβραμ ἐπέστρεψε καὶ ἔφθασεν ἔξω ἀπὸ τὴν Ἱερουσαλήμ. Ἐκεῖ, εἰς τὴν κοιλάδα τοῦ Σαβὺ (δηλαδὴ εἰς τὴν πεδιάδα τῶν βασιλέων), ἐξῆλθε πρὸς συνάντησίν του ὁ βασιλεὺς τῶν Σοδόμων.
Γεν. 14,18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου.
Γεν. 14,18 δὲ Μελχισεδέκ, ὁ ὁποῖος ἦτο ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου καὶ βασιλεὺς τῆς Ἱερουσαλήμ, προσέφερε πρὸς τὸν Θεὸν ὡς εὐχαριστήριον θυσίαν διὰ τὴν νίκην τοῦ Ἅβραμ ἄρτους καὶ οἶνον.
Γεν. 14,19 καὶ εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπεν· εὐλογημένος Ἅβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 14,19 Αὐτὸς εὐλόγησε τὸν Ἅβραμ καὶ εἶπεν “ἂς εἶναι εὐλογημένος ὁ Ἅβραμ ἀπὸ τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν.
Γεν. 14,20 καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ Ἅβραμ δεκάτην ἀπὸ πάντων.
Γεν. 14,20 Καὶ δοξασμένος ἂς εἶναι ὁ Θεὸς ὁ Ὕψιστος, ὁ ὁποῖος παρέδωσε ὑποχειρίους εἰς σὲ τοὺς ἐχθροὺς σου”. Ὁ Ἅβραμ ἔδωσε τότε στὸν Μελχισεδὲκ τὸ δέκατον ἀπὸ ὅλα τὰ λάφυρα, τὰ ὁποῖα εἶχε κυριεύσει.
Γεν. 14,21 εἶπε δὲ βασιλεὺς Σοδόμων πρὸς Ἅβραμ· δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ.
Γεν. 14,21 Ὁ δὲ βασιλεὺς τῶν Σοδόμων εἶπε πρὸς τὸν Ἅβραμ· “δός μου τοὺς ἄνδρας μου, τοὺς ὁποίους ἀπηλευθέρωσες, καὶ κράτησε διὰ τὸν ἑαυτόν σου τὸ ἰππικόν”.
Γεν. 14,22 εἶπε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα Σοδόμων· ἐκτενῶ τὴν χεῖρά μου πρὸς Κύριον τὸν Θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Γεν. 14,22 Ἀπήντησε δὲ Ἅβραμ πρὸς τὸν βασιλέα τῶν Σοδόμων· “ἁπλώνω τὸ χέρι μου καὶ ὁρκίζομαι εἰς Κύριον τὸν Θεὸν τὸν Ὕψιστον, ὁ ὁποῖος ἐδημιούργησε τὸν οὐρανὸν καὶ τὴν γῆν,
Γεν. 14,23 εἰ ἀπὸ σπαρτίου ἕως σφυρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ·
Γεν. 14,23 ὅτι δὲν θὰ πάρω τίποτε, ἀπὸ ὅσα σοῦ ἀνήκουν, ἀπὸ κλωστὴν ἕως σχοινὶ ὑποδήματος, διὰ νὰ μὴ εἴπῃς ὅτι ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ.
Γεν. 14,24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα.
Γεν. 14,24 Θὰ λάβω μόνον τὰς τροφάς, τὰς ὁποίας κατηνάλωσαν οἱ δοῦλοι μου κατὰ τὸν χρόνον τῆς ἐπιθέσεως αὐτῆς. Ἐπίσης αὐτοὶ ποὺ ἐξεστράτευσαν μαζῆ μὲ ἐμέ, οἱ ἄνδρες τοῦ Ἐσχώλ, τοῦ Αὐνὰν καὶ Μαμβρῆ, θὰ λάβουν τὴν δικαίαν μερίδα ἀπὸ τὰ λάφυρα”.
Γεν. 15,1 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ Ἅβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα.
Γεν. 15,1 Ἔπειτα ἀπὸ τὰ γεγονότα αὐτὰ παρουσιάσθη ὁ Θεὸς μὲ ὅραμα στὸν Ἅβραμ καὶ τοῦ εἶπε· “Ἅβραμ, μὴ φοβῆσαι· ἐγὼ σὲ ὑπερασπίζω πάντοτε• ὁ μισθός σου διὰ τὴν πίστιν καὶ δικαιοσύνην σου θὰ εἶναι πολύς, πάρα πολύς”.
Γεν. 15,2 λέγει δὲ Ἅβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ.
Γεν. 15,2 Εἶπε δὲ ὁ Ἅβραμ• “Δεσπότα Κύριε, τί θὰ μοῦ δώσης; Ἐγὼ ἔπειτα ἀπὸ ὀλίγον ἀποθνήσκω ἄτεκνος. Κληρονόμος μου θὰ εἶναι ὁ Ἐλιέζερ, ὁ καταγόμενος ἀπὸ τὴν Δαμασκόν, ὁ υἱὸς τῆς δούλης μου Μασέκ, ἡ ὁποία ἐγεννήθη στὸν οἶκον μου”.
Γεν. 15,3 καὶ εἶπεν Ἅβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι.
Γεν. 15,3 Καὶ ἐπαναλαμβάνει ὁ Ἅβραμ πρὸς τὸν Θεόν• “ναί, Κύριε, ὁ δοῦλος μου ὁ γεννηθεὶς εἰς τὸν οἶκον μου, αὐτὸς θὰ μὲ κληρονομήσῃ, διότι εἰς ἐμὲ δὲν ἔδωσες τέκνον”.
Γεν. 15,4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε.
Γεν. 15,4 μέσως ἠκούσθη ἡ φωνὴ τοῦ Κυρίου λέγουσα πρὸς αὐτόν• “ὄχι ! Δὲν θὰ σὲ κληρονομήσῃ αὐτός, ἀλλὰ θὰ σὲ κληρονομήσῃ ἐκεῖνος ποὺ θὰ γεννηθῇ ἀπὸ σένα”.
Γεν. 15,5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου.
Γεν. 15,5 Ἔβγαλε δὲ ὁ Θεὸς τὸν Ἅβραμ ἔξω ἀπὸ τὴν σκηνὴν καὶ τοῦ εἶπε• “σήκωσε, λοιπόν, τὸ βλέμμα σου εἰς τὸν οὐρανὸν καὶ μέτρησε τὰ ἀστέρια τοῦ οὐρανοῦ, ἐὰν ἠμπορῇς ποτὲ νὰ τὰ μετρήσῃς”. Καὶ προσέθεσεν ὁ Θεός• “τόσον πολλοὶ θὰ εἶναι οἱ ἀπόγονοι σου”.
Γεν. 15,6 καὶ ἐπίστευσεν Ἅβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
Γεν. 15,6 Ἐπίστευσεν ὁ Ἅβραμ ὁλοψύχως στὸν Θεὸν καὶ ἡ πίστις του αὐτὴ ἐθεωρήθη ὡς μεγάλη ἀρετὴ καὶ σύνολον ἀρετῶν.
Γεν. 15,7 εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι.
Γεν. 15,7 Εἶπεν ἀκόμη ὁ Θεὸς πρὸς τὸν Ἅβραμ• “ἐγὼ σὲ ἔβγαλα ἀπὸ τὴν χώραν τῶν Χαλδαίων, διὰ νὰ δώσω εἰς σὲ καὶ εἰς τοὺς ἀπογόνους σου ὡς κληρονομίαν τὴν γῆν αὐτήν”.
Γεν. 15,8 εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν;
Γεν. 15,8 Εἶπε τότε ὁ Ἅβραμ• “Δεσπότα Κύριε, πῶς ἐγὼ θὰ πληροφορηθῶ σαφῶς καὶ θὰ ἐννοήσω ὅτι θὰ κληρονομήσω αὐτὴν τὴν χώραν;”
Γεν. 15,9 εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν.
Γεν. 15,9 Εἶπε πρὸς αὐτὸν ὁ Θεός• “πάρε δι’ ἐμὲ μίαν δάμαλιν τριῶν ἐτῶν, αἶγα ἐπίσης τριῶν ἐτῶν καὶ κριὸν τριῶν ἐτῶν, ἀκόμη δὲ μίαν τρυγόνα καὶ μίαν περιστεράν”.
Γεν. 15,10 ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε.
Γεν. 15,10 Ἐπῆρε ὁ Ἅβραμ ὅλα αὐτά, τὰ ἐδιχοτόμησε καὶ ἔθεσε τὰ τεμάχια τὰ μὲν ἀπέναντι τῶν δέ. Τὰ πτηνὰ ὅμως δὲν τὰ ἐδιχοτόμησε.
Γεν. 15,11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, ἐπὶ τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθησεν αὐτοῖς Ἅβραμ.
Γεν. 15,11 Εἰς τὰ διχοτομημένα αὐτὰ σώματα τῶν ζώων ἐπέπεσαν μὲ ὁρμὴν ἁρπακτικὰ ὄρνεα καὶ ὁ Ἅβραμ ἐκάθησε κοντὰ εἰς τὰ διχοτομημένα ἐκεῖνα σώματα, διὰ νὰ διώχνῃ τὰ ὄρνεα.
Γεν. 15,12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσε τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ.
Γεν. 15,12 Κατὰ δὲ τὸ ἡλιοβασίλεμμα ἐβυθίσθη ὁ Ἅβραμ εἰς ἔκστασιν καὶ ἕνας σκοτεινὸς μεγάλος φόβος τὸν κατέλαβεν.
Γεν. 15,13 καὶ ἐῤῥέθη πρὸς Ἅβραμ· γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη.
Γεν. 15,13 Εἰς τοιαύτην ψυχολογικὴν κατάστασιν εὑρισκόμενος ἤκουσε τὸν Θεὸν νὰ τοῦ λέγῃ• “μάθε καὶ κατανόησε καλὰ ὅτι οἱ ἀπόγονοί σου ἐπὶ τετρακόσια ὁλόκληρα ἔτη θὰ ζήσουν ὡς ξένοι εἰς ξένην χώραν, οἱ κάτοικοι τῆς ὁποίας θὰ ἔχουν αὐτοὺς ὡς δούλους• θὰ τοὺς ταλαιπωρήσουν καὶ θὰ τοὺς ἐξευτελίσουν ἐπὶ τετρακόσια ἔτη.
Γεν. 15,14 τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς.
Γεν. 15,14 Τὸ δὲ ἔθνος, τὸ ὁποῖον θὰ μεταχειρισθῆ τοὺς ἀπογόνους σου ὡς δούλους, θὰ τὸ τιμωρήσω ἐγώ. Μετὰ δὲ τὰ τετρακόσια αὐτὰ χρόνια οἱ ἀπόγονοί σου θὰ ἐξέλθουν ἀπὸ τὴν χώραν ἐκείνην καὶ θὰ ἔλθουν ἐδῶ εἰς τὴν Χαναὰν μὲ πολλὰ ἀγαθά, λαὸς πολύς.
Γεν. 15,15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.
Γεν. 15,15 Σὺ δὲ μὲ ἕνα εἰρηνικὸν θάνατον, ἀφοῦ πλέον θὰ ἔχεις φθάσει εἰς εὐτυχιαμένα γεράματα, θὰ μεταβῇς εἰς τοὺς προπάτοράς σου εἰς τὴν αἰωνιότητα.
Γεν. 15,16 τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.
Γεν. 15,16 Οἱ ἀπόγονοί σου θὰ ἐπιστρέψουν ἐδῶ ἀπὸ τὴν ξένην χώραν κατὰ τὴν τετάρτην γενεάν. Καὶ τοῦτο, διότι αἱ κακίαι τῶν Ἀμορραίων δὲν θὰ ἔχουν φθάσει ἐνωρίτερον στὸ ἀποκορύφωμά των, διὰ νὰ τιμωρηθοῦν αὐτοὶ ὅπως τοὺς πρέπει”.
Γεν. 15,17 ἐπεὶ δὲ ὁ ἥλιος ἐγένετο πρὸς δυσμάς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων.
Γεν. 15,17 Ὅταν δὲ ὁ ἥλιος ἔδυε, ἤναψε μιὰ φλὸξ καὶ ἰδοὺ ἐφάνη ἕνα καμίνι νὰ καπνίζῃ καὶ λαμπάδες πυρός, αἱ ὁποῖαι ἐπέρασαν ἀνάμεσα ἀπὸ τὰ διχοτομημένα σώματα τῶν ζώων.
Γεν. 15,18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο Κύριος τῷ Ἅβραμ διαθήκην λέγων· τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου,
Γεν. 15,18 Κατὰ τὴν ἡμέραν ἐκείνην ἔκαμε διαθήκην ὁ Θεὸς πρὸς τὸν Ἅβραμ καὶ τοῦ ἔδωσε τὴν ὑπόσχεσιν λέγων• “εἰς τοὺς ἀπογόνους σου θὰ δώσω τὴν χώραν αὐτὴν ἀπὸ τὸν ποταμὸν τῆς Αἰγύπτου ἕως τὸν μεγάλον ποταμὸν τῆς Μεσοποταμίας, τὸν Εὐφράτην.
Γεν. 15,19 τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τούς Κεδμωναίους
Γεν. 15,19 Θὰ σᾶς δώσω ἐπίσης ὑπὸ τὴν ἐξουσίαν σας τοὺς Κεναίους, τοὺς Κενεζαίους, τοὺς Κεδμωναίους,
Γεν. 15,20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ Ῥαφαεὶν καὶ τοὺς Ἀμοῤῥαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.
Γεν. 15,20 τοὺς Χετταίους, τοὺς Φερεζαίους, τοὺς Ραφαείν, τοὺς Ἀμορραίους, τοὺς Χαναναίους, τοὺς Εὐαίους, τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους”.
Γεν. 16,1 Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
Γεν. 16,1 Ἡ Σάρα, ἡ σύζυγος τοῦ Ἅβραμ, δὲν ἐγέννοσε τέκνα. Εἰς τὴν ὑπηρεσίαν αὐτῆς εὑρίσκετο μία δούλη ἀπὸ τὴν Αἴγυπτον, ἡ ὁποία ὠνομάζετο Ἄγαρ.
Γεν. 16,2 εἶπε δὲ Σάρα πρὸς Ἅβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ Ἅβραμ τῆς φωνῆς Σάρας.
Γεν. 16,2 Εἶπε ἡ Σάρα πρὸς τὸν Ἅβραμ• “ἰδού, ὁ Κύριος μὲ ἔχει ἐμποδίσει νὰ συλλάβω καὶ γεννήσω τέκνον. Λοιπόν, πήγαινε εἰς τὴν δούλην μου, διὰ νὰ ἀποκτήσω, ἔστω καὶ ἀπὸ αὐτήν, ἕνα τέκνον”. Ὑπήκουσεν ὁ Ἅβραμ εἰς τὸν λόγον αὐτὸν τῆς Σάρας.
Γεν. 16,3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ Ἅβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
Γεν. 16,3 Ἡ Σάρα, ἡ γυνὴ τοῦ Ἅβραμ, ἔλαβε τὴν Ἄγαρ τὴν Αἰγυπτίαν δούλην της, δέκα ἔτη μετὰ τὴν ἔλευσιν τοῦ Ἅβραμ εἰς τὴν Χαναὰν καὶ ἔδωσεν ἐκείνην εἰς αὐτὸν ὡς γυναῖκα.
Γεν. 16,4 καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
Γεν. 16,4 Ὁ Ἅβραμ ἔλαβε τὴν Ἄγαρ, ἡ ὁποία καὶ κατέστη κατόπιν ἔγκυος. Ὅταν ἡ Ἄγαρ εἶδεν ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη, πρᾶγμα τὸ ὁποῖον ἀπετέλεσε περιφρόνησιν διὰ τὴν κυρίαν της τὴν Σάραν.
Γεν. 16,5 εἶπε δὲ Σάρα πρὸς Ἅβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
Γεν. 16,5 Εἶπε τότε ἡ Σάρα πρὸς τὸν Ἅβραμ• “ἀδικοῦμαι ἀπὸ σὲ• ἐγώ σοῦ ἔδωσα τὴν δούλην μου εἰς τὴν ἀγκάλην σου. Ἐκείνη δέ, ὅταν εἶδεν ὅτι εἶναι ἔγκυος, ὑπερηφανεύθη ἐναντίον μου καὶ μὲ περιεφρόνησε. Ὁ Θεὸς ἂς κρίνῃ μεταξὺ ἐμοῦ καί σοῦ, διότι φαίνεται ὅτι σὺ ἀνέχεσαι αὐτὴν τὴν διαγωγὴν της”.
Γεν. 16,6 εἶπε δὲ Ἅβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
Γεν. 16,6 Ὁ Ἅβραμ εἶπε τότε πρὸς τὴν Σαραν· “ἡ δούλη σου εἶναι εἰς τὰ χέρια σου. Τὴν ἀφήνω εἰς τὴν διάθεσίν σου. Μεταχειρίσου την, ὅπως σοῦ ἀρέσει”. Ἡ Σάρα ἐταλαιπώρησε τότε καὶ ἐβασάνισε τὴν Ἄγαρ, ἡ ὁποία καὶ ἐδραπέτευσεν ἀπὸ τὴν σκληρὰν κυρίαν της.
Γεν. 16,7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
Γεν. 16,7 Ἄγγελος ὅμως Κυρίου εὗρε τὴν Ἄγαρ περιπλανωμένην εἰς τὴν ἔρημον, πλησίον κάποιας πηγῆς ποὺ εὑρίσκετο εἰς τὴν ὁδὸν τὴν ὁδηγοῦσαν πρὸς τὴν ἔρημον Σούρ,
Γεν. 16,8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
Γεν. 16,8 καὶ εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου• “Ἄγαρ, δούλη τῆς Σάρας, ἀπὸ ποῦ ἔρχεσαι καὶ ποῦ πηγαίνεις;” Ἐκείνη ἀπήντησε• “ἐδραπέτευσα ἀπὸ τὴν κυρίαν μου τὴν Σάραν”.
Γεν. 16,9 εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
Γεν. 16,9 Εἶπε πρὸς αὐτὴν ὁ ἄγγελος τοῦ Κυρίου• “νὰ ἐπιστρέψῃς εἰς τὴν κυρίαν σου, νὰ ταπεινωθῇς καὶ νὰ ὑποταχθῇς εἰς τὴν ἐξουσίαν της”.
Γεν. 16,10 καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
Γεν. 16,10 Καὶ προσέθεσεν ὁ ἄγγελος• “θὰ πληθύνω πολύ τοὺς ἀπογόνους σου, τόσον πολὺ ὥστε λόγῳ τοῦ πλήθους των νὰ μὴ εἶναι δυνατὸν νὰ καταμετρηθοῦν.
Γεν. 16,11 καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
Γεν. 16,11 Σὺ εἶσαι τώρα ἔγκυος, θὰ γεννήσῃς τέκνον καὶ θὰ τὸ ὀνομάσῃς Ἰσμαήλ, διότι Κύριος ὁ Θεὸς ἤκουσε τὴν δέησίν σου καὶ διετέθη εὐμενῶς διὰ σὲ ἐξ αἰτίας τῆς θλίψεώς σου αὐτῆς.
Γεν. 16,12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
Γεν. 16,12 Αὐτὸς δὲ ὁ υἱός σου θὰ εἶναι ἄνθρωπος τῆς ὑπαίθρου, τραχύς• θὰ στρέφεται ἐναντίον ὅλων καὶ ὅλοι θὰ στρέφωνται ἐναντίον αὐτοῦ. Αὐτὸς καὶ οἱ ἀπόγονοί του θὰ κατοικήσουν ἀπέναντι ὅλων τῶν συγγενῶν των”.
Γεν. 16,13 καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
Γεν. 16,13 Ἡ Ἄγαρ ἐπεκαλέσθη τότε μὲ σεβασμὸν καὶ εὐγνωμοσύνην τὸ ὄνομα τοῦ Κυρίου, ὁ ὁποῖος ὡμίλει πρὸς αὐτήν, καὶ εἶπε• “σὺ εἶσαι ὁ Θεός, ὁ ὁποῖος ἔρριψες βλέμμα στοργῆς πρὸς ἐμὲ τὴν ταλαίπωρον”. Καὶ ὡμολόγησεν ἡ Ἄγαρ• “πράγματι εἶδον ἐνώπιόν μου νὰ φανερώνεται ὁ Θεός” !
Γεν. 16,14 ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
Γεν. 16,14 Ἐξ αἰτίας τοῦ μεγάλου τούτου γεγονότος ὠνόμασε τὸ φρέαρ ἐκεῖνο “φρέαρ ὅπου εἶδον ἐνώπιόν μου τὸν Θεόν”. Τοῦτο εὑρίσκεται μεταξὺ Κάδης καὶ Βαράδ.
Γεν. 16,15 Καὶ ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ υἱόν, καὶ ἐκάλεσεν Ἅβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
Γεν. 16,15 Ἡ Ἄγαρ ἐγέννησε πράγματι, ὕστερα ἀπὸ ὀλίγον, τέκνον στὸν Ἅβραμ. Ὁ δὲ Ἅβραμ ὠνόμασε τὸ παιδί του, τὸ ὁποῖον τοῦ ἐγέννησεν ἡ Ἄγαρ, μὲ τὸ ὄνομα Ἰσμαήλ.
Γεν. 16,16 Ἅβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ τὸν Ἰσμαήλ.
Γεν. 16,16 Ἠτο δὲ τότε ὁ Ἅβραμ, ὅταν ἐγέννησεν εἰς αὐτὸν ἡ Ἄγαρ τὸν Ἰσμαήλ, ἐτῶν ὀγδοήκοντα ἕξ.
Γεν. 17,1 Ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος,
Γεν. 17,1 Ὅταν ὁ Ἅβραμ ἔφθασεν εἰς ἡλικίαν ἐνενήκοντα ἐννέα ἐτῶν, παρουσιάσθη ὁ Κύριος εἰς αὐτὸν καὶ τοῦ εἶπεν• “ἐγὼ εἶμαι, ὁ Θεὸς σου• γίνε εὐάρεστος ἐνώπιόν μου, ἀνεπίληπτος καὶ ἐνάρετος•
Γεν. 17,2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα.
Γεν. 17,2 καὶ θὰ συνάψω τὴν διαθήκην μου μεταξὺ ἐμοῦ καί σοῦ καὶ θὰ πληθύνω τοὺς ἀπογόνους σου πάρα πολύ”.
Γεν. 17,3 καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων·
Γεν. 17,3 Γεμᾶτος ἱερὸν δέος καὶ εὐγνωμοσύνην ὁ Ἅβραμ ἔπεσε πρηνὴς ἐνώπιον τοῦ Θεοῦ, ὁ ὁποῖος ὡμίλησε πάλιν καὶ τοῦ εἶπεν•
Γεν. 17,4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν,
Γεν. 17,4 “Ἰδοὺ ἡ συμφωνία καὶ ἡ ὑπόσχεσίς μου πρὸς σὲ• θὰ γίνῃς γενάρχης πολυαρίθμων ἐθνῶν.
Γεν. 17,5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε.
Γεν. 17,5 Τὸ ὄνομά σου δὲν θὰ εἶναι πλέον Ἅβραμ, ἀλλὰ θὰ ὀνομάζεσαι Ἀβραάμ, διότι σὲ ἔχω προορίσει ὡς πρόγονον καὶ πατριάρχην πολλῶν λαῶν.
Γεν. 17,6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται.
Γεν. 17,6 Θὰ σὲ αὐξήσω πολύ, πάρα πολύ, θὰ σὲ ἀναδείξω πρόγονον πολλῶν ἐθνῶν καὶ βασιλεῖς θὰ προέλθουν ἀπὸ σέ.
Γεν. 17,7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ.
Γεν. 17,7 Καὶ θὰ στήσω ἔγκυρον καὶ ἀκατάλυτον τὴν συμφωνίαν καὶ τὴν ὑπόσχεσίν μου αὐτὴν καὶ στοὺς ἀπογόνους σου ἔπειτα ἀπὸ σὲ εἰς ὅλας τὰς γενεὰς αὐτῶν• ὑπόσχεσιν παντοτεινὴν καὶ ἀνέκκλητον ὅτι θὰ εἶμαι ἰδικός σου Θεὸς καὶ Θεὸς τῶν ἔπειτα ἀπὸ σὲ ἀπογόνων σου.
Γεν. 17,8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν.
Γεν. 17,8 Καὶ θὰ δώσω εἰς σὲ καί, ἔπειτα ἀπὸ σὲ στοὺς ἀπογόνους σου ὡς αἰωνίαν ἰδιοκτησίαν ὅλην αὐτὴν τὴν γῆν Χαναάν, εἰς τὴν ὁποίαν τώρα κατοικεῖς ὡς ξένος• καὶ θὰ εἶμαι στοὺς ἀπογόνους σου ὁ Θεὸς των”.
Γεν. 17,9 καὶ εἶπεν ὁ Θεὸς πρὸς Ἁβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν.
Γεν. 17,9 Εἶπε δὲ ἀκόμη ὁ Θεὸς πρὸς τὸν Ἀβραάμ• “σὺ θὰ φυλάξῃς τὴν διαθήκην μου αὐτήν, σὺ καὶ οἱ ἀπόγονοί σου εἰς ὅλας τὰς γενεᾶς των.
Γεν. 17,10 καὶ αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν,
Γεν. 17,10 Σημεῖον δὲ καὶ ἐξωτερικὸν γνώρισμα τῆς συμφωνίας μεταξὺ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν ἀπογόνων σου ἔπειτα ἀπὸ σέ, εἰς ὅλας τὰς γενεὰς αὐτῶν ὅτι θὰ τηρήσετε τὴν διαθήκην μου εἶναι τοῦτο: ἀπὸ τώρα καὶ εἰς τὸ ἑξῆς θὰ περιτέμνεται κάθε ἀρσενικὸν τέκνον σας.
Γεν. 17,11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν.
Γεν. 17,11 Θὰ περικόψετε τὴν σαρκίνην ἀκροβυστίαν σας• καὶ τοῦτο θὰ εἶναι σημεῖον τῆς συμφωνίας μας μεταξὺ ἐμοῦ καὶ ὑμῶν.
Γεν. 17,12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, ὁ οἰκογενὴς καὶ ὁ ἀργυρώνητος, ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου.
Γεν. 17,12 Κάθε ἀρσενικὸν παιδὶ θὰ περιτέμνεται ὀκτὼ ἡμέρας μετὰ τὴν γέννησίν του, κάθε ἀρσενικὸν εἰς ὅλας τὰς γενεάς σας, ὅπως ἐπίσης θὰ περιτέμνεται καὶ ὁ δοῦλος, ὁ ὁποῖος θὰ ἀγορασθῇ μὲ χρήματα, καὶ τὸ παιδὶ παντὸς ξένου ὁ ὁποῖος κατοικεῖ μαζῆ σας, ἔστω καὶ ἂν δὲν εἶναι ἀπόγονός σου.
Γεν. 17,13 περιτομῇ περιτμηθήσεται ὁ οἰκογενὴς τῆς οἰκίας σου καὶ ὁ ἀργυρώνητος, καὶ ἔσται ἡ διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον.
Γεν. 17,13 Θὰ περιτμηθῇ ὅπως δήποτε ὁ δοῦλος, ποὺ ἐγεννήθη εἰς τὴν οἰκίαν σου, καὶ ὁ δοῦλος, ποὺ ἠγοράσθη μὲ χρήματα. Ἡ περιτομὴ αὐτὴ τῆς σαρκός σας θὰ εἶναι ὑποχρέωσις ἀπορρέουσα ἀπὸ τὴν συμφωνίαν μας, ἡ ὁποία θὰ ἔχῃ αἰωνίαν ἰσχύν.
Γεν. 17,14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασε.
Γεν. 17,14 Κάθε ἀρσενικόν, τοῦ ὁποίου δὲν περιεκόπη ἡ σὰρξ τῆς ἀκροβυστίας του κατὰ τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του καὶ ἔμεινεν ἀπερίτμητον, θὰ ἐξολοθρευθῇ ἡ ὕπαρξις αὐτὴ ἐκ μέσου τῆς φυλῆς του, διότι κατεφρόνησε καὶ κατεπάτησε τὴν ἐντολὴν μου”.
Γεν. 17,15 Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς.
Γεν. 17,15 Εἶπεν ἀκόμη ὁ Θεὸς στὸν Ἀβραάμ• “ἡ σύζυγός σου ἡ Σάρα δὲν θὰ λέγεται πλέον Σάρα, ἀλλὰ θὰ ὀνομάζεται Σάρρα.
Γεν. 17,16 εὐλογήσω δὲ αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται.
Γεν. 17,16 Θὰ εὐλογήσω δὲ αὐτήν, θὰ λύσω τὴν ἀτεκνίαν της καὶ θὰ δώσω εἰς σὲ ἀπὸ αὐτὴν τέκνον. Ἐγὼ δὲ θὰ εὐλογήσω αὐτὸ καὶ θὰ τὸ ἀναδείξω πατριάρχην ἐθνῶν πολλῶν, καὶ βασιλεῖς ἐθνῶν θὰ προέλθουν ἀπὸ αὐτό”.
Γεν. 17,17 καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ καὶ ἐγέλασε καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· εἰ τῷ ἑκατονταετεῖ γενήσεται υἱός; καὶ εἰ ἡ Σάῤῥα ἐνενήκοντα ἐτῶν τέξεται;
Γεν. 17,17 Ἔπεσεν ὁ Ἀβραὰμ πρηνὴς ἐνώπιον τοῦ Θεοῦ, ἐχάρη καὶ εἶπεν ἀπὸ μέσα του• “λοιπὸν εἰς ἡλικίαν ἑκατὸν ἐτῶν θὰ ἀποκτήσω υἱὸν καὶ ἡ Σάρρα εἰς ἡλικίαν ἐνενήκοντα ἐτῶν θὰ γεννήσῃ;”
Γεν. 17,18 εἶπε δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.
Γεν. 17,18 Εἶπε δὲ ὁ Ἀβραὰμ πρὸς τὸν Θεόν• “ὁ Ἰσμαὴλ εἶναι καὶ αὐτὸς υἱὸς μου• ἂς ζήσῃ καὶ αὐτὸς ἐνώπιόν σου καὶ μὲ τὴν εὐλογίαν σου”.
Γεν. 17,19 εἶπε δὲ ὁ Θεὸς πρὸς Ἁβραὰμ· ναί· ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν.
Γεν. 17,19 Ἀπήντησεν ὁ Θεὸς πρὸς τὸν Ἀβραάμ• “ναὶ• ἰδοὺ ἡ Σάρρα ἡ σύζυγός σου θὰ γεννήσῃ πρὸς μεγάλην σου χαρὰν υἱὸν καὶ θὰ ὀνομάσῃς αὐτὸν Ἰσαάκ, καὶ πρὸς αὐτὸν ἐγὼ θὰ συνάψω τὴν διαθήκην μου, διαθήκην αἰωνίαν, ὅτι θὰ εἶμαι εἰς αὐτὸν καὶ στοὺς ἀπογόνους αὐτοῦ ὁ Θεὸς των.
Γεν. 17,20 περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· καὶ ἰδοὺ εὐλόγηκα αὐτὸν καὶ αὐξανῶ αὐτόν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα.
Γεν. 17,20 Τὴν δὲ παράκλησίν σου περὶ τοῦ Ἰσμαὴλ ἰδοὺ τὴν ἤκουσα καὶ τὴν ἐδέχθην• τὸν ἔχω εὐλογήσει καὶ αὐτόν. Θὰ τὸν αὐξήσω καὶ θὰ τὸν πληθύνω πολὺ• δώδεκα ἔθνη θὰ προέλθουν ἀπὸ αὐτὸν καὶ θὰ ἀναδείξω αὐτὸν γενάρχην μεγάλου λαοῦ.
Γεν. 17,21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ.
Γεν. 17,21 Ἀλλὰ τὴν διαθήκην μου θὰ συνάψω καὶ θὰ πραγματοποιήσω πρὸς τὸν Ἰσαάκ, τὸν ὁποῖον θὰ γεννήσῃ εἰς σὲ ἡ Σάρρα τὴν ἐποχὴν αὐτὴν κατὰ τὸ ἑπόμενον ἔτος”.
Γεν. 17,22 συνετέλεσε δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη ὁ Θεὸς ἀπό Ἁβραάμ.
Γεν. 17,22 Ἐτελείωσε τὴν ὁμιλίαν του ὁ Θεὸς πρὸς τὸν Ἀβραὰμ καὶ ἀνεχώρησεν ἀπὸ αὐτόν.
Γεν. 17,23 Καὶ ἔλαβεν Ἁβραὰμ Ἰσμαὴλ τὸν υἱὸν ἑαυτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμε τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός.
Γεν. 17,23 Ὁ Ἀβραάμ, τὴν ἐντολὴν τοῦ Θεοῦ ἀμέσως ἐκτελῶν, ἔλαβε τὸν υἱὸν του τὸν Ἰσμαὴλ καὶ ὅλους τοὺς δούλους, οἱ ὁποῖοι ἐγεννήθησαν εἰς τὸν οἶκον του, καὶ ὅλους ὅσοι ἠγοράσθησαν μὲ χρήματα, ὅλα τὰ ἀρσενικὰ τῶν ἀνθρώπων, ποὺ ἦσαν εἰς τὸν οἶκον του, καὶ περιέτεμεν αὐτοὺς κατὰ τὴν ἡμέραν ἐκείνην σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ τοῦ εἶχε δώσει ὁ Θεός.
Γεν. 17,24 Ἁβραὰμ δὲ ἐνενηκονταεννέα ἦν ἐτῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Γεν. 17,24 Κατὰ δὲ τὴν ἡμέραν ἐκείνην, ποὺ περιέκοψεν ὁ Ἀβραὰμ καὶ τὴν ἰδικὴν του σαρκίνην ἀκροβυστίαν, ἦτο ἡλικίας ἐνενήκοντα ἐννέα ἐτῶν.
Γεν. 17,25 Ἰσμαὴλ δὲ ὁ υἱὸς αὐτοῦ ἦν ἐτῶν δεκατριῶν, ἡνίκα περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ.
Γεν. 17,25 Ὁ δὲ υἱὸς του ὁ Ἰσμαὴλ ἦτο δέκα τριῶν ἐτῶν, ὅταν ἔλαβε τὴν περιτομήν.
Γεν. 17 ,26 ἐν δὲ τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ ὁ υἱὸς αὐτοῦ·
Γεν. 17 ,26 Τὴν ἰδίαν ἡμέραν, ποὺ ἔλαβε τὴν ἐντολὴν ἀπὸ τὸν Θεόν, περιετμήθη ὁ Ἀβραάμ, ὁ υἱὸς τοῦ Ἰσμαήλ,
Γεν. 17,27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς αὐτοῦ καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.
Γεν. 17,27 ὅλοι οἱ ἄνδρες τοῦ οἴκου του, οἱ δοῦλοι οἱ γεννηθέντες εἰς τὸν οἶκον του, οἱ δοῦλοι οἱ ἀγορασθέντες ἀπὸ ἄλλους λαούς• ὅλους αὐτοὺς περιέτεμεν ὁ Ἀβραάμ.
Γεν. 18,1 Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας.
Γεν. 18,1 Ἐφανερώθηκε δὲ ὁ Θεὸς στὸν Ἀβραάμ, ποὺ ἦτο κοντὰ εἰς τὴν δρῦν Μαμβρῆ καὶ ἐκάθητο εἰς τὴν θύραν τῆς σκηνῆς του κατὰ τὸν Νότον.
Γεν. 18,2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν.
Γεν. 18,2 Ἐσήκωσε τὰ μάτια του ὁ Ἀβραὰμ καὶ εἶδεν αἴφνης τρεῖς ἄνδρας ὀρθίους ἀπέναντί του. Ἀμέσως ἔτρεξεν εἰς συνάντησίν των ἀπὸ τὴν θύραν τῆς σκηνῆς του, προσεκύνησεν αὐτοὺς ἕως εἰς τὸ ἔδαφος.
Γεν. 18,3 καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου·
Γεν. 18,3 Καὶ εἶπε• “Κύριε, ἐὰν τυχὸν εὑρῆκα χάριν ἐνώπιόν σου, σὲ παρακαλῶ μὴ καταφρονήσῃς τὸν δοῦλον σου•
Γεν. 18,4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον·
Γεν. 18,4 ἄς μοῦ ἐπιτραπῇ, λοιπόν, νὰ φέρω νερὸ καὶ οἱ δοῦλοί μου νὰ νίψουν τοὺς πόδας σας, καὶ νὰ δροσισθῆτε κάτω ἀπὸ τὸ δένδρον.
Γεν. 18,5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας.
Γεν. 18,5 Ἐγὼ δὲ θὰ ἑτοιμάσω καὶ θὰ σᾶς φέρω φαγητόν, διὰ νὰ φάγετε, ἔπειτα δὲ θὰ συνεχίσετε τὸν δρόμον σας, ἀπὸ τὸν ὁποῖον παρεξεκλίνατε ἕως ἐμέ, τὸν δοῦλον σας, διὰ νὰ μοῦ κάμετε τὴν τιμὴν νὰ σᾶς περιποιηθῶ”. Ἐκεῖνοι δὲ εἶπαν• “κάμε ὅπως εἶπες”.
Γεν. 18,6 καὶ ἔσπευσεν Ἁβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας.
Γεν. 18,6 Ἔτρεξεν ὁ Ἀβραὰμ εἰς τὴν σκηνήν, ὅπου εὑρίσκετο ἡ Σάρρα καὶ τῆς εἶπε• “τρέξε καὶ ζύμωσε τρία μέτρα σιμιγδάλι καὶ κάμε το λαγάνες εἰς τὴν φωτιά”.
Γεν. 18,7 καὶ εἰς τὰς βόας ἔδραμεν Ἁβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό.
Γεν. 18,7 Ἔτρεξε δὲ ἐκεῖ, ποὺ ἔβοσκαν τὰ βόδια του, ἐπῆρε τρυφερὸ καὶ παχὺ μοσχάρι καὶ τὸ ἔδωσεν στὸν ὑπηρέτην, ὁ ὁποῖος ἔσπευσε νὰ τὸ ἑτοιμάσῃ.
Γεν. 18,8 ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τὸ δένδρον.
Γεν. 18,8 Ἔπειτα ἀπὸ ὀλίγην ὥραν ἔλαβεν ὁ Ἀβραὰμ βούτυρον καὶ γάλα καὶ τὸ μοσχάρι, τὸ ὁποῖον ἔψησεν ὁ ὑπηρέτης, παρέθεσεν αὐτὰ εἰς τοὺς ξένους καὶ ἔφαγον. Αὐτὸς δὲ ἐστέκετο ὄρθιος πλησίον αὐτῶν κάτω ἀπὸ τὸ δένδρον.
Γεν. 18,9 Εἶπε δὲ πρὸς αὐτόν· ποῦ Σάῤῥα ἡ γυνή σου; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἰδοὺ ἐν τῇ σκηνῇ.
Γεν. 18,9 Εἶπε δὲ πρὸς αὐτὸν ἕνας ἀπὸ τοὺς φιλοξενουμένους• “ποῦ εἶναι ἡ γυναίκα σου ἡ Σάρρα;” Ὁ δὲ Ἀβραὰμ ἀπεκρίθη• “ἰδοὺ εὑρίσκεται εἰς τὴν σκηνήν”.
Γεν. 18,10 εἶπε δέ· ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου. Σάῤῥα δὲ ἤκουσε πρὸς τῇ θύρᾳ τῆς σκηνῆς, οὖσα ὄπισθεν αὐτοῦ.
Γεν. 18,10 Εἶπε δὲ ὁ ξένος αὐτὸς πρὸς τὸν Ἀβραάμ• “ὅταν τὸ ἑπόμενον ἔτος κατὰ τὴν ἐποχὴν αὐτὴν ἐπιστρέφων ἔλθω πρὸς σέ, ἡ Σάρρα, ἡ σύζυγός σου, θὰ ἔχῃ τέκνον”. Ἡ δὲ Σάρρα, εὑρισκομένη εἰς τὴν θύραν τῆς σκηνῆς πίσω ἀπὸ τὸν Ἀβραὰμ ἤκουσε τὰ λόγια αὐτὰ τοῦ ξένου.
Γεν. 18,11 Ἁβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν, ἐξέλιπε δὲ τῇ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα.
Γεν. 18,11 Ὁ Ἀβραὰμ καὶ ἡ Σάρρα ἦσαν γέροντες, προχωρημένοι εἰς τὰ χρόνια, εἰς δὲ τὴν Σάρραν ἔπαυσαν πλέον νὰ ὑπάρχουν τὰ συμπτώματα τῆς γονιμότητας.
Γεν. 18,12 ἐγέλασε δὲ Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος.
Γεν. 18,12 Ἐγέλασε δὲ ἡ Σάρρα ἀπὸ μέσα της λέγουσα• “μέχρι σήμερα δὲν ἀπέκτησα υἱὸν καὶ θὰ ἀποκτήσω τώρα ! Ἄλλωστε ὁ σύζυγός μου εἶναι γέρων”.
Γεν. 18,13 καὶ εἶπε Κύριος πρὸς Ἁβραάμ· τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ, λέγουσα· ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ γεγήρακα.
Γεν. 18,13 Εἶπε δὲ πρὸς τὸν Ἀβραὰμ ὁ ξένος ἐκεῖνος, ὁ ὁποῖος ἦτο ὁ Θεός• “διατὶ ἐγέλασεν ἡ Σάρρα ἀπὸ μέσα της λέγουσα• Θὰ γεννήσω πράγματι παιδί; Ἐγὼ ἔχω πλέον γηράσει!
Γεν. 18,14 μὴ ἀδυνατήσει παρὰ τῷ Θεῷ ῥῆμα; εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας· καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός.
Γεν. 18,14 Μήπως ὑπάρχει τίποτε ἀδύνατον διὰ τὸν Θεόν; Λοιπόν, τὸ ἑπόμενον ἔτος καὶ κατὰ τὴν ἐποχὴν αὐτὴν θὰ ἐπιστρέψω εἰς σὲ• καὶ ἡ Σάρρα θὰ ἔχῃ παιδί”.
Γεν. 18,15 ἠρνήσατο δὲ Σάῤῥα λέγουσα· οὐκ ἐγέλασα· ἐφοβήθη γάρ. καὶ εἶπεν αὐτῇ· οὐχί, ἀλλὰ ἐγέλασας.
Γεν. 18,15 Ἡ δὲ Σάρρα, ἐπειδὴ ἐφοβήθη, ἠρνήθη λέγουσα• “δὲν ἐγέλασα”. Εἶπεν ὅμως πρὸς αὐτὴν ὁ Κύριος• “ὄχι ! ἐγέλασες”.
Γεν. 18,16 Ἐξαναστάντες δὲ ἐκεῖθεν οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. Ἁβραὰμ δὲ συνεπορεύετο μετ᾿ αὐτῶν συμπροπέμπων αὐτούς.
Γεν. 18,16 Οἱ φιλοξενούμενοι τρεῖς ἄνδρες ἠγέρθησαν ἀπὸ τὸ τραπέζι, ἔστρεψαν τὸ πρόσωπόν των πρὸς τὰ Σόδομα καὶ τὰ Γόμορρα καὶ ἐπορεύοντο πρὸς αὐτά. Μαζῆ δὲ μὲ αὐτοὺς καὶ προπέμπων αὐτοὺς ἐπορεύετο καὶ ὁ Ἀβραάμ.
Γεν. 18,17 ὁ δὲ Κύριος εἶπεν· οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἁβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ.
Γεν. 18,17 Εἶπε δὲ τότε ὁ Κύριος• “δὲν θὰ κρύψω ἐγὼ ἀπὸ τὸν Ἀβραάμ, τὸν δοῦλον μου, αὐτά, τὰ ὁποῖα θὰ κάμω.
Γεν. 18,18 Ἁβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.
Γεν. 18,18 Ὁ Ἀβραὰμ θὰ ἀναδειχθῇ γενάρχης, πατριάρχης μεγάλου καὶ ἰσχυροῦ ἔθνους καὶ δι’ αὐτοῦ θὰ λάβουν τὰς θείας εὐλογίας ὅλοι οἱ λαοὶ τῆς γῆς.
Γεν. 18,19 ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ᾿ αὐτόν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἁβραὰμ πάντα, ὅσα ἐλάλησε πρὸς αὐτόν.
Γεν. 18,19 Διότι ἐγὼ ἐγνώριζον ἀπ' ἀρχῆς ὅτι ὁ πιστὸς καὶ ἐνάρετος Ἀβραὰμ θὰ διδάξῃ τὰ τέκνα του, ἐφ' ὅσον ζῇ, καὶ δι’ αὐτῶν τοὺς ἀπογόνους του ποὺ θὰ γεννηθοῦν ὑστέρα ἀπ' αὐτόν, νὰ τηροῦν τὰς ἐντολὰς τοῦ Κυρίου, ὥστε νὰ ζοῦν δικαιοσύνην καὶ νὰ ἐφαρμόζουν δικαίαν κρίσιν, διὰ νὰ ἀποστείλῃ ὁ Κύριος στὸν Ἀβραὰμ καὶ τοὺς ἀπογόνους αὐτοῦ ὅλα ὅσα τοῦ ἔχει ὑποσχεθῆ”.
Γεν. 18,20 εἶπε δὲ Κύριος· κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα.
Γεν. 18,20 Εἶπε δὲ ἐν συνεχείᾳ ὁ Κύριος• “κραυγαὶ πολλαὶ ἀπὸ τὰ Σόδομα καὶ τὴν Γομόρραν ἀνέρχονται πρὸς ἐμὲ• αἱ ἁμαρτίαι των εἶναι πάρα πολὺ μεγάλαι.
Γεν. 18,21 καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μή, ἵνα γνῶ.
Γεν. 18,21 Θὰ καταβῶ, λοιπόν, ἐκεῖ, διὰ νὰ ἴδω, ἐὰν πράγματι αἱ ἁμαρτίαι των εἶναι ὅπως αἱ κραυγαὶ ποὺ ἀνέρχονται πρὸς ἐμὲ ἤ ὄχι. Ὁπωσδήποτε θέλω νὰ μάθω”!
Γεν. 18,22 καὶ ἀποστρέψαντες ἐκεῖθεν οἱ ἄνδρες ἦλθον εἰς Σόδομα. Ἁβραὰμ δὲ ἔτι ἦν ἑστηκὼς ἐναντίον Κυρίου.
Γεν. 18,22 Δύο δὲ ἀπὸ τοὺς ξένους αὐτοὺς ἄνδρας ἀνεχώρησαν ἀπὸ ἐκεῖ καὶ ἦλθαν εἰς τὰ Σόδομα. Ὁ Ἀβραὰμ ἦτο ὄρθιος ἐκεῖ πλησίον τοῦ Κυρίου.
Γεν. 18,23 καὶ ἐγγίσας Ἁβραὰμ εἶπε· μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής;
Γεν. 18,23 Ἐπλησίασε τὸν Κύριον καὶ τοῦ εἶπε• “θὰ καταστρέψῃς τάχα τὸν δίκαιον μαζῆ μὲ τὸν ἀσεβῆ καὶ θὰ εἶναι ὁ δίκαιος εἰς τὴν αὐτὴν θέσιν, ὅπως καὶ ὁ ἀσεβής;
Γεν. 18,24 ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ;
Γεν. 18,24 Ἐὰν εὑρίσκωνται πενήντα δίκαιοι εἰς τὴν πόλιν αὐτήν, θὰ καταστρέψῃς καὶ αὐτοὺς μαζῆ μὲ τοὺς πονηρούς; Δὲν θὰ ἀφήσῃς ἄθικτον ὅλην τὴν πόλιν ἕνεκα τῶν πεντήκοντα αὐτῶν δικαίων, οἱ ὁποῖοι θὰ εὑρίσκωνται εἰς αὐτήν;
Γεν. 18,25 μηδαμῶς σὺ ποιήσεις ὡς τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;
Γεν. 18,25 Ποτὲ σὺ ὁ δίκαιος Θεὸς δὲν θὰ κάμῃς κάτι τέτοιο, νὰ φονεύσῃς δηλαδὴ τὸν δίκαιον μαζῆ μὲ τὸν ἀσεβῆ, ὥστε νὰ ἔχῃ ὁ δίκαιος τὴν αὐτὴν τύχην μὲ τὸν ἀσεβῆ. Ποτὲ δὲν θὰ κάμῃς κάτι τέτοιο. Λοιπόν, σὺ ὁ δίκαιος κριτὴς ὅλης τῆς οἰκουμένης δὲν θὰ κάμῃς καὶ εἰς τὴν περίστασιν αὐτὴν δικαίαν κρίσιν;”
Γεν. 18 ,26 εἶπε δὲ Κύριος· ἐὰν ὦσιν ἐν Σοδόμοις πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀφήσω ὅλην τὴν πόλιν καὶ πάντα τὸν τόπον δι᾿ αὐτούς.
Γεν. 18 ,26 Ἀπήντησεν ὁ Κύριος• “ἐὰν ὑπάρχουν εἰς τὴν πόλιν τῶν Σοδόμων πενήντα δίκαιοι, ἐγὼ χάριν αὐτῶν θὰ ἀφήσω ἄθικτον ὅλην τὴν πόλιν καὶ τὴν περιοχὴν αὐτῆς”.
Γεν. 18,27 καὶ ἀποκριθεὶς Ἁβραὰμ εἶπε· νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός·
Γεν. 18,27 Λαβὼν τὸν λόγον καὶ πάλιν ὁ Ἀβραὰμ εἶπε• “ἔχω ἤδη ἀρχίσει νὰ ὁμιλῶ πρὸς τὸν Κύριον, ἂν καὶ ἐγὼ εἶμαι χῶμα καὶ στάκτη. Ἐπίτρεψέ μου νὰ ἐρωτήσω καὶ πάλιν.
Γεν. 18,28 ἐὰν δὲ ἐλαττονωθῶσιν οἱ πεντήκοντα δίκαιοι εἰς τεσσαρακονταπέντε, ἀπολεῖς ἕνεκεν τῶν πέντε πᾶσαν τὴν πόλιν; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τεσσσαρακονταπέντε.
Γεν. 18,28 Ἐὰν ἐλαττωθοῦν οἱ πενήντα δίκαιοι εἰς σαράντα πέντε, ἕνεκα τῶν πέντε δικαίων ποὺ θὰ λείπουν, θὰ καταστρέψῃς τὴν πόλιν;” Καὶ εἶπεν ὁ Θεός• “δὲν θὰ τὴν καταστρέψω, ἐὰν εὕρω ἐκεῖ σαράντα πέντε δικαίους”.
Γεν. 18,29 καὶ προσέθηκεν ἔτι λαλῆσαι πρὸς αὐτόν, καὶ εἶπεν· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τεσσαράκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα.
Γεν. 18,29 Ἐτόλμησεν ὁ Ἀβραὰμ νὰ ὁμιλήσῃ ἀκόμη πρὸς τὸν Θεὸν καὶ εἶπε• “ἐὰν εὑρεθοῦν ἐκεῖ σαράντα διικαιοι, θὰ καταστρέψῃς τὴν πόλιν;” Ἀπήντησεν ὁ Θεός• “δὲν θὰ τὴν καταστρέψω ἕνεκα τῶν τεσσαράκοντα δικαίων”.
Γεν. 18,30 καὶ εἶπε· μή τι κύριε, ἐὰν λαλήσω; ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ τριάκοντα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τριάκοντα.
Γεν. 18,30 Εἶπεν ἀκόμη ὁ Ἀβραάμ• “μήπως, Κύριε, θὰ ὀργισθῇς, ἐὰν καὶ πάλιν ὁμιλήσω; Ἐὰν εὑρεθοῦν ἐκεῖ τριάκοντα δίκαιοι;” Καὶ εἶπεν ὁ Θεός• “πρὸς χάριν αὐτῶν τῶν τριάκοντα δὲν θὰ καταστρέψω τὴν πόλιν”.
Γεν. 18,31 καὶ εἶπεν· ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν κύριον· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ εἴκοσι.
Γεν. 18,31 Εἶπε πάλιν ὁ Ἀβραάμ• “Ἂς μὲ συγχωρήσῃ ὁ Κύριος ἐπειδὴ ἔχω ἀκόμη κάτι νὰ ἐρωτήσω αὐτόν. Ἐὰν εὑρεθοῦν ἐκεῖ εἴκοσι;” Καὶ εἶπεν ὁ Θεός• “Καὶ εἴκοσι ἐὰν εὕρω ἐκεῖ, δὲν θὰ καταστρέψω τὴν πόλιν”.
Γεν. 18,32 καὶ εἶπε· μήτι κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ· ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; καὶ εἶπεν· οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα.
Γεν. 18,32 Εἶπε δὲ ὁ Ἀβραάμ• “Μήπως Κύριε, θὰ ὀργισθῇς ἐναντίον μου ἐὰν ὑποβάλω μίαν ἀκόμη ἐρώτησιν; Ἐὰν εὑρεθοῦν ἐκεῖ δέκα;” Ἀπήντησεν ὁ Θεός• “δὲν θὰ καταστρέψω τὴν πόλιν πρὸς χάριν αὐτῶν τῶν δέκα”.
Γεν. 18,33 ἀπῆλθε δὲ ὁ Κύριος, ὡς ἐπαύσατο λαλῶν τῷ Ἁβραάμ, καὶ Ἁβραὰμ ἀπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ.
Γεν. 18,33 Ὅταν δὲ ἔπαυσε πλέον νὰ ὁμιλῇ ὁ Ἀβραάμ, ἀνεχώρησεν ὁ Θεός• καὶ ὁ Ἀβραὰμ ἐπανῆλθεν στὸν τόπον του.
Γεν. 19,1 Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λώτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν.
Γεν. 19,1 Κατὰ δὲ τὴν ἑσπέραν ἔφθασαν οἱ δύο ἄγγελοι εἰς τὰ Σόδομα. Ὁ Λὼτ ἐκάθητο κοντὰ εἰς τὴν πύλην τῶν Σοδόμων. Ὅταν εἶδε τοὺς ξένους, ἠγέρθη, ἐπροχώρησεν εἰς συνάντησίν των, τοὺς ἐπροσκύνησε μέχρις ἐδάφους
Γεν. 19,2 καὶ εἶπεν· ἰδοὺ κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν.
Γεν. 19,2 καὶ εἶπεν• “ἰδοὺ σᾶς παρακαλῶ, κύριοι, λοξοδρομήσατε στὸν οἶκον τοῦ δούλου σας νὰ καταλύσετε ἐκεῖ, νὰ πλύνετε τοὺς πόδας σας καὶ ἐνωρὶς τὸ πρωΐ συνεχίζετε τὸν δρόμον σας”. Ἐκεῖνοι εἶπον• “ὄχι. Εἰς τὴν πλατείαν, εἰς τὸ ὕπαιθρον θὰ διανυκτερεύσωμεν”.
Γεν. 19,3 καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον.
Γεν. 19,3 Λὼτ παρακλητικῶς ἐπίεζεν αὐτούς, ὥστε ἐκεῖνοι ὑπεχώρησαν. Ἐπῆγαν πρὸς αὐτὸν καὶ εἰσῆλθον στὸν οἶκον του. Ὁ Λὼτ παρέθεσεν εἰς αὐτοὺς δεῖπνον. Ἔψησεν ἄζυμον ἄρτον εἰς τὴν φωτιὰ καὶ ἔφαγον.
Γεν. 19,4 πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα.
Γεν. 19,4 Ἀλλὰ πρὶν κοιμηθοῦν, οἱ ἄνδρες τῆς πόλεως, οἱ πονηροὶ Σοδομῖται ἀπὸ τοῦ νεωτέρου ἕως τοῦ γεροντοτέρου, ὅλος ὁ λαὸς μαζῆ, περιεκύκλωσαν τὴν οἰκίαν τοῦ Λώτ,
Γεν. 19,5 καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς.
Γεν. 19,5 καὶ ἔξω ἀπὸ αὐτὴν ἐφώναζον πρὸς τὸν Λὼτ καὶ τοῦ ἔλεγαν• “ποῦ εἶναι οἱ ἄνδρες, οἱ ὁποῖοι κατὰ τὴν ἑσπέραν εἰσῆλθον εἰς τὸ σπίτι σου; Βγάλε τους πρὸς ἡμᾶς ἔξω, διὰ νὰ ἀσελγήσωμεν ἐπάνω εἰς αὐτούς” !
Γεν. 19,6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ.
Γεν. 19,6 Ἐβγῆκεν ὁ Λὼτ πρὸς αὐτοὺς ἔμπροσθεν ἀπὸ τὴν θύραν, τὴν δὲ θύραν ἔκλεισεν ἀσφαλῶς ὀπίσω ἀπ' αὐτόν.
Γεν. 19,7 εἶπε δὲ πρὸς αὐτούς· μηδαμῶς ἀδελφοί, μὴ πονηρεύσησθε.
Γεν. 19,7 Εἶπε δὲ πρὸς αὐτούς• “ἀδελφοί, κατ' οὐδένα τρόπον καὶ λόγον δὲν πρέπει νὰ πραγματοποιήσετε τὸ πονηρὸν τοῦτο.
Γεν. 19,8 εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξάξω αὐτὰς πρὸς ὑμᾶς, καὶ χρᾶσθε αὐταῖς, καθὰ ἂν ἀρέσκῃ ὑμῖν· μόνον εἰς τοὺς ἄνδρας τούτους μὴ ποιήσητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην τῶν δοκῶν μου.
Γεν. 19,8 Ἐντός τοῦ σπιτιοῦ μου ὑπάρχουν αἱ δύο θυγατέρες μου, παρθένοι, αἱ ὁποῖαι δὲν ἐγνώρισαν ἄνδρα. Θὰ τὰς φέρω πρός σᾶς καὶ χρησιμοποιήσατέ τας, ὅπως σᾶς ἀρέσει. Μόνον εἰς τοὺς ἄνδρας αὐτοὺς μὴ θελήσετε νὰ κάμετε κάτι τὸ κακόν, διότι εἰσῆλθον ὑπὸ τὴν στέγην μου καὶ ὡς φιλοξενούμενοι εὑρίσκονται ὑπὸ τὴν προστασίαν μου”.
Γεν. 19,9 εἶπαν δὲ αὐτῷ· ἀπόστα ἐκεῖ. εἰσῆλθες παροικεῖν· μὴ καὶ κρίσιν κρίνειν; νῦν οὖν σὲ κακώσωμεν μᾶλλον ἢ ἐκείνους. καὶ παρεβιάζοντο τὸν ἄνδρα τὸν Λὼτ σφόδρα. καὶ ἤγγισαν συντρίψαι τὴν θύραν.
Γεν. 19,9 Ἐκεῖνοι ἐξηγριωμένοι εἶπον εἰς αὐτόν• “παραμέρισε ἀπὸ ἐκεῖ καὶ φύγε• ἦλθες ἀπὸ ἄλλην χώραν καὶ μένεις σὰν ξένος μαζῆ μας. Μήπως θέλεις νὰ γίνῃς καὶ δικαστής μας; Λοιπὸν τώρα θὰ κακοποιήσωμεν περισσότερον ἐσὲ παρὰ ἐκείνους”. Ὥρμησαν ἐξηγριωμένοι καὶ ἐχειροδίκουν ἐναντίον τοῦ Λώτ, τὸν ἀπωθοῦσαν βιαίως καὶ ἐπλησίασαν διὰ νὰ συντρίψουν τὴν θύραν.
Γεν. 19,10 ἐκτείναντες δὲ οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπάσαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν·
Γεν. 19,10 Οἱ δύο ἄνδρες ὅμως ἅπλωσαν τὰ χέρια των, ἐτράβηξαν πρὸς τὸν ἑαυτὸν των καὶ ἔβαλαν τὸν Λὼτ εἰς τὸν οἶκον καὶ ἔκλεισαν ἀσφαλῶς τὴν θύραν τοῦ σπιτιοῦ.
Γεν. 19,11 τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἐν ἀορασίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζητοῦντες τὴν θύραν.
Γεν. 19,11 Τοὺς δὲ ἄνδρας, οἱ ὁποῖοι εὑρίσκοντο εἰς τὴν θύραν, τοὺς ἐτιμώρησαν ὅλους μὲ τύφλωσιν ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἔτσι ἐκεῖνοι ἀπέκαμαν ψάχνοντες νὰ εὕρουν τὴν θύραν.
Γεν. 19,12 Εἶπαν δὲ οἱ ἄνδρες ἢ πρὸς Λώτ· εἰσί σοι ὧδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες; ἢ εἴτις σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει, ἐξάγαγε ἐκ τοῦ τόπου τούτου·
Γεν. 19,12 Οἱ δύο ξένοι εἶπον τότε εἰς τὸν Λώτ• μήπως ὑπάρχουν ἐδῶ εἰς τὴν πόλιν αὐτὴν γαμβροί σου ἤ υἱοί σου ἤ θυγατέρες ἤ κανένας ἄλλος ἰδικός σου; Πάρε τους καὶ βγάλε τους ἀπὸ τὸν τόπον αὐτόν.
Γεν. 19,13 ὅτι ἡμεῖς ἀπόλλυμεν τὸν τόπον τοῦτον, ὅτι ὑψώθη ἡ κραυγὴ αὐτῶν ἔναντι Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρίψαι αὐτήν.
Γεν. 19,13 Διότι ἡμεῖς καταστρέφομεν τὸν τόπον αὐτόν, ἐπειδὴ ἡ κραυγὴ τῶν φοβερῶν ἀνομιῶν των ἔφθασε μεγάλη ἐνώπιον τοῦ Κυρίου. Καὶ ὁ Κύριος μᾶς ἀπέστειλε νὰ καταστρέψωμεν καὶ νὰ ἑξαφανίσωμεν ἐξ ὁλοκλήρου αὐτοὺς καὶ τὸν τόπον των”.
Γεν. 19,14 ἐξῆλθε δὲ Λὼτ καὶ ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ καὶ εἶπεν· ἀνάστητε καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ.
Γεν. 19,14 Ἐξῆλθεν ὁ Λὼτ ἀπὸ τὸ σπίτι του, ὡμίλησε πρὸς τοὺς μνηστῆρας τῶν θυγατέρων του καὶ τοὺς εἶπε• “σηκωθῆτε ἀμέσως καὶ φύγετε μακρυὰ ἀπὸ τὸν τόπον τοῦτον, διότι ὁ Κύριος θὰ καταστρέψῃ τὴν πόλιν”. Οἱ γαμβροὶ του ὅμως ἐνόμισαν ὅτι ὁ Λὼτ ἀστειεύεται μαζῆ των.
Γεν. 19,15 ἡνίκα δὲ ὄρθρος ἐγίνετο, ἐσπούδαζον οἱ ἄγγελοι τὸν Λὼτ λέγοντες· ἀναστὰς λάβε τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας σου, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις τῆς πόλεως.
Γεν. 19,15 Κατὰ δὲ τὰ ἐξημερώματα οἱ δύο ἄγγελοι ἐπίεζον καὶ ἐβίαζαν τὸν Λὼτ λέγοντες• “σήκω ἀμέσως, πάρε τὴν γυναῖκα σου καὶ τὰς δύο θυγατέρας σου καὶ φύγε ἔξω, διὰ νὰ μὴ καταστραφῇς καὶ σὺ μαζῆ μὲ τοὺς ἁμαρτωλοὺς κατοίκους αὐτῆς τῆς πόλεως”.
Γεν. 19,16 καὶ ἐταράχθησαν· καὶ ἐκράτησαν οἱ ἄγγελοι τῆς χειρὸς αὐτοῦ καὶ τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ καὶ τῶν χειρῶν τῶν δύο θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι Κύριον αὐτοῦ.
Γεν. 19,16 Ὁ Λὼτ καὶ οἱ περὶ αὐτὸν ἐταράχθησαν σὰν νὰ τὰ ἔχασαν. Οἱ ἄγγελοι ἐπῆραν τότε τὸ χέρι τοῦ Λώτ, τὸ χέρι τῆς γυναικός του καὶ τὰ χέρια τῶν δύο θυγατέρων του καὶ τοὺς ὠδήγησαν ἔξω ἀπὸ τὴν πόλιν, διότι ὁ Κύριος ἐλυπήθη τὸν Λώτ.
Γεν. 19,17 καὶ ἐγένετο, ἡνίκα ἐξήγαγον αὐτοὺς ἔξω καὶ εἶπαν· σῴζων σῷζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς.
Γεν. 19,17 Ὅταν δὲ οἱ ἄγγελοι ἔφερον αὐτοὺς ἔξω ἀπὸ τὴν πόλιν, εἶπαν στὸν Λὼτ καὶ τὰς τρεῖς γυναῖκας• “σπεῦσε νὰ σώσῃς τὴν ζωήν σου, φύγε ἀπὸ τὴν περιοχὴν αὐτήν• οὔτε νὰ στρέψετε τὸ κεφάλι σας εἰς τὰ ὀπίσω, οὔτε καὶ νὰ σταματήσετε πουθενὰ εἰς τὰ περίχωρα τῶν Σοδόμων. Σπεύσατε εἰς τὸ ἀπέναντι ὄρος, διὰ νὰ σωθῆτε, διότι ἄλλως ὑπάρχει φόβος νὰ συμπεριληφθῆτε καὶ σεῖς εἰς τὴν φοβερὰν καταστροφήν”.
Γεν. 19,18 εἶπε δὲ Λὼτ πρὸς αὐτούς· δέομαι κύριε,
Γεν. 19,18 Εἶπε δὲ ὁ Λὼτ πρὸς ἕνα ἀπὸ αὐτούς• “Κύριε, σὲ παρακαλῶ,
Γεν. 19,19 ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ᾿ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου, ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μήποτε καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω.
Γεν. 19,19 ἀφοῦ ὁ δοῦλος σου εὑρῆκεν ἔλεος ἀπέναντί σου καὶ ἔδειξες τὴν μεγάλην σου καλωσύνην μὲ τὸ νὰ ἐνδιαφερθῇς διὰ τὴν ἀσφάλειαν τῆς ζωῆς μου, ἐγὼ δὲν θὰ ἠμπορέσω καὶ δὲν θὰ προλάβω νὰ φθάσω εἰς τὸ ὄρος ἐκεῖνο. Φοβοῦμαι, μήπως μὲ προλάβουν αἱ ἐπερχόμεναι τιμωρίαι καὶ χάσω τὴν ζωήν μου.
Γεν. 19,20 ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά, καὶ ἐκεῖ διασωθήσομαι· οὐ μικρά ἐστι; καὶ ζήσεται ἡ ψυχή μου ἕνεκέν σου.
Γεν. 19,20 Ἰδοὺ ἡ πόλις ἐκείνη εὑρίσκεται κοντὰ• ἐκεῖ ἠμπορῶ νὰ καταφύγω. Μικρὰ δὲν εἶναι αὐτὴ ἡ πόλις; Διατὶ νὰ καταστραφῇ; Ἐάν μοῦ κάμῃς αὐτὴν τὴν χάριν, θὰ σωθῇ ἡ ζωή μου ἀπὸ σέ”.
Γεν. 19,21 καὶ εἶπεν αὐτῷ· ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας·
Γεν. 19,21 Εἶπεν εἰς αὐτὸν ὁ ἄγγελος• “ἰδοὺ• ἐθαύμααα ἐγὼ τὴν καρδίαν σου, ἐδέχθην τὴν παράκλησίν σου καὶ χάρις εἰς αὐτὴν δὲν θὰ καταστρέψω τὴν μικρὰν ἐκείνην πόλιν, διὰ τὴν ὁποίαν μὲ παρεκάλεσες.
Γεν. 19,22 σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ· οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα, ἕως τοῦ ἐλθεῖν σε ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ.
Γεν. 19,22 Λοιπόν, σπεῦσε ἐκεῖ νὰ σωθῇς. Ἐγὼ δὲν θὰ ἀποστείλω τὴν καταστροφήν, μέχρις ὅτου σὺ φθάσῃς ἐκεῖ” Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης “Σηγώρ”.
Γεν. 19,23 ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ,
Γεν. 19,23 Ἀνέτειλεν ὁ ἥλιος εἰς τὴν χώραν ἐκείνην καὶ ὁ Λὼτ ἔφθασεν ἀσφαλὴς εἰς τὴν Σηγώρ.
Γεν. 19,24 καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον, καὶ πῦρ παρὰ Κυρίου ἐξ οὐρανοῦ
Γεν. 19,24 Καὶ τότε ὁ Κύριος ἔβρεξεν ἐπάνω εἰς τὰ Σόδομα καὶ Γόμορρα θειάφι καὶ ἔρριψεν ἀπὸ τὸν οὐρανὸν φωτιὰ
Γεν. 19,25 καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίχωρον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς.
Γεν. 19,25 καὶ κατέστρεψεν αὐτὰς τὰς πόλεις καὶ ὅλην τὴν περίχωρον καὶ ὅλους τοὺς κατοίκους τῶν πόλεων καὶ κάθε τι, ποὺ ἐβλάστανεν εἰς τὴν χώραν ἐκείνην
Γεν. 19 ,26 καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός.
Γεν. 19 ,26 Ἡ σύζυγος τοῦ Λώτ, περίεργος καθὼς ἦτο καὶ παρὰ τὴν ἐντολὴν τοῦ ἀγγέλου, ἔστρεψε τὴν κεφαλὴν εἰς τὰ ὀπίσω, διὰ νὰ ἴδῃ τὴν καταστροφήν• καὶ ἀμέσως ἔγινε στήλη ἅλατος.
Γεν. 19,27 Ὤρθρισε δὲ Ἁβραὰμ τῷ πρωΐ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον Κυρίου.
Γεν. 19,27 Ὁ δὲ Ἀβραὰμ ἐσηκώθη ἀπὸ τὰ χαράματα καὶ μετέβη εἰς τὸν τόπον, ὅπου χθὲς εἶχε σταθῆ ἐνώπιον τοῦ Κυρίου.
Γεν. 19,28 καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας καὶ ἐπὶ πρόσωπον τῆς περιχώρου καὶ εἶδε, καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου.
Γεν. 19,28 Προσήλωσε τὰ βλέμματά του εἰς τὰ Σόδομα καὶ Γόμορρα καὶ εἰς τὴν περιοχὴν αὐτῶν καὶ εἶδε• καὶ ἰδοὺ ἀνέβαινεν φλόγα ἀπὸ τὴν γῆν, ὅπως βγαίνει ὁ καπνὸς ἀπὸ τὸ καμίνι.
Γεν. 19,29 καὶ ἐγένετο ἐν τῷ ἐκτρίψαι Κύριον πάσας τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἁβραὰμ καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ μέσου τῆς καταστροφῆς, ἐν τῷ καταστρέψαι Κύριον τὰς πόλεις, ἐν αἷς κατῴκει ἐν αὐταῖς Λώτ.
Γεν. 19,29 Ὅταν ὁ Θεὸς εἶχε πάρει τὴν ἀπόφασιν νὰ καταστρέψη τὰς πόλεις τῆς περιοχῆς ἐκείνης, ἐνδιεφέρθη διὰ τὸν Ἀβραὰμ καὶ ἀπεμάκρυνε τὸν Λὼτ ἀπὸ τὴν φοβερὰν ἐκείνην καταστροφήν, ὅτε κατέστρεψε τὰς πόλεις εἰς τὰς ὁποίας κατοικοῦσε ὁ Λώτ.
Γεν. 19,30 Ἀνέβη δὲ Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ· ἐφοβήθη γὰρ κατοικῆσαι ἐν Σηγώρ. καὶ κατῴκησεν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ᾿ αὐτοῦ.
Γεν. 19,30 Ὁ δὲ Λὼτ ἀνέβη ἀπὸ τὴν Σηγὼρ καὶ ἐκάθησεν εἰς τὸ ὄρος αὐτὸς καὶ αἱ δύο θυγατέρες μαζῆ του, διότι ἐφοβήθη νὰ κατοικήσῃ μέσα εἰς τὴν Σηγώρ. Ἔμεινε δὲ εἰς τὸ σπήλαιον αὐτὸς καὶ αἱ δύο θυγατέρες μαζῆ του.
Γεν. 19,31 εἶπε δὲ ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ·
Γεν. 19,31 Εἶπε δὲ ἡ μεγαλυτέρα θυγάτηρ εἰς τὴν μικροτέραν• “ὁ πατὴρ μας εἶναι ἡλικιωμένος καὶ δὲν ὑπάρχει κανεὶς εἰς τὴν περιοχήν, ποὺ κατοικοῦμε, ὁ ὁποῖος νὰ μᾶς νυμφευθῇ, ὅπως γίνεται εἰς ὅλην τὴν οἰκουμένην.
Γεν. 19,32 δεῦρο καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον καὶ κοιμηθῶμεν μετ᾿ αὐτοῦ καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Γεν. 19,32 Ἔλα, λοιπόν, νὰ δώσωμεν κρασὶ εἰς τὸν πατέρα μας, νὰ κοιμηθῶμεν μαζῆ του καὶ νὰ ἀποκτήσωμεν ἀπογόνους ἀπὸ τὸν πατέρα μας”
Γεν. 19,33 ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἰσελθοῦσα ἡ πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἐν τῷ ἀναστῆναι.
Γεν. 19,33 Ἐπότισαν πράγματι τὸν πατέρα των κατὰ τὴν νύκτα ἐκείνην μὲ κρασὶ καὶ ἡ μεγαλυτέρα κόρη εἰσῆλθεν στὸν κοιτῶνα τοῦ πατρός της καὶ ἐκοιμήθη μαζῆ του κατὰ τὴν νύκτα ἐκείνη. Αὐτὸς δὲ δὲν ἀντελήφθη τί ἔκαμεν οὔτε ὅταν ἐκοιμήθη μὲ τὴν κόρην του οὔτε καὶ ὅταν ἐξύπνησε.
Γεν. 19,34 ἐγένετο δὲ ἐν τῇ ἐπαύριον καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· ποτίσωμεν αὐτὸν οἶνον καὶ ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα κοιμήθητι μετ᾿ αὐτοῦ, καὶ ἐξαναστήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα.
Γεν. 19,34 Κατὰ δὲ τὴν ἄλλην ἡμέραν εἶπεν ἡ μεγαλυτέρα πρὸς τὴν νεωτέραν• “ἰδοὺ χθὲς ἐκοιμήθην ἐγὼ μὲ τὸν πατέρα μας. Ἂς τὸν ποτίσωμεν κρασὶ καὶ κατὰ τὴν νύκτα αὐτήν, καὶ σὺ πήγαινε καὶ κοιμήσου μαζῆ μὲ αὐτόν, ὥστε νὰ ἀποκτήσωμεν ἀπογόνους ἀπὸ τὸν πατέρα μας”.
Γεν. 19,35 ἐπότισαν δὲ καὶ ἐν τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς, καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὸν καὶ ἀναστῆναι.
Γεν. 19,35 Ἐπότισαν πράγματι καὶ κατὰ τὴν νύκτα ἐκείνην τὸν πατέρα των οἶνον, τὸν ἐμέθυσαν καὶ εἰσελθοῦσα ἡ νεωτέρα ἐκοιμήθη μαζῆ του. Ἐκεῖνος δὲ δὲν ἀντελήφθη τίποτε οὔτε ὅταν ἐκοιμήθη μὲ τὴν κόρην του οὔτε καὶ ὅταν ἐξύπνησε.
Γεν. 19,36 καὶ συνέλαβον αἱ δύο θυγατέρες Λὼτ ἐκ τοῦ πατρὸς αὐτῶν.
Γεν. 19,36 Συνέλαβον δὲ καὶ αἱ δύο θυγατέρες ἀπὸ τὸν πατέρα των τὸν Λώτ.
Γεν. 19,37 καὶ ἔτεκεν ἡ πρεσβυτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ λέγουσα· ἐκ τοῦ πατρός μου· οὗτος πατὴρ Μωαβιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 19,37 Ἐγέννησεν ἡ μεγαλύτερα τέκνον καὶ ἐκάλεσεν αὐτὸ Μωάβ, λέγουσα• “Ἀπὸ τὸν πατέρα μου ἀπέκτησα υἱόν”. Αὐτὸς ἔγινε γενάρχης τῶν Μωαβιτῶν, οἱ ὁποῖοι καὶ ζοῦν μέχρι σήμερα.
Γεν. 19,38 ἔτεκε δὲ καὶ ἡ νεωτέρα υἱὸν καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀμμάν, λέγουσα· υἱὸς γένους μου· οὗτος πατὴρ Ἀμμανιτῶν ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 19,38 Ἐγέννησε δὲ καὶ ἡ νεωτέρα θυγάτηρ υἱὸν καὶ ἔδωσεν εἰς αὐτὸν τὸ ὄνομα Ἀμμάν, τὸ ὁποῖον σημαίνει “αὐτὸς εἶναι υἱὸς ἐκ τοῦ γένους μου”. Αὐτὸς εἶναι γενάρχης τῶν Ἀμμανιτῶν ἕως σήμερον.
Γεν. 20,1 Καὶ ἐκίνησεν ἐκεῖθεν Ἁβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις.
Γεν. 20,1 Ἀπὸ τὴν Βαιθὴλ ἐξεκίνησεν ὁ Ἀβραὰμ πρός Νότον καὶ κατεσκήνωσε μεταξὺ Κάδης καὶ τῆς ἐρήμου Σούρ. Ἀπὸ ἐκεῖ ἐγκατεστάθη προσωρινῶς εἰς Γέραρα.
Γεν. 20,2 εἶπε δὲ Ἁβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ Ἀβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν.
Γεν. 20,2 Εἶπε δὲ ὁ Ἀβραὰμ περὶ τῆς γυναικὸς του τῆς Σάρρας πρὸς τοὺς κατοίκους τῆς περιοχῆς ὅτι εἶναι ἀδελφή του. Ἐφοβήθη νὰ εἴπῃ ὅτι εἶναι σύζυγός του, μήπως τυχὸν καὶ ἐξ αἰτίας της τὸν φονεύσουν οἱ ἄνδρες τῆς πόλεως ἐκείνης. Ὁ δὲ βασιλεὺς τῶν Γεράρων, ὁ Ἀβιμέλεχ, ἔστειλεν ἀνθρώπους καὶ ἔλαβε τὴν Σάρραν, διὰ νὰ τὴν ἔχῃ ὡς συζυγόν του.
Γεν. 20,3 καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί.
Γεν. 20,3 Ὁ Θεὸς ὅμως παρουσιάσθη εἰς τὸν Ἀβιμέλεχ κατὰ τὴν νύκτα εἰς τὸ ὄνειρόν του καὶ τοῦ εἶπε• “ἰδοὺ σὺ ἀποθνήσκεις ἐξ αἰτίας τῆς γυναικός, τὴν ὁποίαν ἔλαβες, διότι αὐτὴ εἶναι σύζυγος ἄλλου ἀνδρός, τοῦ Ἀβραάμ”.
Γεν. 20,4 Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς;
Γεν. 20,4 Ὁ Ἀβιμέλεχ δὲν ἤγγισεν αὐτὴν καὶ εἶπε• “Κύριε, θὰ τιμωρήσῃς μὲ θάνατον δικαίους ἀνθρώπους ἐξ αἰτίας τῆς ἀγνοίας των;
Γεν. 20,5 οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
Γεν. 20,5 Δὲν μοῦ εἶπεν ὁ ἴδιος ὁ Ἀβραὰμ ὅτι ἡ Σάρρα εἶναι ἀδελφή του; Καὶ αὐτὴ δὲν μοῦ εἶπεν ὅτι ἐκεῖνος εἶναι ἀδελφός της; Ἑπομένως ἐγὼ μὲ καθαρὰν καρδίαν καὶ μὲ δικαίας τὰς χεῖρας ἠθέλησα νὰ λάβω αὐτὴν ὡς σύζυγον”.
Γεν. 20,6 λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς.
Γεν. 20,6 Εἶπε δὲ ὁ Θεὸς πρὸς αὐτὸν κατὰ τὸν ὕπνον του• “καὶ ἐγὼ κατενόησα ὅτι μὲ καθαρὰν καρδίαν ἔκαμες αὐτό, σὲ ἐλυπήθηκα καὶ σὲ ἐπρόλαβα, ὥστε νὰ μὴ ἁμαρτήσῃς ἐνώπιόν μου. Διὰ τοῦτο καὶ δὲν σὲ ἀφῆκα νὰ ἐγγίσῃς τὴν Σάρραν.
Γεν. 20,7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδως, γνώσῃ ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά.
Γεν. 20,7 Καὶ τώρα ἀπόδωσε τὴν γυναῖκα εἰς τὸν σύζυγόν της τὸν Ἀβραάμ, διότι εἶναι προφήτης καὶ θὰ προσευχηθῇ ὑπέρ σοῦ καὶ θὰ σοῦ χαρισθῇ ἡ ζωή. Ἐὰν δὲ τυχὸν καὶ δὲν τὴν ἐπιστρέψῃς εἰς αὐτόν, μάθε ὅτι θὰ ἀποθάνῃς καὶ σὺ καὶ ὅλοι οἱ ἰδικοὶ σου”.
Γεν. 20,8 καὶ ὤρθρισεν Ἀβιμέλεχ τῷ πρωΐ καὶ ἐκάλεσε πάντας τοὺς παῖδας αὐτοῦ καὶ ἐλάλησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν, ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα.
Γεν. 20,8 Ταραγμένος ὁ Ἀβιμέλεχ ἐσηκώθη πολὺ πρωΐ, ἐκάλεσεν ὅλους τοὺς δούλους του, ἀνεκοίνωσεν εἰς αὐτοὺς ὅλα ὅσα τοῦ εἶπεν ὁ Θεὸς καὶ ὅλοι οἱ ἄνθρωποι κατελήφθησαν ἀπὸ φόβον μεγάλον.
Γεν. 20,9 καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἁβραάμ, καὶ εἶπεν αὐτῷ· τί τοῦτο ἐποίησας ἡμῖν; μήτι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ᾿ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον, ὃ οὐδεὶς ποιήσει, πεποίηκάς μοι.
Γεν. 20,9 Ἐκάλεσε δὲ τὸν Ἀβραὰμ καὶ τοῦ εἶπε• “τί εἶναι αὐτὸ ποὺ μᾶς ἔκαμες; Μήπως ἐπταίσαμεν εἰς κάτι ἀπέναντί σου καὶ ἠθέλησες νὰ φέρῃς ἐπάνω εἰς τὴν κεφαλήν μου καὶ εἰς τὴν βασιλείαν μου ἁμαρτίαν καὶ ἐνοχὴν μεγάλην; Ἔκαμες ἀπέναντί μου ἔργον, τὸ ὁποῖον κανεὶς ποτὲ δὲν ἐπιτρέπεται νὰ κάμῃ”.
Γεν. 20,10 εἶπε δὲ Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί ἐνιδὼν ἐποίησας τοῦτο;
Γεν. 20,10 Εἶπε δὲ ἀκόμη ὁ Ἀβιμέλεχ εἰς τὸν Ἀβραάμ• “εἰς τί ἀποβλέπων ἔκαμες τοῦτο;”
Γεν. 20,11 εἶπε δὲ Ἁβραάμ· εἶπα γάρ, ἄρα οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυναικός μου.
Γεν. 20,11 Ἀπήντησεν ὁ Ἀβραάμ• “τὸ ἔκαμα, διότι εἶπα• δὲν ὑπάρχει εὐσέβεια καὶ φόβος Θεοῦ εἰς τὸν τόπον αὐτόν. Θὰ μὲ φονεύσουν ἕνεκα τῆς γυναικὸς διὰ νὰ πάρουν αὐτὴν ὡς σύζυγόν των.
Γεν. 20,12 καὶ γὰρ ἀληθῶς ἀδελφή μου ἐστὶν ἐκ πατρός, ἀλλ᾿ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυναῖκα.
Γεν. 20,12 Ἄλλωστε εἶναι πράγματι ἀδελφή μου ἐκ πατρὸς ἀλλ' ὄχι ἐκ μητρός. Δι’ αὐτὸ καὶ τὴν ἐπῆρα ὡς σύζυγόν μου.
Γεν. 20,13 ἐγένετο δέ, ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ εἶπα αὐτῇ· ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμέ, εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὸν ἐμέ, ὅτι ἀδελφός μου ἐστίν.
Γεν. 20,13 Ὅταν δὲ ὁ Θεὸς μὲ διέταξε νὰ φύγω ἀπὸ τὸν πατρικόν μου οἶκον, εἶπα εἰς αὐτήν• Αὐτὴν τὴν δικαίαν ἀξίωσιν ἔχω ἀπὸ σὲ• εἰς κάθε τόπον, ὅπου θὰ εἰσερχώμεθα νὰ λέγῃς δι’ ἐμὲ ὅτι εἶμαι ἀδελφὸς σου”.
Γεν. 20,14 ἔλαβε δὲ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μόσχους καὶ παῖδας καὶ παιδίσκας καὶ ἔδωκε τῷ Ἁβραὰμ καὶ ἀπέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
Γεν. 20,14 Ἐπῆρεν ὁ Ἀβιμέλεχ χίλια δίδραχμα καὶ πρόβατα καὶ μοσχάρια καὶ δούλους καὶ δούλας καὶ ἔδωσεν αὐτὰ ὡς δῶρα στὸν Ἀβραάμ. Ἐπέστρεψε δὲ εἰς αὐτὸν καὶ τὴν Σάρραν τὴν σύζυγόν του.
Γεν. 20,15 καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· ἰδοὺ ἡ γῆ μου ἐναντίον σου· οὗ ἐάν σοι ἀρέσκῃ, κατοίκει.
Γεν. 20,15 Εἶπεν ἀκόμη ὁ Ἀβιμέλεχ εἰς τὸν Ἀβραάμ• “ἰδοὺ ἡ χώρα μου εἶναι ἐνώπιόν σου. Ὅπου σοῦ ἀρέσει, εἶσαι ἐλεύθερος νὰ κατοικῇς”.
Γεν. 20,16 τῇ δὲ Σάῤῥᾳ εἶπεν· ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου· ταῦτα ἔσται σοι εἰς τὴν τιμὴ τοῦ προσώπου σου καὶ πάσαις ταῖς μετὰ σοῦ· καὶ πάντα ἀλήθευσον.
Γεν. 20,16 Εἰς δὲ τὴν Σάρραν εἶπεν• “ἰδοὺ ἔδωσα χίλια δίδραχμα εἰς τὸν ἀδελφόν σου. Αὐτὰ εἶναι τὸ ἀντίτιμον διὰ τὴν ἐντροπήν, τὴν ὁποίαν ἐδοκίμασες σὺ καὶ αἱ ἀκόλουθοί σου ἐξ αἰτίας μου. Ἀλλὰ εἰς τὸ ἑξῆς νὰ λέγῃς τὴν ἀλήθειαν πάντοτε”.
Γεν. 20,17 προσηύξατο δὲ Ἁβραὰμ πρὸς τὸν Θεόν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτεκον·
Γεν. 20,17 Ἐπειδὴ δὲ ἡ οἰκογένεια τοῦ Ἀβιμέλεχ εἶχε προσβληθῆ ἀπὸ δυστοκίαν, προσηυχήθη ὁ Ἀβραὰμ πρὸς τὸν Θεόν, καὶ ἐθεράπευσεν ὁ Θεὸς τὸν Ἀβιμέλεχ καὶ τὴν γυναῖκα αὐτοῦ καὶ τὰς δούλας αὐτοῦ ἀπὸ τὴν δυστοκίαν καὶ ἐγεννοῦσαν χωρὶς δυσκολίαν.
Γεν. 20,18 ὅτι συγκλείων συνέκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ Ἀβιμέλεχ, ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἁβραάμ.
Γεν. 20,18 Διότι ὁ Θεὸς εἶχε κλείσει ἀπολύτως πᾶσαν μήτραν πρὸς τοκετὸν εἰς τὸν οἶκον τοῦ Ἀβιμέλεχ ἐξ αἰτίας τῆς Σάρρας τῆς γυναικὸς Ἀβραάμ, τὴν ὁποίαν ἐκεῖνος ἠθέλησεν ὡς σύζυγόν του.
Γεν. 21,1 Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάῤῥᾳ καθὰ ἐλάλησε,
Γεν. 21,1 Ὁ πανάγαθος Κύριος ἐπεσκέφθη ἐν τῇ ἀγαθότητι αὐτοῦ τὴν Σάρραν, καθὼς εἶχεν εἴπει, καὶ ἐξεπλήρωσε τὴν ὑπόσχεσίν του πρὸς αὐτήν.
Γεν. 21,2 καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἁβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος.
Γεν. 21,2 Καὶ ἡ Σάρρα κατέστη ἔγκυος καὶ ἐγέννησεν στὸν Ἀβραὰμ υἱὸν κατὰ τὸν καιρόν, ποὺ εἶχεν ὑποσχεθῆ εἰς αὐτὸν ὁ Θεός.
Γεν. 21,3 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ.
Γεν. 21,3 Ὠνόμασε δὲ ὁ Ἀβραὰμ τὸν υἱὸν του αὐτόν, τὸν ὁποῖον τοῦ ἐγέννησεν ἡ Σάρρα, Ἰσαάκ.
Γεν. 21,4 περιέτεμε δὲ Ἁβραὰμ τὸν Ἰσαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός.
Γεν. 21,4 Τὸν περιέταμε δὲ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπὸ τῆς γεννήσεώς του σύμφωνα μὲ τὴν ἐντολήν, ποὺ εἶχε δώσει εἰς αὐτὸν ὁ Θεός.
Γεν. 21,5 καὶ Ἁβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Γεν. 21,5 Ὅταν δὲ ἀπέκτησεν ὁ Ἀβραὰμ τὸν υἱὸν του τὸν Ἰσαάκ, ἦτο ἡλικίας ἑκατὸν ἐτῶν.
Γεν. 21,6 εἶπε δὲ Σάῤῥα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι.
Γεν. 21,6 Γεμάτη δὲ χαρὰν ἡ Σάρρα εἶπε• “χαρὰ καὶ γέλοιο μοῦ ἔδωσεν ὁ Κύριος. Καὶ ὅποιος ἀκόμη ἀκούσῃ τὸ γεγονὸς αὐτό, ἀσφαλῶς θὰ χαρῇ μαζῆ μὲ ἐμέ.
Γεν. 21,7 καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ Ἁβραάμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου.
Γεν. 21,7 Ποιὸς τώρα θὰ ἀναγγείλῃ στὸν Ἀβραάμ, ὅτι θηλάζει ἡ Σάρρα παιδίον; Ὅτι ἐγέννησα τέκνον εἰς τὰ γεράματά μου;”
Γεν. 21,8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν Ἁβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Γεν. 21,8 Τὸ παιδίον ἐμεγάλωσε καὶ εἰς ἡλικίαν δύο περίπου ἐτῶν ἀπεγαλακτίσθη. Κατὰ δὲ τὴν ἡμέραν τοῦ ἀπογαλακτισμοῦ του ὠργάνωσεν ὁ Ἀβραὰμ ἑορτὴν καὶ παρέθεσε συμπάσιον, σύμφωνα μὲ τὰ ἔθιμα τῆς ἐποχῆς ἐκείνης.
Γεν. 21,9 ἰδοῦσα δὲ Σάῤῥα τὸν υἱὸν Ἄγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ Ἁβραάμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ αὐτῆς·
Γεν. 21,9 Ἡ Σάρρα ὅμως, ὅταν εἶδε τὸ παιδὶ της τὸν Ἰσαὰκ νὰ παίζῃ μὲ τὸν Ἰσμαήλ, τὸ παιδὶ τοῦ Ἀβραὰμ καὶ τῆς Ἄγαρ τῆς Αἰγυπτίας, ἐστενοχωρήθη. Ἐθεώρησε τὸ γεγονὸς ὑποτιμητικὸν διὰ τὸ παιδί της, τὸν “υἱὸν τῆς ἐπαγγελίας”.
Γεν. 21,10 καὶ εἶπε τῷ Ἁβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ.
Γεν. 21,10 Καὶ εἶπεν εἰς τὸν Ἀβραάμ• “διῶξε αὐτὴν τὴν δούλην καὶ τὸ παιδὶ της μαζῆ μὲ αὐτήν. Διότι κατ' οὐδένα τρόπον καὶ λόγον δὲν πρέπει ὁ υἱὸς αὐτῆς τῆς δούλης νὰ κληρονομήσῃ μαζῆ μὲ τὸ παιδί μου τὸν Ἰσαάκ”.
Γεν. 21,11 σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα σφόδρα ἐναντίον Ἁβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ.
Γεν. 21,11 Βαρὺς πολὺ καὶ ὀδυνηρὸς ἐφάνη εἰς τὸν Ἀβραὰμ ὁ λόγος αὐτὸς τῆς Σάρρας διὰ τὸν υἱὸν του τὸν Ἰσμαήλ.
Γεν. 21,12 εἶπε δὲ ὁ Θεὸς τῷ Ἁβραάμ· μὴ σκληρὸν ἔστω ἐναντίον σου περὶ τοῦ παιδίου καὶ περὶ τῆς παιδίσκης· πάντα ἂν ὅσα εἴπῃ σοι Σάῤῥα, ἄκουε τῆς φωνῆς αὐτῆς, ὅτι ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.
Γεν. 21,12 Είπεν όμως ο Θεός στον Αβραάμ· “μη θεωρής τον λόγον αυτόν της Σαρρας εναντίον του παιδιού σου και της δούλης σου ως σκληρόν. Τουναντίον όσα θα σου είπη η Σαρρα να τα ακούσης, διότι σύμφωνα με την ιδικήν μου δούλην οι απόγονοι του Ισαάκ θα αναγνωρισθούν κυρίως ως απόγονοι ιδικοί σου.
Γεν. 21,13 καὶ τὸν υἱὸν δὲ τῆς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν, ὅτι σπέρμα σόν ἐστιν.
Γεν. 21,13 Ως προς δε τον υιόν της δούλης σου θα φροντίσω εγώ. Θα τον αναδείξω γενάρχην μεγάλου λαού, διότι είναι και αυτός ιδικόν σου τέκνον”.
Γεν. 21,14 ἀνέστη δὲ Ἁβραὰμ τὸ πρωΐ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκε τῇ Ἄγαρ καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν. ἀπελθοῦσα δὲ ἐπλανᾶτο κατὰ τὴν ἔρημον, κατὰ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 21,14 Επειτα από την εντολήν αυτήν του Θεού ηγέρθη ο Αβραάμ το πρωϊ, επήρεν άρτους και ένα ασκόν γεμάτον νερό, έδωκεν αυτά εις την Αγαρ, έβαλε το παιδί της στους ώμους της και την απεμάκρυνεν από την κατασκήνωσιν εκείνην. Η δε Αγαρ αναχωρήσασα περιεπλανάτο εις την έρημον περιοχήν, νοτίως της Χαναάν, εκεί όπου υπήρχε το φρέαρ του όρκου.
Γεν. 21,15 ἐξέλιπε δὲ τὸ ὕδωρ ἐκ τοῦ ἀσκοῦ, καὶ ἔῤῥιψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης.
Γεν. 21,15 Κατά την πολύωρον πεζοπορίαν της εξηντλήθη το ύδωρ του ασκού, τους εβασάνιζεν η δίψα και αυτή έρριψε το παιδίον κάτω από ένα ελάτον, δια να αποθάνη εκεί.
Γεν. 21,16 ἀπελθοῦσα δὲ ἐκάθητο ἀπέναντι αὐτοῦ μακρόθεν ὡσεὶ τόξου βολήν· εἶπε γάρ, οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. καὶ ἐκάθισεν ἀπέναντι αὐτοῦ, ἀναβοῆσαν δὲ τὸ παιδίον ἔκλαυσεν.
Γεν. 21,16 Απομακρυνθείσα δε από εκεί εκάθησαν απέναντι αυτού μακράν, όσον ημπορεί να ρίψη κανείς με το τόξον του ένα βέλος· διότι είπε· “δεν αντέχω να ίδω τον θάνατον του παιδιού μου”. Εκάθησε λοιπόν απέναντί του. Το δε παιδίον εφώναξε και έκλαυσε.
Γεν. 21,17 εἰσήκουσε δὲ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἦν, καὶ ἐκάλεσεν ἄγγελος Θεοῦ τὴν Ἄγαρ ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν αὐτῇ· τί ἐστιν Ἄγαρ; μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου ἐκ τοῦ τόπου, οὗ ἐστιν.
Γεν. 21,17 Ο Θεός ήκουσε το γοερόν κλάμα του παιδιού από τον τόπον, όπου αυτό ευρίσκετο, και άγγελος από τον ουρανόν εκάλεσε την Αγαρ και της είπε· “Αγαρ, τι συμβαίνει; Μη φοβήσαι· εισήκουσεν ο Θεός την φωνήν του παιδιού, το οποίον ευρίσκεται σαν πεταμένο στον τόπον αυτόν.
Γεν. 21,18 ἀνάστηθι καὶ λαβὲ τὸ παιδίον καὶ κράτησον τῇ χειρί σου αὐτό· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό.
Γεν. 21,18 Σηκω, πάρε το παιδί σου και κράτησέ το με στοργήν και εμπιστοσύνην από το χέρι, διότι εγώ θα το αναδείξω γενάρχην έθνους”.
Γεν. 21,19 καὶ ἀνέῳξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ εἶδε φρέαρ ὕδατος ζῶντος καὶ ἐπορεύθη καὶ ἔπλησε τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισε τὸ παιδίον.
Γεν. 21,19 Και αμέσως ο Θεός ήνοιξε τα μάτια της Αγαρ και είδεν αυτή εκεί πλησίον πηγήν, που ανέβλυζε δροσερόν ύδωρ. Επήγεν εκεί, εγέμισε τον ασκόν με νερό και επότισε το παιδί της.
Γεν. 21,20 καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, καὶ ηὐξήθη. καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ, ἐγένετο δὲ τοξότης.
Γεν. 21,20 Ο δε Θεός ήτο συμπαραστάτης και βοηθός του παιδιού, το οποίον εμεγάλωσεν, εγκατεστάθη εις την έρημον αυτήν και έγινε τοξότης.
Γεν. 21,21 καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ τῇ Φαράν, καὶ ἔλαβεν αὐτῷ ἡ μήτηρ γυναῖκα ἐκ γῆς Αἰγύπτου.
Γεν. 21,21 Εγκατεστάθη εις την έρημον, η οποία λέγεται Φαράν. Η δε μητέρα του εδιάλεξε δι' αυτόν γυναίκα από την Αίγυπτον, την οποίαν και του έδωσεν ως σύζυγον.
Γεν. 21,22 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ εἶπεν Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ πρὸς Ἁβραὰμ λέγων· ὁ Θεὸς μετὰ σοῦ ἐν πᾶσιν, οἷς ἐὰν ποιῇς·
Γεν. 21,22 Κατά την εποχήν εκείνην ο Αβιμέλεχ συνοδευόμενος από τον νυμφαγωγόν του Οχοζάθ και τον αρχιστράτηγον της στρατιάς του Φιχόλ, επεσκέφθη τον Αβραάμ και του είπε· “γνωρίζω ότι ο Θεός είναι μαζή σου και ευλογεί κάθε τι που κάμνεις.
Γεν. 21,23 νῦν οὖν ὄμοσόν μοι τὸν Θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου, μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην, ἣν ἐποίησα μετὰ σοῦ, ποιήσεις μετ᾿ ἐμοῦ, καὶ τῇ γῇ, ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.
Γεν. 21,23 Τωρα λοιπόν ορκίσου μου στον Θεόν, ότι δεν θα κάμης ποτέ τίποτε κακόν και άδικον ούτε εναντίον μου ούτε εναντίον των απογόνων μου ούτε εις βάρος του καλού ονόματός μου. Αλλά, όπως εγώ εφάνηκα δίκαιος και καλός απέναντί σου, κατά παρόμοιον τρόπον και συ θα φανής καλός προς εμέ και προς την χώραν αυτήν, όπου προσωρινώς έμεινες”.
Γεν. 21,24 καὶ εἶπεν Ἁβραάμ· ἐγὼ ὀμοῦμαι.
Γεν. 21,24 Ο δε Αβραάμ είπε· “ναι, εγώ ορκίζομαι ότι δέχομαι την πρότασίν σου και θα φερθώ, όπως μου ζητείς”.
Γεν. 21,25 καὶ ἤλεγξεν Ἁβραὰμ τὸν Ἀβιμέλεχ περὶ τῶν φρεάτων τοῦ ὕδατος, ὧν ἀφείλοντο οἱ παῖδες τοῦ Ἀβιμέλεχ.
Γεν. 21,25 Με την ευκαιρίαν δε της συναντήσεως αυτής ο Αβραάμ παρεπονέθη προς τον Αβιμέλεχ δια τα φρέατα, τα οποία, ενώ τα είχεν ανοίξει ο Αβραάμ, τα ήρπασαν οι υπηρέται του Αβιμέλεχ.
Γεν. 21,26 καὶ εἶπεν αὐτῷ Ἀβιμέλεχ· οὐκ ἔγνων τίς ἐποίησέ σοι τὸ ῥῆμα τοῦτο, οὐδὲ σύ μοι ἀπήγγειλας, οὐδὲ ἐγὼ ἤκουσα, ἀλλ᾿ ἢ σήμερον.
Γεν. 21,26 Απήντησεν ο Αβιμέλεχ στον Αβραάμ και είπε· “δεν επληροφορήθην ποιός έκαμε την κακήν αυτήν πράξιν· ούτε συ μου έκαμες λόγον δι' αυτήν ούτε εγώ από κανένα άλλον ήκουσα. Πρώτην φοράν την πληροφορούμαι σήμερον”. Και διέταξε να αποδοθούν τα φρέατα στον Αβραάμ.
Γεν. 21,27 καὶ ἔλαβεν Ἁβραὰμ πρόβατα καὶ μόσχους, καὶ ἔδωκε τῷ Ἀβιμέλεχ, καὶ διέθεντο ἀμφότεροι διαθήκην.
Γεν. 21,27 Επήρε τότε ο Αβραάμ από τα ποίμνιά του πρόβατα και μοσχάρια και τα έδωσεν ως δώρον αγάπης στον Αβιμέλεχ. Οι δύο των δε κατά την ημέραν εκείνην συνήψαν σύμφωνον αμοιβαίας φιλίας.
Γεν. 21,28 καὶ ἔστησεν Ἁβραὰμ ἑπτὰ ἀμνάδας προβάτων μόνας.
Γεν. 21,28 Ο Αβραάμ εν συνεχεία εξεχώρισεν επτά αμνάδας ιδιαιτέρως δια τον Αβιμέλεχ.
Γεν. 21,29 καὶ εἶπεν Ἀβιμέλεχ τῷ Ἁβραάμ· τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τῶν προβάτων τούτων, ἃς ἔστησας μόνας;
Γεν. 21,29 Ο Αβιμέλεχ τον ηρώτησε· “τι σημαίνουν τα επτά αυτά θηλυκά αρνιά τα οποία εξεχώρισες ιδιαιτέρως;”
Γεν. 21,30 καὶ εἶπεν Ἁβραάμ, ὅτι τὰς ἑπτὰ ἀμνάδας λήψῃ παρ᾿ ἐμοῦ, ἵνα ὦσί μοι εἰς μαρτύριον, ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ τοῦτο.
Γεν. 21,30 Ο Αβραάμ τότε του είπε· “τας επτά αυτάς αμνάδας θα τας πάρης εκ μέρους μου, δια να είναι μάρτυρες και να σου υπενθυμίζουν ότι εγώ ήνοιξα τούτο το φρέαρ”.
Γεν. 21,31 διὰ τοῦτο ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Φρέαρ ὁρκισμοῦ, ὅτι ἐκεῖ ὤμοσαν ἀμφότεροι.
Γεν. 21,31 Εξ αιτίας δε αυτού του γεγονότος ωνόμασεν ο Αβραάμ τον τόπον εκείνον Βηρσαβεέ δηλαδή “Φρέαρ του όρκου”, επειδή εκεί ωρκίσθησαν οι δύο των.
Γεν. 21,32 καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὁρκισμοῦ. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστάτητος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.
Γεν. 21,32 Εκλεισαν συμφωνίαν μεταξύ των εκεί στο φρέαρ του όρκου. Επειτα από αυτά ηγέρθησαν ο Αβιμέλεχ, ο νυμφαγωγός του Οχοζάθ, ο αρχιστράτηγος των δυνάμεών του Φιχόλ και επανήλθον εις την χώραν των Φιλισταίων.
Γεν. 21,33 καὶ ἐφύτευσεν· Ἁβραὰμ ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπεκαλέσατο ἐκεῖ τὸ ὄνομα Κυρίου, Θεὸς αἰώνιος.
Γεν. 21,33 Ο Αβραάμ, εις πιστοποίησιν και ανάμνησιν, εφύτευσε δένδρα στον αγρόν πλησίον του φρέατος του όρκου και επεκαλέσθη εκεί το όνομα Κυρίου, “Θεός αιώνιος”.
Γεν. 21,34 παρῴκησε δὲ Ἁβραὰμ ἐν τῇ γῇ τῶν Φυλιστιεὶμ ἡμέρας πολλάς.
Γεν. 21,34 Κατώκησε δε εις την χώραν αυτήν των Φιλισταίων ο Αβραάμ επί αρκετόν χρόνον.
Γεν. 22,1 Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεός ἐπείρασε τὸν Ἁβραὰμ καὶ εἶπεν αὐτῷ· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 22,1 Επειτα από τα γεγονότα αυτά, υπέβαλεν ο Θεός εις δοκιμασίαν τον Αβραάμ και του είπεν· “Αβραάμ, Αβραάμ” ! Εκείνος απήντησε· “ιδού εγώ, Κυριε, είμαι παρών”.
Γεν. 22,2 καὶ εἶπε· λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκεῖ εἰς ὁλοκάρπωσιν ἐφ᾿ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω.
Γεν. 22,2 Του είπε δε ο Θεός· “πάρε το παιδί σου το αγαπημένο, τον Ισαάκ, τον οποίον τόσον πολύ ένεις αγαπήσει, πήγαινε μαζή με αυτόν εις την υψηλήν περιοχήν και πρόσφερέ τον ολοκαύτωμα επάνω εις ένα από τους λόφους εκείνους που εγώ θα σου είπω”.
Γεν. 22,3 ἀναστὰς δὲ Ἁβραὰμ τὸ πρωΐ ἐπέσαξε τὴν ὄνον αὐτοῦ· παρέλαβε δὲ μεθ᾿ ἑαυτοῦ δύο παῖδας καὶ Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν, ἀναστὰς ἐπορεύθη καὶ ἦλθεν ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός, τῇ ἡμέρᾳ τῇ τρίτῃ.
Γεν. 22,3 Πειθαρχικός ο Αβραάμ εις την φωνήν του Κυρίου, εσηκώθη αμέσως το πρωϊ, εσαμάρωσε την όνον του, παρέλαβε μαζή του τον υιόν του τον Ισαάκ και δύο δούλους, έσχισε και εφόρτωσε ξύλα δια την θυσίαν του ολοκαυτώματος, εξεκίνησεν από εκεί όπου ευρίσκετο, και κατά την τρίτην ημέραν έφθασεν στον τόπον, τον οποίον του είχεν ορίσει ο Θεός.
Γεν. 22,4 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν.
Γεν. 22,4 Πριν δε φθάση εις αυτόν εσήκωσε τα μάτια του και είδε από μακρυά τον καθωρισμένον δια την θυσίαν του υιού του τόπον.
Γεν. 22,5 καὶ εἶπεν Ἁβραὰμ τοῖς παισὶν αὐτοῦ· καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε καὶ προσκυνήσαντες ἀναστρέψομεν πρὸς ὑμᾶς.
Γεν. 22,5 Είπε δε στους δούλους του· “σεις καθήστε εδώ με την όνον. Εγώ δε και το παιδί μου θα πορευθώμεν έως εκεί και αφού προσκυνήσωμεν τον Κυριον θα επανέλθωμεν”.
Γεν. 22,6 ἔλαβε δὲ Ἁβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ· ἔλαβε δὲ μετὰ χεῖρας καὶ τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα.
Γεν. 22,6 Επήρεν ο Αβραάμ τα ξύλα δια την ολοκαύτωσιν και τα εφόρτωσεν στον υιόν του τον Ισαάκ. Αυτός δε επήρεν εις τα χέρια του το πυρ και την μάχαιραν και εβάδισαν και οι δύο μαζή στον τόπον της θυσίας.
Γεν. 22,7 εἶπε δὲ Ἰσαὰκ πρὸς Ἁβραὰμ τὸν πατέρα αὐτοῦ· πάτερ. ὁ δὲ εἶπε· τί ἐστι, τέκνον; εἶπε δέ· ἰδοὺ τὸ πῦρ καὶ τὰ ξύλα· ποῦ ἐστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν;
Γεν. 22,7 Είπε τότε ο Ισαάκ προς τον Αβραάμ, τον πατέρα του· “πάτερ”. Τι είναι παιδί μου;” είπεν εκείνος. “Πατερ, ηρώτησεν ο Ισαάκ, ιδού η φωτιά και τα ξύλα. Αλλά που είναι το πρόβατον, το οποίον θα προσφέρωμεν ως θυσίαν ολοκαυτώματος;”
Γεν. 22,8 εἶπε δὲ Ἁβραάμ· ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. πορευθέντες δὲ ἀμφότεροι ἅμα,
Γεν. 22,8 “Παιδί μου, είπεν ο Αβραάμ, ο Θεός θα φροντίση μόνος του δια το πρόβατον της θυσίας”. Βαδίζοντες δε και οι δύο μαζή,
Γεν. 22,9 ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. καὶ ᾠκοδόμησεν ἐκεῖ Ἁβραὰμ τὸ θυσιαστήριον καὶ ἐπέθηκε τὰ ξύλα, καὶ συμποδίσας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τῶν ξύλων.
Γεν. 22,9 έφθασαν εις τον τόπον, που είχεν ορίσει ο Θεός. Κατεσκεύασεν εκεί το θυσιαστήριον ο Αβραάμ, ετοποθέτησεν επάνω εις αυτό τα ξύλα, έδεσε τα πόδια του παιδιού του του Ισαάκ, ετοποθέτησεν αυτόν επάνω εις τα ξύλα
Γεν. 22,10 καὶ ἐξέτεινεν Ἁβραὰμ τὴν χεῖρα αὐτοῦ λαβεῖν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτοῦ.
Γεν. 22,10 και άπλωσε το χέρι του να πάρη την μάχαιραν, δια να σφάξη τον υιόν
Γεν. 22,11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ καὶ εἶπεν· Ἁβραάμ, Ἁβραάμ. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 22,11 Την στιγμήν εκείνην άγγελος Κυρίου από τον ουρανόν τον εκάλεσε και του είπεν· “Αβραάμ, Αβραάμ !” Εκείνος δε απήντησεν· “ιδού εγώ Κυριε”.
Γεν. 22,12 καὶ εἶπε· μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήσῃς αὐτῷ μηδέν· νῦν γὰρ ἔγνων, ὅτι φοβῇ σὺ τὸν Θεὸν καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ.
Γεν. 22,12 Και είπε προς αυτόν ο άγγελος· “μη απλώσης το ωπλισμένον με την μάχαιραν χέρι σου επάνω στο παιδίον και μη κάμης εις αυτό κανένα κακόν· διότι τώρα εκατάλαβα καλά ότι συ αέδεσαι και λατρεύστον Θεόν, αφού προς χάριν μου δεν ελυπήθης τον αγαπητόν σου υιόν”.
Γεν. 22,13 καὶ ἀναβλέψας Ἁβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος ἐν φυτῷ Σαβὲκ τῶν κεράτων· καὶ ἐπορεύθη Ἁβραὰμ καὶ ἔλαβε τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ.
Γεν. 22,13 Εσήκωσε τα βλέμματά του ο Αβραάμ και είδεν έξαφνα, εκεί κοντά ένα κριόν, του οποίου τα κέρατα είχον περιπλακή εις ένα φυτόν υνομαζόμενον Σαβέκ. Επήγεν ο Αβραάμ εκεί, επήρε τον κριον και προσέφερεν αυτόν ως θυσίαν ολοκαυτώματος αντί του παιδιού του του Ισαάκ.
Γεν. 22,14 καὶ ἐκάλεσεν Ἁβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν, ἵνα εἴπωσι σήμερον, ἐν τῷ ὄρει Κύριος ὤφθη.
Γεν. 22,14 Ωνόμασε δε ο Αβραάμ τον τόπον εκείνον ο Κυριος είδε”· ώστε μέχρι, σήμερον οι άνθρωποι ονομάζουν αυτόν “στούτο το όρος εφανερώθη ο Κυριος”.
Γεν. 22,15 καὶ ἐκάλεσεν ἄγγελος Κυρίου τὸν Ἁβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων·
Γεν. 22,15 Δια δευτέραν φοράν άγγελος Κυρίου εκάλεσεν από τον ουρανόν τον Αβραάμ και είπεν·
Γεν. 22,16 κατ᾿ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι᾿ ἐμέ,
Γεν. 22,16 στον εαυτόν μου ωρκίσθηκα, λέγει ο Κυριος, επειδή υπήκουσες και εξεπλήρωσες την εντολήν μου αυτήν και δεν ελυπήθης προς χάριν μου τον υιόν σου τον αγαπητόν,
Γεν. 22,17 ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων·
Γεν. 22,17 σου υπόσχομαι ότι πλουσίως θα σε ευλογήσω και θα πληθύνω πολύ τους απογόνους σου, σαν τα αστέρια του ουρανού και σαν την άμμον που υπάρχει εις την παραλίαν της θαλάσσης. Οι απόγονοί σου με την ιδικήν μου προστασίαν και δύναμιν θα κυριεύσουν τας πόλεις των εχθρών.
Γεν. 22,18 καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ᾿ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς.
Γεν. 22,18 Επί πλέον, επειδή τόσον προθύμως και πλήρως υπήκουσες εις την εντολήν μου, σου υπόσχομαι ότι με ένα από τους απογόνους σου, τον Χριστόν, θα ευλογηθούν όλα τα έθνη της γης”.
Γεν. 22,19 ἀπεστράφη δὲ Ἁβραὰμ πρὸς τοὺς παῖδας αὐτοῦ, καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου. καὶ κατῴκησεν Ἁβραὰμ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 22,19 Επειτα από αυτά, ο Αβραάμ με τον Ισαάκ επέστρεψαν προς τους δούλους του, που είχαν αφήσει στους πρόποδας του όρους, και όλοι μαζή εξεκίνησαν, δια να μεταβούν στο φρέαρ του όρκου. Εκεί, στο φρέαρ του όρκου, εγκατεστάθη μονίμως πλέον ο Αβραάμ.
Γεν. 22,20 Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα καὶ ἀνηγγέλη τῷ Ἁβραὰμ λέγοντες· ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς τῷ Ναχὼρ τῷ ἀδελφῷ σου,
Γεν. 22,20 Επειτα από αυτά ανήγγειλαν στον Αβραάμ και ένα άλλο γεγονός ευχάριστον· “ιδού, του είπαν, η νύμφη σου η Μελχά εγέννησε και αυτή υιούς στον αδελφόν σου τον Ναχώρ,
Γεν. 22,21 τὸν Οὒζ πρωτότοκον καὶ τὸν Βαὺξ ἀδελφὸν αὐτοῦ καὶ τὸν Καμουὴλ πατέρα Σύρων
Γεν. 22,21 τον πρωτότοκον Ουζ, τους αδελφούς του Βαυξ και Καμουήλ, γενάρχην των Συρων,
Γεν. 22,22 καὶ τὸν Χαζὰδ καὶ Ἀζαῦ καὶ τὸν Φαλδὲς καὶ τὸν Ἰελδὰφ καὶ τὸν Βαθουήλ·
Γεν. 22,22 και τους Χαζάδ, Αζαύ, Φαλδές, Ιελδάφ και Βαθουήλ.
Γεν. 22,23 Βαθουὴλ δὲ ἐγέννησε τὴν Ῥεβέκκαν. ὀκτὼ οὗτοι υἱοί, οὓς ἔτεκε Μελχὰ τῷ Ναχὼρ τῷ ἀδελφῷ Ἁβραάμ.
Γεν. 22,23 Ο δε Βαθουήλ απέκτησε κόρην την Ρεβέκκαν. Οι οκτώ αυτοί είναι υιοί του Ναχώρ, του αδελφού του Αβραάμ, τους οποίους απέκτησεν από την Μελχά.
Γεν. 22,24 καὶ ἡ παλλακὴ αὐτοῦ, ᾗ ὄνομα Ῥεημά, ἔτεκε καὶ αὐτὴ τὸν Ταβὲκ καὶ τὸν Ταὰμ καὶ τὸν Τοχὸς καὶ τὸν Μοχά.
Γεν. 22,24 Από δε την παλλακήν αυτού, την δευτέρας σειράς σύζυγόν του, η οποία ωνομάζετο Ρεημά, απέκτησεν υιούς τον Ταβέκ, τον Ταάμ, τον Τοχός και τον Μοχά.
Γεν. 23,1 Ἐγένετο δὲ ἡ ζωὴ Σάῤῥας ἔτη ἑκατὸν εἰκοσιεπτά.
Γεν. 23,1 Η Σαρρα έφθασεν εις την ηλικίαν των εκατόν είκοσι επτά ετών,
Γεν. 23,2 καὶ ἀπέθανε Σάῤῥα ἐν πόλει Ἀρβόκ, ἥ ἐστιν ἐν τῷ κοιλώματι (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν. ἦλθε δὲ Ἁβραὰμ κόψασθαι Σάῤῥαν καὶ πενθῆσαι.
Γεν. 23,2 οπότε και απέθανεν εις την πόλιν Αρβόκ (αύτη δε είναι η Χεβρών), η οποία ευρίσκεται εις κάποιο βαθύπεδον της περιοχής Χαναάν. Ο Αβραάμ ήλθεν από την Βηρσαβεέ εις την Χεβρών, δια να θρηνήση και πενθήση την αποθανούσαν σύζυγόν του, την Σαρραν.
Γεν. 23,3 καὶ ἀνέστη Ἁβραὰμ ἀπὸ τοῦ νεκροῦ αὐτοῦ καὶ εἶπεν Ἁβραὰμ τοῖς υἱοῖς τοῦ Χὲτ λέγων·
Γεν. 23,3 Ηγέρθη ο Αβραάμ από το πένθος του αγαπημένου του αυτού νεκρού και είπεν στους Χετταίους.
Γεν. 23,4 πάροικος καὶ παρεπίδημος ἐγώ εἰμι μεθ᾿ ὑμῶν· δότε μοι οὖν κτῆσιν τάφου μεθ᾿ ὑμῶν, καὶ θάψω τὸν νεκρόν μου ἀπ᾿ ἐμοῦ.
Γεν. 23,4 “Εγώ, όπως γνωρίζετε, είμαι πάροικος και παρεπίδημος μεταξύ σας. Σας παρακαλώ, δόστε μου να αγοράσω ως ιδιοκτησίαν ένα τάφον εις την περιοχήν σας, δια να θάψω την νεκράν μου σύζυγον”.
Γεν. 23,5 ἀπεκρίθησαν δὲ οἱ υἱοὶ Χὲτ πρὸς Ἁβραὰμ λέγοντες· μὴ κύριε·
Γεν. 23,5 Απεκρίθησαν δε οι Χετταίοι προς τον Αβραάμ και είπον· “όχι, κύριε, δεν είναι σωστόν αυτό, που λέγεις να αγοράσης τάφον.
Γεν. 23,6 ἄκουσον δὲ ἡμῶν. βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν· ἐν τοῖς ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσει τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ τοῦ θάψαι τὸν νεκρόν σου ἐκεῖ.
Γεν. 23,6 Ακουσέ μας· συ είσαι ιμεταξύ μας σαν ένας βασιλεύς εκ μέρους του Θεού σταλμένος. Δια τούτο εις ένα από τα εκλεκτά μας μνημεία θάψε τον νεκρόν σου· διότι κανείς από ημάς δεν θα αρνηθή το μνημείον του, δια να θάψης εις αυτό την νεκράν σύζυγόν σου”.
Γεν. 23,7 ἀναστὰς δὲ Ἁβραὰμ προσεκύνησε τῷ λαῷ τῆς γῆς, τοῖς υἱοῖς τοῦ Χέτ,
Γεν. 23,7 Εσηκώθη ο Αβραάμ και γεμάτος ευγνωμοσύνην επροσκύνηοε τους Χετταίους, τους κατοίκους της περιοχής εκείνης.
Γεν. 23,8 καὶ ἐλάλησε πρὸς αὐτοὺς Ἁβραὰμ λέγων· εἰ ἔχετε τῇ ψυχῇ ὑμῶν, ὥστε θάψαι τὸν νεκρόν μου ἀπὸ προσώπου μου, ἀκούσατέ μου καὶ λαλήσατε περὶ ἐμοῦ Ἐφρὼν τῷ τοῦ Σαάρ,
Γεν. 23,8 Κατόπιν ωμίλησε προς αυτούς και τους είπε· “αφού έχετε την καλωσύνην της ψυχής, ώστε να μου επιτρέψετε να θάψω τον νεκρόν μου, ακούσατε την παράκλησίν μου. Ομιλήσατε σας παρακαλώ περί εμού στον Εφρών, τον υιόν του Σαάρ,
Γεν. 23,9 καὶ δότω μοι τὸ σπήλαιον τὸ διπλοῦν, ὅ ἐστιν αὐτῷ, τὸ ὂν ἐν μέρει τοῦ ἀγροῦ αὐτοῦ· ἀργυρίου τοῦ ἀξίου δότω μοι αὐτὸ ἐν ὑμῖν εἰς κτῆσιν μνημείου.
Γεν. 23,9 και πείσατέ τον να μου πωλήση το διπλούν σπήλαιον, που ανήκει εις αυτόν και το οποίον ευρίσκεται εις κάποιο μέρος του αγρού του. Αντί των χρημάτων που αξίζει, ας μου δώση τώρα ενώπιόν σας ως ιδιοκτησίαν μου το μνημείον αυτό”.
Γεν. 23,10 Ἐφρὼν δὲ ἐκάθητο ἐν μέσῳ τῶν υἱῶν Χέτ· ἀποκριθεὶς δὲ Ἐφρὼν ὁ Χετταῖος πρὸς Ἁβραὰμ εἶπεν, ἀκουόντων τῶν υἱῶν Χὲτ καὶ τῶν εἰσπορευομένων εἰς τὴν πόλιν πάντων, λέγων·
Γεν. 23,10 Ο Εφρών ήτο και αυτός ένας από τον λαόν των Χετταίων. Αμέσως δε απήντησε προς τον Αβραάμ, εκεί εις την πύλην της πόλεως, ώστε να τον ακούουν οι Χετταίοι όσοι εισήρχοντο εις την πόλιν, και είπε·
Γεν. 23,11 παρ᾿ ἐμοὶ γενοῦ, κύριε, καὶ ἄκουσόν μου· τὸν ἀγρὸν καὶ τὸ σπήλαιον τὸ ἐν αὐτῷ σοὶ δίδωμι· ἐναντίον πάντων τῶν πολιτῶν μου δέδωκά σοι· θάψον τὸν νεκρόν σου·
Γεν. 23,11 “πλησίασε κοντά μου, κύριε, και άκουσέ με· τον αγρόν και το σπήλαιον, που υπάρχει εις αυτόν, σου τον δίδω. Ενώπιον όλων των συμπολιτών μου σου τα έχω πλέον παραχωρήσει. Θαψε εκεί τον νεκρόν άνθρωπόν σου”.
Γεν. 23,12 καὶ προσεκύνησεν Ἁβραὰμ ἐναντίον τοῦ λαοῦ τῆς γῆς
Γεν. 23,12 Ο Αβραάμ ευχαριστών δια την καλωσύνην των προσεκύνησε τον λαόν της χώρας
Γεν. 23,13 καὶ εἶπε τῷ Ἐφρὼν εἰς τὰ ὦτα ἐναντίον τοῦ λαοῦ τῆς γῆς· ἐπειδὴ πρὸς ἐμοῦ εἶ, ἄκουσόν μου· τὸ ἀργύριον τοῦ ἀγροῦ λάβε παρ᾿ ἐμοῦ, καὶ θάψω τὸν νεκρόν μου ἐκεῖ.
Γεν. 23,13 και είπε προς τον Εφρών, ώστε να τον ακούσουν όλοι οι κάτοικοι της πόλεως· “Εφρών, επειδή ευρίσκεσαι τώρα ενώπιόν μου και θα συνάψωμεν συμφωνίαν, άκουσέ με· Παρε εκ μέρους μου τα αργύρια, που πρέπει, ως αξίαν του αγρού, και εγώ θα θάψω πλέον εκεί τον νεκρόν μου”.
Γεν. 23,14 ἀπεκρίθη δὲ Ἐφρὼν τῷ Ἀβραὰμ λέγων·
Γεν. 23,14 Απήντησεν ο Εφρών προς τον Αβραάμ και είπε, με κάποιαν δόσιν υποκριτικής ευγενείας.
Γεν. 23,15 οὐχὶ κύριε, ἀκήκοα γάρ, γῆ τετρακοσίων διδράχμων ἀργυρίου, ἀλλὰ τί ἂν εἴη τοῦτο ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ; σὺ δὲ τὸν νεκρόν σου θάψον.
Γεν. 23,15 “Οχι, κύριε, δεν θέλω χρήματα. Εχω βέβαια πληροφορηθή ότι ο αγρός αυτός αξίζει τετρακόσια αργυρά δίδραχμα, αλλά τι είναι αυτά μεταξύ μας; Θαψε, λοιπόν, τον νεκρόν σου, χωρίς να γίνεται πλέον λόγος δι' αγοραπωλησίαν”.
Γεν. 23,16 καὶ ἤκουσεν Ἁβραὰμ τοῦ Ἐφρών, καὶ ἀποκατέστησεν Ἁβραὰμ τῷ Ἐφρὼν τὸ ἀργύριον, ὃ ἐλάλησεν εἰς τὰ ὦτα τῶν υἱῶν Χέτ, τετρακόσια δίδραχμα ἀργυρίου δοκίμου ἐμπόροις.
Γεν. 23,16 Ο Αβραάμ όμως, όταν ήκουσεν από τον Εφρών την τιμήν του αγρού, έδωσε αμέσως εις αυτόν τα χρήματα, τα οποία εις επήκοον του λαού των Χετταίων είχεν ορίσει ούτος εις τετρακόσια αργυρά δίδραχμα εις έγκυρον νόμισμα που εκυκλοφορούσε τότε μεταξύ των εμπόρων.
Γεν. 23,17 καὶ ἔστη ὁ ἀγρὸς Ἐφρών, ὃς ἦν ἐν τῷ διπλῷ σπηλαίῳ, ὅς ἐστι κατὰ πρόσωπον Μαμβρῆ, ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, καὶ πᾶν δένδρον, ὃ ἦν ἐν τῷ ἀγρῷ, καὶ πᾶν ὅ ἐστιν ἐν τοῖς ὁρίοις αὐτοῦ κύκλῳ,
Γεν. 23,17 Κατόπιν αυτής της συμφωνίας παρεδόθη ο αγρός του Εφρών μαζή με το διπλούν σπήλαιον, που ευρίσκετο απέναντι εις την Δρυν Μαμβρή, όπως επίσης και όλα τα δένδρα και κάθε τι, που υπήρχεν στον αγρόν και εις τα σύνορα αυτού κύκλω,
Γεν. 23,18 τῷ Ἁβραάμ, εἰς κτῆσιν ἐναντίον τῶν υἱῶν Χὲτ καὶ πάντων τῶν εἰσπορευομένων εἰς τὴν πόλιν.
Γεν. 23,18 ως ιδιοκτησία πλέον στον Αβραάμ επί παρουσία του λαού των Χετταίων και των εισερχομένων δια της πύλης εις την πόλιν.
Γεν. 23,19 μετὰ ταῦτα ἔθαψεν Ἁβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπέναντι Μαμβρῆ (αὕτη ἐστὶ Χεβρών) ἐν τῇ γῇ Χαναάν.
Γεν. 23,19 Επειτα από αυτά έθαψεν ο Αβραάμ την γυναίκα του την Σαρραν στο διπλούν αυτό σπήλαιον του αγρού, ο οποίος ευρίσκεται απέναντι της Μαμβρή εις Χεβρών της χώρας Χαναάν.
Γεν. 23,20 καὶ ἐκυρώθη ὁ ἀγρὸς καὶ τὸ σπήλαιον, ὃ ἦν ἐν αὐτῷ, τῷ Ἁβραὰμ εἰς κτῆσιν τάφου παρὰ τῶν υἱῶν Χέτ.
Γεν. 23,20 Ετσι δε επεκυρώθη ενώπιον των Χετταίων ο αγρός και το διπλούν σπήλαιον ως ιδιοκτησία πλέον του Αβραάμ δια μνημείον.
Γεν. 24,1 Καὶ Ἁβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς ἡμερῶν, καὶ ὁ Κύριος ηὐλόγησε τὸν Ἁβραὰμ κατὰ πάντα.
Γεν. 24,1 Ο Αβραάμ ήτο πλέον γέρων, προχωρημένος πολύ εις τας ημέρας της ζωής του. Ο δε Κυριος ηυλόγησε τον Αβραάμ εις όλην του την ζωήν και εις όλα του τα έργα.
Γεν. 24,2 καὶ εἶπεν Ἁβραὰμ τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ· θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου,
Γεν. 24,2 Είπε δε Αβραάμ στον Ελιέζερ, τον μεγαλύτερον κατά την ηλικίαν δούλον της οικογενείας του, τον επιστάτην όλων των άλλων δούλων· “βάλε την χείρα σου υπό τον μηρόν μου·
Γεν. 24,3 καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, μεθ᾿ ὧν ἐγὼ οἰκῶ ἐν αὐτοῖς,
Γεν. 24,3 σε εξορκίζω ενώπιον Κυρίου, του Θεού του ουρανού και της γης, να μη λάβης δια τον υιόν μου τον Ισαάκ σύζυγον από τας θυγατέρας των κατοίκων Χαναάν, μεταξύ των οποίων εγώ μέχρι σήμερον ζω,
Γεν. 24,4 ἀλλ᾿ ἢ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν.
Γεν. 24,4 άλλα από την χώραν της καταγωγής μου, όπου εγώ εγεννήθην. Θα υπάγης εκεί εις την φυλήν μου και από τους εκεί συγγενείς μου θα εκλέξης γυναίκα δια τον υιόν μου τον Ισαάκ”
Γεν. 24,5 εἶπε δὲ πρὸς αὐτὸν ὁ παῖς· μή ποτε οὐ βούληται ἡ γυνὴ πορευθῆναι μετ᾿ ἐμοῦ ὀπίσω εἰς τὴν γῆν ταύτην· ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν;
Γεν. 24,5 Ηρώτησε δε αυτόν ο Ελιέζερ, ο δούλος· “εάν τυχόν η γυναίκα, που θα εκλέξω ως σύζυγον του Ισαάκ, δεν θελήση να με ακολουθήση εις την χώραν της Χαναάν, θα οδηγήσω τον υιόν σου στον τόπον, από τον οποίον συ ανεχώρησες και ήλθες;”
Γεν. 24,6 εἶπε δὲ πρὸς αὐτὸν Ἁβραάμ· πρόσεχε σεαυτῷ, μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ.
Γεν. 24,6 Ο Αβραάμ του απήντησε· “πρόσεξε πολύ και βάλε το μέσα στον νουν σου· μη επαναφέρης έκεί τον υιόν μου,
Γεν. 24,7 Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλάλησέ μοι καὶ ὃς ὤμοσέ μοι λέγων· σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου. καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Γεν. 24,7 διότι ο Κυριος ο Θεός του ουρανού και της γης, ο οποίος με επήρε από τον πατρικόν μου οίκον και από την γην, εις την οποίαν εγεννήθην, και με έφερεν εδώ, αυτός μου είπε και μου ωρκίσθη λέγων· Εις σε και στους απογόνους σου θα δώσω την χώραν αυτήν. Αυτός, λοιπόν, ο Θεός θα στείλη ενώπιόν σου άγγελον οδηγόν και θα σε δοηθήση να εκλέξης από εκεί σύζυγον δια τον υιόν μου.
Γεν. 24,8 ἐὰν δὲ μὴ θέλῃ ἡ γυνὴ πορευθῆναι μετὰ σοῦ εἰς τὴν γῆν ταύτην, καθαρὸς ἔσῃ ἀπὸ τοῦ ὅρκου μου· μόνον τὸν υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ.
Γεν. 24,8 Εάν δε και δεν θελήση η γυναίκα να έλθη μαζή σου εις την χώραν αυτήν, είσαι απηλλαγμένος από τον όρκον, στον οποίν σε υπέβαλα. Η μόνη σου υποχρέωσις είναι, να μη οδηγήσης τον υιόν μου εκεί”.
Γεν. 24,9 καὶ ἔθηκεν ὁ παῖς τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν Ἁβραὰμ τοῦ κυρίου αὐτοῦ καὶ ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου.
Γεν. 24,9 Ο Ελιέζερ, ο δούλος, έθεσε την χείρα αυτού κάτω από τον μηρόν του Αβραάμ, του κυρίου του, και του ωρκίσθη ότι θα συμμορφωθή με την εντολήν του.
Γεν. 24,10 Καὶ ἔλαβεν ὁ παῖς δέκα καμήλους ἀπὸ τῶν καμήλων τοῦ κυρίου αὐτοῦ καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ μεθ᾿ ἑαυτοῦ καὶ ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχώρ.
Γεν. 24,10 Επήρε, λοιπόν, δέκα καμήλους από τας καμήλους του κυρίου του, επήρεν ακόμη μαζή του από όλα τα αγαθά που είχεν ο κύριός του και εξεκίνησε δια την Μεσοποταμίαν, δια την πόλιν του Μαχώρ, του αδελφού του Αβραάμ.
Γεν. 24,11 καὶ ἐκοίμισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψέ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι.
Γεν. 24,11 Οταν, από ταξίδιον ημερών, επλησίασε κατά την εσπέραν έξω από την πόλιν, αφήκεν εκεί κοντά στο φρέαρ να κατακλιθούν αι κάμηλοι, την ώραν κατά την οποίαν εξέρχονται συνήθως από την πόλιν αι γυναίκες, δια να αντλήσουν νερό.
Γεν. 24,12 καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εὐόδωσον ἐναντίον ἐμοῦ σήμερον καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
Γεν. 24,12 Προσηυχήθη δε εκεί προς τον Θεόν ο Ελιέζερ και είπε· “Κυριε, συ ο Θεός του κυρίου μου του Αβραάμ, δώσε καλήν έκβασιν και επιτυχίαν σήμερον εις τας ενεργείας μου και κάμε το έλεός σου προς τον κύριόν μου τον Αβραάμ.
Γεν. 24,13 ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ,
Γεν. 24,13 Ιδού εγώ ευρίσκομαι κοντά εις την πηγήν αυτήν του ύδατος. Αι θυγατέρες των κατοίκων της πόλεως αυτής εξέρχονται προς τα εδώ δια να αντλήσουν νερό.
Γεν. 24,14 καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, ἐπίκλινον τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ μοι, πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου τῷ Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος μετὰ τοῦ κυρίου μου Ἁβραάμ.
Γεν. 24,14 Δώσε, Κυριε, ώστε η παρθένος, εις την οποίαν εγώ θα είπω “γύρε την στάμναν σου δια να πίω νερό” και εκείνη θα μου πη “πίε και συ και θα ποτίσω τας καμήλους σου μέχρις ότου χορτάσουν και παύσουν πλέον να πίνουν”, ώσε, ώστε αυτή να είναι εκείνη, την οποίαν συ έχεις προορίσει ως σύζυγον δια τον δούλόν σου Ισαάκ. Με τον τρόπον δε αυτόν θα καταλάβω και εγώ, ότι έκαμες το έλεός σου προς τον κύριόν μου τον Αβραάμ και εξεπλήρωσες την επιθυμίαν του”.
Γεν. 24,15 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα ἐν τῇ διανοίᾳ αὐτοῦ, καὶ ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο ἡ τεχθεῖσα Βαθουήλ, υἱῷ Μελχὰς τῆς γυναικὸς Ναχώρ, ἀδελφοῦ δὲ Ἁβραάμ, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων αὐτῆς.
Γεν. 24,15 Πριν ακόμη τελείωση ο Ελιέζερ την νοεράν αυτήν προσευχήν του προς τον Θεόν, ιδού εξήρχετο από την πόλιν η Ρεβέκκα, η κόρη του Βαθουήλ, υιού της Μελχάς, συζύγου του Ναχώρ, του αδελφού του Αβραάμ. Εφερε δε επάνω στον ώμόν της την στάμναν.
Γεν. 24,16 ἡ δὲ παρθένος ἦν καλὴ τῇ ὄψει σφόδρα· παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν αὐτῆς καὶ ἀνέβη.
Γεν. 24,16 Η παρθένος αυτή ήτο εξαιρετικώς ωραία. Ητο παρθένος και κανείς ανήρ δεν είχεν έλθει εις επαφήν με αυτήν. Κατέβηκε εις την πηγήν, εγέμισε την στάμναν της και ανέβη πάλιν, δια να επιστρέψη εις την πόλιν.
Γεν. 24,17 ἐπέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῆς καὶ εἶπε· πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου.
Γεν. 24,17 Την στιγμήν εκείνην έτρεξε προς συνάντησίν της ο Ελιέζερ και είπε· “δος μου να πιώ ολίγον νερό από την στάμναν σου”.
Γεν. 24,18 ἡ δὲ εἶπε· πίε, κύριε. καὶ ἔσπευσε καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων.
Γεν. 24,18 Εκείνη δε είπε· “πίε, κύριε”· κατέβασε την στάμναν και την εστήριξεν στον βραχίονά της, την έγειρε και επότισεν αυτόν, έως ότου αυτός εχόρτασε και έπαυσε να πίνη.
Γεν. 24,19 καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι.
Γεν. 24,19 Η Ρεβέκκα είπε· “θα ποτίσω και τας καμήλους σου, έως ότου χορτάσουν όλες”.
Γεν. 24,20 καὶ ἔσπευσε καὶ ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι πάλιν καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις.
Γεν. 24,20 Αμέσως άδειασε την στάμναν της στο παρά το φρέαρ ποτιστήριον των ζώων, έτρεξεν στο φρέαρ να αντλήση και άλλο ύδωρ, έως ότου επότισεν όλας τας καμήλους.
Γεν. 24,21 ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ.
Γεν. 24,21 Ο δε Ελιέζερ την παρατηρούσε και την παρακολουθούσε με πολλήν προσοχήν, χωρίς να βγάζη λέξιν, προσπαθών να γνωρίση, εάν ο Θεός τον εβοήθησε να επιτύχη η όχι τον σκοπόν του ταξιδίου του.
Γεν. 24,22 ἐγένετο δέ, ἡνίκα ἐπαύσαντο πᾶσαι αἱ κάμηλοι πίνουσαι, ἔλαβεν ὁ ἄνθρωπος ἐνώτια χρυσᾶ ἀνὰ δραχμὴν ὁλκῆς καὶ δύο ψέλλια ἐπὶ τὰς χεῖρας αὐτῆς, δέκα χρυσῶν ὁλκὴ αὐτῶν.
Γεν. 24,22 Οταν πλέον εποτίσθησαν όλαι αι κάμηλοι, επείσθη ο Ελιέζερ ότι αυτή είναι η νύμφη, η από τον Θεόν προοριζομένη δια τον Ισαάκ. Επήρε τότε από τας αποσκευάς του ο Ελιέζερ και έδωσεν εις την Ρεβέκκαν σκουλαρίκια χρυσά, πεντέμισυ περίπου γραμμαρίων βάρους το καθένα, και δύο βραχιόλια χρυσά βάρους και τα δύο διακοσίων είκοσι περίπου γραμμαρίων,
Γεν. 24,23 καὶ ἐπηρώτησεν αὐτὴν καὶ εἶπε· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι, εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν τοῦ καταλῦσαι.
Γεν. 24,23 ηρώτησεν αυτήν και της είπε· “τίνος είσαι κόρη; Ημπορείς ακόμη να με πληροφορήσης, αν υπάρχη και για μας τόπος κοντά στον πατέρα σου, δια να καταλύσωμεν εκεί;”
Γεν. 24,24 ἡ δὲ εἶπεν αὐτῷ· θυγάτηρ Βαθουήλ εἰμι τοῦ Μελχάς, ὃν ἔτεκε τῷ Ναχώρ.
Γεν. 24,24 Εκείνη απήντησεν· “είμαι κόρη του Βαθουήλ, υιού του Ναχώρ και της Μελχάς”.
Γεν. 24,25 καὶ εἶπεν αὐτῷ· καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ᾿ ἡμῖν καὶ τόπος τοῦ καταλῦσαι.
Γεν. 24,25 Και προσέθεσε· “βεβαίως υπάρχουν εις ημάς και άχυρα, και τροφαί πολλαί και τόπος να καταλύσετε”.
Γεν. 24 ,26 καὶ εὐδοκήσας ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ καὶ εἶπεν·
Γεν. 24 ,26
Γεν. 24,27 εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιοσύνην αὐτοῦ καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμέ τε εὐώδωκε Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
Γεν. 24,27 “δοξασιμένος ας είναι ο Θεός του κυρίου μου Αβραάμ, ο οποίος και εις την περίστασιν αυτήν έδειξε την δικαιοσύνην και την αλήθειάν του, ετήρησε την υπόσχεσίν του απέναντι του κυρίου μου, εμέ δε εβοήθησε να φθάσω αισίως στον οίκον του Ναχώρ, αδελφού του Αβραάμ”.
Γεν. 24,28 Καὶ δραμοῦσα ἡ παῖς ἀνήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα.
Γεν. 24,28 Η κόρη έτρεξε και ανήγγειλεν στον οίκον της μητρός της όλα αυτά τα συμβάντα.
Γεν. 24,29 τῇ δὲ Ῥεβέκκᾳ ἀδελφὸς ἦν ᾧ ὄνομα Λάβαν· καὶ ἔδραμε Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν.
Γεν. 24,29 Είχε δε η Ρεβέκκα και αδελφόν ονομαζόμενον Λαβαν, ο οποίος, όταν ήκουσε αυτά, έτρεξεν έξω εις την πηγήν προς τον ξένον εκείνον άνθρωπον.
Γεν. 24,30 καὶ ἐγένετο ἡνίκα εἶδε τὰ ἐνώτια καὶ τὰ ψέλλια ἐν ταῖς χερσὶ τῆς ἀδελφῆς αὐτοῦ καὶ ὅτε ἤκουσε τὰ ῥήματα Ῥεβέκκας τῆς ἀδελφῆς αὐτοῦ λεγούσης· οὕτω λελάληκέ μοι ὁ ἄνθρωπος, καὶ ἦλθε πρὸς τὸν ἄνθρωπον ἑστηκότος αὐτοῦ ἐπὶ τῶν καμήλων ἐπὶ τῆς πηγῆς
Γεν. 24,30 Οταν δηλαδή είδε τα σκουλαρίκια και τα βραχιόλια εις τα χέρια της αδελφής του, και όταν ήκουσεν αυτήν να διηγήται και να λέγη όσα της είχεν είπει ο Ελιέζερ, ήλθεν ο Λαβαν προς αυτόν, που εστέκετο ακόμη όρθιος κοντά εις τας καμήλους του πλησίον της πηγής,
Γεν. 24,31 καὶ εἶπεν αὐτῷ· δεῦρο εἴσελθε· εὐλογητὸς Κυρίου· ἱνατί ἕστηκας ἔξω; ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις.
Γεν. 24,31 και του είπε· “έλα μαζή μου· κόπιασε στο σπίτι μου· συ είσαι ευλογημένος από τον Κυριον. Διατί στέκεις έξω όρθιος; Εγώ έχω ετοιμάσει την οικίαν μου δια σε και τόπον δια τας καμήλους σου”.
Γεν. 24,32 εἰσῆλθε δὲ ὁ ἄνθρωπος εἰς τὴν οἰκίαν καὶ ἀπέσαξε τὰς καμήλους καὶ ἔδωκεν ἄχυρα καὶ χορτάσματα ταῖς καμήλοις καὶ ὕδωρ νίψασθαι τοῖς ποσὶν αὐτοῦ καὶ τοῖς ποσὶ τῶν ἀνδρῶν τῶν μετ᾿ αὐτοῦ.
Γεν. 24,32 Εισήλθεν ο Ελιέζερ εις την οικίαν του Λαβαν και εξεσαμάρωσε τας καμήλους. Ο δε Λαβαν έδωσεν εις μεν τας καμήλους άχυρα και τροφάς, εις δε τον ξένον και τους συνοδούς του ύδωρ, δια να νίψουν τους πόδας των.
Γεν. 24,33 καὶ παρέθηκεν αὐτοῖς ἄρτους φαγεῖν. καὶ εἶπεν· οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. καὶ εἶπαν· λάλησον.
Γεν. 24,33 Επειτα δε παρέθεσε τράπεζαν εις αυτούς, δια να φάγουν. Είπεν όμως ο Ελιέζερ· “δεν θα βάλω τίποτε στο στόμα μου, αν προηγουμένως δεν σας είπω αυτά, που έχω να σας πω”. Εκείνοι του είπαν· “πές μας· σε ακούομεν”.
Γεν. 24,34 Καὶ εἶπε· παῖς Ἁβραὰμ ἐγώ εἰμι.
Γεν. 24,34 Ο Ελιέζερ τότε είπεν· “εγώ είμαι δούλος του Αβραάμ.
Γεν. 24,35 Κύριος δὲ ηὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη· καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους καὶ ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, καμήλους καὶ ὄνους.
Γεν. 24,35 Ο Κυριος και Θεός ηυλόγησε πάρα πολύ τον κύριόν μου και τον εξύψωσεν, ώστε να γίνη μέγας. Του έδωσε πρόβατα και μόσχους και αργύριον και χρυσίον, δούλους και δούλας, καμήλους και όνους.
Γεν. 24,36 καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηράσαι αὐτόν, καὶ ἔδωκεν αὐτῷ ὅσα ἦν αὐτῷ.
Γεν. 24,36 Η σύζυγος του κυρίου μου, η Σαρρα, εγέννησεν υιόν στον κύριόν μου, όταν πλέον αυτός ήτο προχωρημένης ηλικίας. Ο δε κύριός μου παρέδωσεν στον υιόν του αυτόν όλην την περιουσίαν.
Γεν. 24,37 καὶ ὥρκισέ με ὁ κύριός μου, λέγων· οὐ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ ἐν τῇ γῇ αὐτῶν,
Γεν. 24,37 Με ώρκισε δε ενώπιον του Θεού και μου είπε· πρόσεξε, δεν θα πάρης δια τον υιόν μου γυναίκα από τας θυγατέρας των κατοίκων Χαναάν, εις την χώραν των οποίων εγώ μένω ως πάροικος,
Γεν. 24,38 ἀλλ᾿ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
Γεν. 24,38 αλλά θα μεταβής στον οίκον του πατρός μου και εις την φυλήν, από την οποίαν κατάγομαι και από εκεί θα εκλέξης γυναίκα δια τον υιόν μου.
Γεν. 24,39 εἶπα δὲ τῷ κυρίῳ μου· μήποτε οὐ πορεύσεται ἡ γυνὴ μετ᾿ ἐμοῦ.
Γεν. 24,39 Είπα στον κύριόν μου, εάν όμως δεν θελήση η γυναίκα αυτή να έλθη μαζή μου, τι θα γίνη;
Γεν. 24,40 καὶ εἶπέ μοι· Κύριος ὁ Θεός, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκ τῆς φυλῆς μου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου.
Γεν. 24,40 Εκείνος μου είπε· ο Κυριος και Θεός, ενώπιον του οποίου εγώ έζησα και έπραξα όπως αρέσει εις αυτόν, θα στείλη μαζή σου τον άγγελόν του, θα κατευοδώση τον δρόμον σου, θα εκπληρώση τον σκοπόν του ταξιδίου σου και θα πάρης δια τον υιόν μου γυναίκα από την φυλήν μου και από την οικογένειαν του πατρός μου.
Γεν. 24,41 τότε ἀθῷος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου· ἡνίκα γὰρ ἐὰν ἔλθῃς εἰς τὴν φυλήν μου καὶ μή σοι δῶσι, καὶ ἔσῃ ἀθῷος ἀπὸ τοῦ ὁρκισμοῦ μου.
Γεν. 24,41 Εάν έτσι προχωρήσης και φερθής, θα είσαι απηλλαγμένος από την κατάραν μου. Εάν όμως έλθης εις την φυλήν μου και δεν σου δώσουν νύμφην δια τον υιόν μου, θα είσαι αθώος από τον όρκον, στον οποίον σε υπέβαλα.
Γεν. 24,42 καὶ ἐλθὼν σήμερον ἐπὶ τὴν πηγὴν εἶπα· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἁβραάμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδόν μου, ἐν ᾗ νῦν ἐγὼ πορεύομαι ἐν αὐτῇ,
Γεν. 24,42 Λοιπόν, εγώ ήλθα σήμερον εις την πηγήν, προσηυχήθην προς τον Θεόν και είπα· Κυριε ο Θεός του κυρίου μου Αβραάμ, κατευόδωσε και φέρε εις αίσιον πέρας τον σκοπόν, δια τον οποίον εγώ ήλθον έως εδώ.
Γεν. 24,43 ἰδοὺ ἐγὼ ἐφέστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, καὶ αἱ θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐκπορεύονται ἀντλῆσαι ὕδωρ, καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, πότισόν με ἐκ τῆς ὑδρίας σου μικρὸν ὕδωρ,
Γεν. 24,43 Ιδού εγώ στέκομαι όρθιος εις την πηγήν αυτήν του ύδατος· αι θυγατέρες των κατοίκων της πόλεως αυτής εξέρχονται προς τα εδώ δια να αντλήσουν ύδωρ. Δώσε, ώστε η παρθένος, εις την οποίαν εγώ θα είπω· Ποτισέ με λίγο νερό από την στάμναν σου,
Γεν. 24,44 καὶ εἴπῃ μοι, καὶ σὺ πίε καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, αὕτη ἡ γυνή, ἣν ἡτοίμασε Κύριος τῷ ἑαυτοῦ θεράποντι Ἰσαάκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι πεποίηκας ἔλεος τῷ κυρίῳ μου Ἁβραάμ.
Γεν. 24,44 εκείνη δε θα μου πη· πίε και συ και εις τας καμήλους σου εγώ θα δώσω ύδωρ, δώσε ώστε αυτή η γυνή να είναι η προωρισμένη ως σύζυγος δια τον δούλον σου τον Ισαάκ. Κατ' αυτόν τον τρόπον θα εννοήσω, ότι και πάλιν έχεις κάμει το έλεός σου προς τον κύριόν μου τον Αβραάμ.
Γεν. 24,45 καὶ ἐγένετο πρὸ τοῦ συντελέσαι με λαλοῦντα ἐν τῇ διανοίᾳ μου, εὐθὺς Ῥεβέκκα ἐξεπορεύετο ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων καὶ κατέβη ἐπὶ τὴν πηγὴν καὶ ὑδρεύσατο. εἶπα δὲ αὐτῇ· πότισόν με.
Γεν. 24,45 Πριν δε ακόμη τελειώσω την νοεράν προσευχήν μου, εφάνη αμέσως η Ρεβέκκα εξερχομένη από την πόλιν, με την στάμναν στον ώμον της. Κατέβηκε εις την πηγήν και ήντλησεν ύδωρ. Τοτε της είπα· Δος μου να πιώ και εγώ νερό.
Γεν. 24,46 καί σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς ἀφ᾿ ἑαυτῆς καὶ εἶπε· πίε σύ, καὶ τὰς καμήλους σου ποτιῶ. καὶ ἔπιον καὶ τὰς καμήλους ἐπότισε.
Γεν. 24,46 Αυτή κατέβασε αμέσως την στάμναν της, την εστήριξεν στον βραχίονά της και μου είπε· Πιέ συ, και θα ποτίσω και τας καμήλους σου. Αφού έπιον εγώ επότισε πράγματι και τας καμήλους.
Γεν. 24,47 καὶ ἠρώτησα αὐτήν· καὶ εἶπα· θυγάτηρ τίνος εἶ; ἀνάγγειλόν μοι. ἡ δὲ ἔφη· θυγάτηρ Βαθουήλ εἰμι τοῦ υἱοῦ Ναχώρ, ὃν ἔτεκεν αὐτῷ Μελχά. καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καί τὰ ψέλλια περὶ τὰς χεῖρας αὐτῆς·
Γεν. 24,47 Τοτε την ηρώτησα και της είπα· πες μου τίνος είσαι θυγάτηρ; Εκείνη απήντησεν· είμαι θυγάτηρ του Βαθουήλ, υιού του Ναχώρ και της Μελχά. Εδωσα κατόπιν εις αυτήν σκουλαρίκια και έθεσα βραχιόλια εις τα χέρια της.
Γεν. 24,48 καὶ εὐδοκήσας προσεκύνησα τῷ Κυρίῳ καὶ εὐλόγησα Κύριον τὸν Θεὸν τοῦ κυρίου μου Ἁβραάμ, ὃς εὐώδωσέ με ἐν ὁδῷ ἀληθείας, λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου τῷ υἱῷ αὐτοῦ.
Γεν. 24,48 Κατευχαριστημένος δε δι' όλα αυτά έσκυψα και επροσκύνησα και εδόξασα τον Θεόν του κυρίου μου Αβραάμ, ο οποίος κατευώδωσε την πορείαν μου, ώστε να εκλέξω την κόρην του ανεψιού του κυρίου μου ως σύζυγον του υιού του.
Γεν. 24,49 εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, εἰ δὲ μή, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ ἀριστεράν.
Γεν. 24,49 Εάν λοιπόν σεις θελήσετε να φανήτε καλοί και δίκαιοι προς τον κύριόν μου, πέστε μου εάν δέχεσθε τας προτάσεις μου. Εάν όμως δεν τας δέχεσθε, πέστε μου, ώστε να στραφώ δεξιά και αριστερά, δια να αναζητήσω αλλού νύμφην δια τον Ισαάκ”.
Γεν. 24,50 Ἀποκριθεὶς δὲ Λάβαν καὶ Βαθουὴλ εἶπαν· παρὰ Κυρίου ἐξῆλθε τὸ πρόσταγμα τοῦτο· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακὸν ἢ καλόν.
Γεν. 24,50 Ο Λαβαν και ο Βαθουήλ απεκρίθησαν με ένα στόμα και είπαν· “ο Θεός έβγαλε αυτήν την διαταγήν και δεν ημπορούμεν να αρνηθώμεν και να είπωμεν τίποτε κακόν η καλόν. Δεχόμεθα την πρότασίν σου.
Γεν. 24,51 ἰδοὺ Ῥεβέκκα ἐνώπιόν σου· λαβὼν ἀπότρεχε. καί ἔστω γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος.
Γεν. 24,51 Ιδού η Ρεβέκκα είναι εις την διάθεσίν σου· πάρε την μαζή σου και ας γίνη αυτή σύζυγος στον υιόν του κυρίου σου όπως ο Θεός διέταξε”.
Γεν. 24,52 ἐγένετο δὲ ἐν τῷ ἀκοῦσαι τὸν παῖδα τοῦ Ἁβραὰμ τῶν ῥημάτων τούτων, προσεκύνησεν ἐπὶ τὴν γῆν τῷ Κυρίῳ.
Γεν. 24,52 Οταν ο Ελιέζερ ήκουσε τα λόγια αυτά επροσκύνησε μέχρις εδάφους τον Θεόν εις έκφρασιν της χαράς και της ευγνωμοσύνης του.
Γεν. 24,53 καὶ ἐξενέγκας ὁ παῖς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱματισμὸν ἔδωκε τῇ Ῥεβέκκᾳ καὶ δῶρα ἔδωκε τῷ ἀδελφῷ αὐτῆς καὶ τῇ μητρὶ αὐτῆς.
Γεν. 24,53 Εβγαλε τότε ο Ελιέζερ από τας αποσκευάς του χρυσά και αργυρά κοσμήματα και φορέματα και τα έδωσε εις την Ρεβέκκαν. Εδωσεν επίσης δώρα στον αδελφόν της τον Λαβαν και εις την μητέρα της
Γεν. 24,54 καὶ ἔφαγον καὶ ἔπιον καὶ αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὄντες, καὶ ἐκοιμήθησαν. Καὶ ἀναστὰς τὸ πρωΐ εἶπεν· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Γεν. 24,54 Κατόπιν δε αυτών έφαγον και έπιον ο Ελιέζερ και οι άνδρες, που ήσαν μαζή του, και μετά το δείπνον έπεσαν και εκοιμήθησαν. Το πρωϊ δε σηκώθηκε ο Ελιέζερ και είπε· “κατευοδώσατέ με τώρα και επιτρέψατέ μου να επανέλθω προς τον κύριόν μου”.
Γεν. 24,55 εἶπαν δὲ οἱ ἀδελφοὶ αὐτῆς καὶ ἡ μήτηρ· μεινάτω ἡ παρθένος μεθ᾿ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεται.
Γεν. 24,55 Οι αδελφοί της Ρεβέκκας και η μητέρα της είπαν· “ας μείνη ακόμη μαζή μας η κόρη μας, έστω και δέκα ημέρας, μετά τας οποίας ας αναχωρήση”.
Γεν. 24,56 ὁ δὲ εἶπε πρὸς αὐτούς· μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου ἐν ἐμοί· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου.
Γεν. 24,56 Ο δε Ελιέζερ είπε προς αυτούς· “μη με κρατήτε, διότι ο Κυριος έφερεν εις πέρας την αποστολήν μου. Κατευοδώσατέ με να επιστρέψω στον κύριόν μου”.
Γεν. 24,57 οἱ δὲ εἶπαν· καλέσωμεν τὴν παῖδα καὶ ἐρωτήσωμεν τὸ στόμα αὐτῆς.
Γεν. 24,57 Εκείνοι απήντησαν· “Ας καλέσωμεν την κόρην να την ερωτήσωμεν και να ακούσωμεν από το στόμα της τι γνώμην έχει”.
Γεν. 24,58 καὶ ἐκάλεσαν τὴν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ· πορεύσῃ μετὰ τοῦ ἀνθρώπου τούτου; ἡ δὲ εἶπε· πορεύσομαι.
Γεν. 24,58 Εκάλεσαν, λοιπόν, την Ρεβέκκαν και της είπαν· “επιθυμείς να αναχωρήσης αμέσως με τον άνθρωπον αυτόν; Εκείνη είπεν· “ναι· θα αναχωρήσω”.
Γεν. 24,59 καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν καὶ τὰ ὑπάρχοντα αὐτῆς καὶ τὸν παῖδα τοῦ Ἁβραὰμ καὶ τοὺς μετ᾿ αὐτοῦ.
Γεν. 24,59 Κατευώδωσαν τότε την αδελφήν των με όλα αυτής τα υπάρχοντα και τον δούλον του Αβραάμ μαζή με τους συνοδούς του.
Γεν. 24,60 καὶ εὐλόγησαν Ῥεβέκκαν καὶ εἶπαν αὐτῇ· ἀδελφὴ ἡμῶν εἶ· γίνου εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων.
Γεν. 24,60 Ηυχήθησαν δε την Ρεβέκκαν και της είπαν· “είσαι αδελφή μας. Γινε προμήτωρ εις χιλιάδας μυριάδας γενεών και οι απόγονοί σου ας είναι τόσον ισχυροί, ώστε να κυριεύσουν και να κληρονομήσουν τας πόλεις των εχθρών των”.
Γεν. 24,61 ἀναστᾶσα δὲ Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους καὶ ἐπορεύθησαν μετὰ τοῦ ἀνθρώπου, καὶ ἀναλαβὼν ὁ παῖς τὴν Ῥεβέκκαν ἀπῆλθεν.
Γεν. 24,61 Ηγέρθη δε η Ρεβέκκα και αι θεραπαινίδες της, ανέβησαν εις τας καμήλους και επορεύθησαν με τον άνθρωπον εκείνον. Και ο Ελιέζερ, ο δούλος του Αβραάμ, λαβών την Ρεβέκκαν ανεχώρησε.
Γεν. 24, 62 Ἰσαὰκ δὲ διεπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως· αὐτὸς δὲ κατώκει ἐν τῇ γῇ τῇ πρὸς λίβα.
Γεν. 24, 62 Ο δε Ισαάκ κατά τον καιρόν αυτόν επορεύετο δια μέσου της ερήμου προς το φρέαρ, το οποίον ωνομάζετο “Φρέαρ της οράσεως”· κατοικούσε δε εις την νότιον περιοχήν της Χαναάν.
Γεν. 24,63 καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε καμήλους ἐρχομένας.
Γεν. 24,63 Καποιο δειλινόν εξήλθεν ο Ισαάκ να περιπατήση προς ψυχαγωγίαν του εις την πεδιάδα. Υψωσε τα μάτια του και είδεν από μακράν καμήλους να έρχωνται.
Γεν. 24,64 καὶ ἀναβλέψασα Ῥεβέκκα τοῖς ὀφθαλμοῖς εἶδε τὸν Ἰσαὰκ καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
Γεν. 24,64 Η Ρεβέκκα ύψωσε και αυτή τους οφθαλμούς της, είδε τον Ισαάκ και από αίσθημα αιδούς καταληφθείσα επήδησε κάτω από την κάμηλον.
Γεν. 24,65 καὶ εἶπε τῷ παιδί· τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῖν; εἶπε δὲ ὁ παῖς· οὗτός ἐστιν ὁ κύριός μου. ἡ δὲ λαβοῦσα τὸ θέριστρον περιεβάλετο.
Γεν. 24,65 Ηρώτησε δε τον Ελιέζερ· “ποιός είναι ο άνθρωπος εκείνος, που περιπατεί εις την πεδιάδα και έρχεται προς συνάντησίν μας;” Είπε δε ο Ελιέζερ· “αυτός είναι ο νέος κύριός μου, ο Ισαάκ”. Εκείνη έλαβε καλύπτραν και εσκεπάσθη.
Γεν. 24,66 καὶ διηγήσατο ὁ παῖς τῷ Ἰσαὰκ πάντα τὰ ῥήματα, ἃ ἐποίησεν.
Γεν. 24,66 Οταν συνήντησαν τον Ισαάκ, διηγήθη ο Ελιέζερ όλα όσα έκαμε εις την γην της Χαρράν.
Γεν. 24,67 εἰσῆλθε δὲ Ἰσαὰκ εἰς τὸν οἶκον τῆς μητρὸς αὐτοῦ καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτοῦ γυνή, καὶ ἠγάπησεν αὐτήν· καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ.
Γεν. 24,67 Ο Ισαάκ έλαβε την Ρεβέκκαν, την εισήγαγεν εις την σκηνήν της μητρός του, την ενυμφεύθη και την ηγάπησεν. Ετσι δε και επαρηγορήθη δια τον θάνατον της μητρός του.
Γεν. 25,1 Προσθέμενος δὲ Ἁβραὰμ ἔλαβε γυναῖκα, ἧ ὄνομα Χεττούρα.
Γεν. 25,1 Ο δε Αβραάμ έλαβε και δευτέραν γυναίκα, η οποία ωνομάζετο Χεττούρα.
Γεν. 25,2 ἔτεκε δὲ αὐτῷ τὸν Ζομβρᾶν καὶ τὸν Ἰεζὰν καὶ τὸν Μαδὰλ καὶ τὸν Μαδιὰμ καὶ τὸν Ἰεσβὼκ καὶ τὸν Σωκέ.
Γεν. 25,2 Απέκτησε δε από αυτήν υιούς τον Σομβράν, τον Ιεζάν, τον Μαδάλ, τον Μαδιάμ, τον Ιεσβώκ και τον Σωκέ.
Γεν. 25,3 Ιεζὰν δὲ ἐγέννησε καὶ τὸν Θαιμὰν τὸν Σαβὰ καὶ τὸν Δεδάν· υἱοὶ δὲ Δεδὰν ἐγένοντο Ῥαγουὴλ καὶ Ναβδεὴλ καὶ Ἀσσουριεὶμ καὶ Λατουσιεὶμ καὶ Λαωμείμ.
Γεν. 25,3 Ο Ιεζάν απέκτησε υιόν τον Θαιμάν, τον Σαβά και τον Δεδάν. Οι υιοί δε του Δεδάν ήσαν ο Ραγουήλ, ο Ναβδεήλ, ο Ασσουριείμ, ο Λατουσιείμ και ο Λαωμείμ.
Γεν. 25,4 υἱοὶ δὲ Μαδιὰμ Γεφὰρ καὶ Ἀφεὶρ καὶ Ἐνὼχ καὶ Ἀβειρὰ καὶ Ἐλδαγά. πάντες οὗτοι ἦσαν υἱοὶ Χεττούρας.
Γεν. 25,4 Οι υιοί δε του Μαδιάμ ήσαν ο Γεφάρ, ο Αφείρ, ο Ενώχ, ο Αβειρά και ο Ελδαγά. Ολοι δε αυτοί ήσαν απόγονοι της Χεττούρας.
Γεν. 25,5 Ἔδωκε δὲ Ἁβραὰμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ,
Γεν. 25,5 Ο δε Αβραάμ έδωσεν όλα τα υπάρχοντά του στον Ισαάκ, τον υιόν της επαγγελίας.
Γεν. 25,6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν Ἁβραὰμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ, ἔτι ζῶντος αὐτοῦ, πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν.
Γεν. 25,6 Εις δε τους υιούς των γυναικών του της δευτέρας σειράς έδωσε διάφορα δώρα και, ζων ακόμη, απεμάκρυνεν αυτούς εις διάφορα μέρη, εις την ανατολικώς της Παλαιστίνης χώραν, την Αραβίαν, μακράν από τον υιόν του τον Ισαάκ.
Γεν. 25,7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν τῆς ζωῆς Ἁβραὰμ ὅσα ἔζησεν, ἑκατὸν ἑβδομηκονταπέντε ἔτη.
Γεν. 25,7 Εζησε δε εν συνόλω ο Αβραάμ εκατόν εβδομήκοντα πέντε έτη.
Γεν. 25,8 καὶ ἐκλείπων ἀπέθανεν Ἁβραὰμ ἐν γήρᾳ καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
Γεν. 25,8 Εγκατέλειψαν αυτόν αι δυνάμστου, απέθανεν εις ευτυχές γήρας, πρεσβύτης πλήρης ημερών, και προσετέθη στους εκ του κόσμου τούτου εκδημήσαντας προγόνους του.
Γεν. 25,9 καὶ ἔθαψαν αὐτὸν Ἰσαὰκ καὶ Ἰσμαὴλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν, εἰς τὸν ἀγρὸν Ἐφρὼν τοῦ Σαὰρ τοῦ Χετταίου, ὅς ἐστιν ἀπέναντι Μαμβρῆ,
Γεν. 25,9 Εθαψαν αυτόν ο Ισαάκ και ο Ισμαήλ, οι υιοί του, στο διπλούν σπήλαιον, το οποίον ευρίσκετο στον αγρόν του Εφρών, υιού Σαάρ του Χετταίου, απέναντι από την Δρυν Μαμβρή·
Γεν. 25,10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον, ὃ ἐκτήσατο Ἁβραὰμ παρὰ τῶν υἱῶν τοῦ Χέτ, ἐκεῖ ἔθαψαν Ἁβραὰμ καὶ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ.
Γεν. 25,10 στον αγρόν αυτόν και το σπήλαιον, τα οποία είχεν αγοράσει ο Αβραάμ από τους ανθρώπους της φυλής Χέτ, εκεί τον έθαψαν, όπου είχε θάψει και την γυναίκα του, την Σαρραν.
Γεν. 25,11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν Ἁβραάμ, εὐλόγησεν ὁ Θεὸς τὸν Ἰσαὰκ υἱὸν αὐτοῦ· καὶ κατῴκησεν Ἰσαὰκ παρὰ τὸ φρέαρ τῆς ὁράσεως.
Γεν. 25,11 Μετά δε τον θάνατον του Αβραάμ ευλόγησεν ο Θεός τον υιόν αυτού τον Ισαάκ, ο οποίος και εγκατεστάθη στο φρέαρ της οράσεως, δηλαδή εις την Βηρσαβεέ.
Γεν. 25,12 Αὗται δέ αἱ γενέσεις Ἰσμαὴλ τοῦ υἱοῦ Ἁβραάμ, ὃν ἔτεκεν Ἄγαρ ἡ Αἰγυπτία ἡ παιδίσκη Σάῤῥας τῷ Ἁβραάμ.
Γεν. 25,12 Οι δε απόγονοι του Ισμαήλ, του υιού του Αβραάμ και της Αιγυπτίας δούλης Αγαρ, ήσαν οι εξής·
Γεν. 25,13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσμαὴλ κατ᾿ ὀνόματα τῶν γενεῶν αὐτοῦ· πρωτότοκος Ἰσμαὴλ Ναβαιώθ, καὶ Κηδὰρ καὶ Ναβδεὴλ καὶ Μασσὰμ
Γεν. 25,13 Αυτά ήσαν τα ονόματα των υιών του Ισμαήλ, κατά τα ονόματα των απογόνων του. Πρωτότοκος υιός του Ισμαήλ ήτο ο Ναβαιώθ, μετ' αυτόν δε ο Κηδάρ, ο Ναβδεήλ, ο Μασσάμ,
Γεν. 25,14 καὶ Μασμὰ καὶ Δουμὰ καὶ Μασσῆ
Γεν. 25,14 ο Μασμά, ο Δουμά, ο Μασσή,
Γεν. 25,15 καὶ Χοδδὰν καὶ Θαιμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά.
Γεν. 25,15 ο Χοδδάν, ο Θαιμάν, ο Ιετούρ, ο Ναφές και ο Κεδμά.
Γεν. 25,16 οὗτοί εἰσιν οἱ υἱοὶ Ἰσμαὴλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν· δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν.
Γεν. 25,16 Αυτοί ήσαν οι υιοί του Ισμαήλ και αυτά τα ονόματά των, οι οποίοι κατοικούσαν εις σκηνάς και εις χωρία, και οι οποίοι ανεδείχθησαν γενάρχαι και άρχοντες δώδεκα λαών, ενός λαού ο καθένας από αυτούς.
Γεν. 25,17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς Ἰσμαήλ· ἑκατὸν τριακονταεπτὰ ἔτη· καὶ ἐκλείπων ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ.
Γεν. 25,17 Τα έτη της ζωής του Ισμαήλ ανήλθον εις εκατόν τριάκοντα επτά. Εξέλιπον τότε αι δυνάμστου, εξεδήμησεν από τον κόσμον αυτόν και προσετέθη στους προαπελθόντας από το γένος του.
Γεν. 25,18 κατῴκησε δὲ ἀπὸ Εὐϊλὰτ ἕως Σούρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου, ἕως ἐλθεῖν πρὸς Ἀσσυρίους· κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησε.
Γεν. 25,18 Οι απόγονοι του Ισμαήλ, οι Ισμαηλίται, εγκατεστάθησαν εις την περιοχήν από Ευϊλάτ, έως την έρημον Σούρ, η οποία ευρίσκεται ανατολικώς της Αιγύπτου και μέχρι της Ασσυρίας, εις χώραν δηλαδή ανατολικώς της Παλαιστίνης, επί της οποίας Παλαιστίνης είχον εγκατασταθή οι απόγονοι του Ισαάκ, αδελφού του Ισμαήλ, οι Ισραηλίται.
Γεν. 25,19 Καὶ αὗται αἱ γενέσεις Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραάμ·
Γεν. 25,19 Ιδού δε η ιστορία και αι γενεαλογία του Ισαάκ, υιού του Αβραάμ.
Γεν. 25,20 Ἁβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Μεσοποταμίας Συρίας, ἀδελφὴν Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα.
Γεν. 25,20 Ο Αβραάμ απέκτησεν υιόν τον Ισαάκ. Ητο δε ο Ισαάκ τεσσαράκοντα ετών, όταν έλαβεν ως σύζυγον την Ρεβέκκαν, θυγατέρα Βαθουήλ του Συρου, του καταγομένου, δηλαδή, από την Μεσοποταμίαν της Συρίας, την αδελφήν του Λαβαν του Συρου.
Γεν. 25,21 ἐδέετο δὲ Ἰσαὰκ Κυρίου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν· ἐπήκουσε δὲ αὐτοῦ ὁ Θεός, καὶ συνέλαβεν ἐν γαστρὶ Ῥεβέκκα ἡ γυνὴ αὐτοῦ.
Γεν. 25,21 Ο Ισαάκ παρεκάλει θερμώς τον Κυριον δια την γυναίκα αυτού την Ρεβέκκαν, επειδή αυτή ήτο στείρα. Ο Θεός εισήκουσε την δέησίν του, ηυλόγησε την Ρεβέκκαν, την σύζυγον του Ισαάκ, η οποία συνέλαβε και έμεινε έγκυος.
Γεν. 25,22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ· εἶπε δέ, εἰ οὕτω μοι μέλλει γίνεσθαι, ἵνα τί μοι τοῦτο; ἐπορεύθη δὲ πυθέσθαι παρὰ Κυρίου.
Γεν. 25,22 Δυο δε παιδιά εσκιρτούσαν και τρόπον τινά διεπληκτίζοντο εις την κοιλίαν της. Η δε Ρεβέκκα είπε τότε· “εάν επρόκειτο να μου συμβούν αυτά, να διαπληκτίζωνται δηλαδή τα παιδιά μου, πριν ακόμη γεννηθούν, διατί να μείνω έγκυος;” Μετέβη λοιπόν και ηρώτησε σχετικώς τον Κυριον.
Γεν. 25,23 καὶ εἶπε Κύριος αὐτῇ· δύο ἔθνη ἐν γαστρί σου εἰσί, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται· καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.
Γεν. 25,23 Είπε δε ο Κυριος εις αυτήν· “δύο λαοί υπάρχουν εις την κοιλίαν σου, δύο διαφορετικαί φυλαί θα ξεχωρίσουν από σέ. Ο ένας εκ των δύο λαών θα αναδειχθή ανώτερος του άλλου, και ο μεγαλύτερος θα είναι υποχείριος και δούλος στον μικρότερον”.
Γεν. 25,24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς.
Γεν. 25,24 Συνεπληρώθησαν αι ημέραι του τοκετού της Ρεβέκκας, εις την κοιλίαν της οποίας υπήρχον πράγματι δίδυμα.
Γεν. 25,25 ἐξῆλθε δὲ ὁ πρωτότοκος πυῤῥάκης, ὅλος ὡσεὶ δορὰ δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἡσαῦ.
Γεν. 25,25 Κατά τον τοκετόν εξήλθεν ο πρωτότοκος, ο οποίος είχε χρώμα ερυθρόν και ήτο δασύθριξ σαν τριχωτόν δέρμα ζώου. Δι' αυτό δε και ωνόμασαν αυτόν Ησαύ.
Γεν. 25,26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰακώβ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἔτεκεν αὐτοὺς Ῥεβέκκα.
Γεν. 25,26 Εν συνεχεία εξήλθεν ο αδελφός του, του οποίου η χειρ είχε συλλάβει την πτέρναν του Ησαύ. Δια τούτο τον ωνόμασαν Ιακώβ. Ητο δε τότε ο Ισαάκ εξήκοντα ετών, όταν η Ρεβέκκα εγέννησε τα δίδυμα αυτά παιδιά.
Γεν. 25,27 Ηὐξήθησαν δὲ οἱ νεανίσκοι, καὶ ἦν Ἡσαῦ ἄνθρωπος εἰδὼς κυνηγεῖν, ἄγροικος, Ἰακὼβ δὲ ἄνθρωπος ἄπλαστος, οἰκῶν οἰκίαν.
Γεν. 25,27 Εμεγάλωσαν οι νεαροί αυτοί αδελφοί. Ο Ησαύ ήτο επιτήδειος κυνηγός, άνθρωπος της υπαίθρου, ενώ ο Ιακώβ ήτο άνθρωπος απλούς και αφελής, ευχαριστούμενος να μένη στο σπίτι.
Γεν. 25,28 ἠγάπησε δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, ὅτι ἡ θήρα αὐτοῦ βρῶσις αὐτῷ· Ῥεβέκκα δὲ ἠγάπα τὸν Ἰακώβ.
Γεν. 25,28 Ο Ισαάκ ηγάπησε περισσότερον τον Ησαύ, διότι έτρωγε με ευχαρίστησιν τα θηράματα από το κυνήγιον αυτού, η δε Ρεβέκκα ηγάπησε τον Ιακώβ ως άνθρωπον του σπιτιού.
Γεν. 25,29 ἥψησε δὲ Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων,
Γεν. 25,29 Ο Ιακώβ εβραζε κάποτε ένα φαγητόν. Ο Ησαύ επέστρεψε την ημέραν εκείνην από την πεδιάδα κατεξηντλημένος,
Γεν. 25,30 καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἐδώμ.
Γεν. 25,30 Και είπεν στον Ιακώβ· “δος μου να γευθώ από αυτό το κόκκινο φαγητό, διότι πεθαίνω από την πείνα”. -Δι' αυτό ωνομάσθη ο Ησαύ και Εδώμ (κόκκινος).
Γεν. 25,31 εἶπε δὲ Ἰακὼβ τῷ Ἡσαῦ· ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί.
Γεν. 25,31 Ευρήκε τότε ευκαιρίαν ο Ιακώβ και είπεν στον Ησαύ· “παραχώρησέ μου σήμερον τα πρωτοτόκιά σου και εγώ θα σου δώσω να φάγης”.
Γεν. 25,32 καὶ εἶπεν Ἡσαῦ· ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια;
Γεν. 25,32 Και ο Ησαύ απήντησεν· “εγώ κοντεύω να πεθάνω από την πείναν και τι με ωφελούν αυτά τα πρωτοτόκια;”
Γεν. 25,33 καὶ εἶπεν αὐτῷ Ἰακώβ· ὄμοσόν μοι σήμερον. καὶ ὤμοσεν αὐτῷ· ἀπέδοτο δὲ Ἡσαῦ τὰ πρωτοτόκια τῷ Ἰακώβ.
Γεν. 25,33 Είπεν εις αυτόν ο Ιακώβ· “κάμε μου σήμερον όρκον, ότι μου παραχωρείς τα πρωτοτόκιά σου”. Ο Ησαύ ωρκίσθη και έτσι επώλησεν στον Ιακώβ τα πρωτοτόκια αντί πινακίου φακής.
Γεν. 25,34 Ἰακὼβ δὲ ἔδωκε τῷ Ἡσαῦ ἄρτον καὶ ἕψημα φακοῦ, καὶ ἔφαγε καὶ ἔπιε καὶ ἀναστὰς ᾤχετο· καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια.
Γεν. 25,34 Τοτε ο Ιακώβ έδωσε ψωμί και μαγειρευμένες φακές στον Ησαύ, ο οποίος έφαγε, έπιε και ανεχώρησε, χωρίς να δώση καμμίαν σημασίαν ότι απεξενώθη από τα πρωτοτόκια. Ετσι δε ο Ησαύ περιεφρόνησε και εξηυτέλισε τα πρωτοτόκια.
Γεν. 26,1 Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ Ἁβραάμ· ἐπορεύθη δὲ Ἰσαὰκ πρὸς Ἀβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα.
Γεν. 26,1 Επεσε κατά την εποχήν εκείνην πείνα, ωσάν εκείνην η οποία είχε γίνει προηγουμένως κατά τους χρόνους του Αβραάμ. Δια την εξεύρεσιν δε τροφίμων ανεχώρησεν ο Ισαάκ εις Γέραρα προς τον Αβιμέλεχ, βασιλέα των Φιλισταίων, δια να μεταβή από εκεί εις την Αίγυπτον.
Γεν. 26,2 ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω.
Γεν. 26,2 Παρουσιάσθη όμως εις αυτόν ο Κυριος και του είπε· “μη μεταβής εις Αίγυπτον, αλλά να κατοικήσης εις την χώραν, την οποίαν εγώ θα σου είπω.
Γεν. 26,3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε· σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου, ὃν ὤμοσα τῷ Ἁβραὰμ τῷ πατρί σου.
Γεν. 26,3 Μείνε προσωρινώς εις την γην αυτήν των Φιλισταίων, και εγώ θα είμαι μαζή σου και θα σε ευλογήσω· διότι εις σε και στους απογόνους σου θα δώσω όλην αυτήν την γώραν και θα εκπληρώσω έτσι την ένορκον υπόσχεσιν, την οποίαν έδωκα στον Αβραάμ τον πατέρα σου.
Γεν. 26,4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ εὐλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς,
Γεν. 26,4 Θα πληθύνω δε τους απογόνους σου ωσάν τα αστέρια του ουρανού και θα δώσω όλην αυτήν την χώραν στους απογόνους σου. Δι' ενός δε εκ των Απογόνων σου θα ευλογηθούν όλοι οι λαοί της γης.
Γεν. 26,5 ἀνθ᾿ ὧν ὑπήκουσεν Ἁβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
Γεν. 26,5 Και ταύτα προς χάριν του πατρός σου του Αβραάμ, ο οποίος υπήκουσεν εις την εντολήν μου, εφύλαξε τα προστάγματά μου και τας εντολάς μου, τα δικαιώματά μου και τον νόμον μου”.
Γεν. 26,6 κατῴκησε δὲ Ἰσαὰκ ἐν Γεράροις.
Γεν. 26,6 Πράγματι δε ο Ισαάκ εγκατεστάθη εις τα Γέραρα.
Γεν. 26,7 Ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν· ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥεβέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν.
Γεν. 26,7 Καθ' ον χρόνον όμως έμενεν εκεί, οι άνδρες της πόλεως του εζήτησαν πληροφορίας δια την γυναίκα του την Ρεβέκκαν, ποίαν δηλαδή προς αυτήν συγγένειαν και σχέσιν έχει. Εκείνος απήντησεν ότι είναι αδελφή μου. Εφοβήθη να είπη ότι είναι σύζυγός μου, μήπως και τον φονεύσουν οι άνδρες της πόλεως εκείνης ένεκα της Ρεβέκκας, διότι αυτή ήτο ωραία κατά την εμφάνισιν.
Γεν. 26,8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ· καὶ παρακύψας Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων διὰ τῆς θυρίδος, εἶδε τὸν Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ.
Γεν. 26,8 Εμεινε δε εκεί ο Ισαάκ επί πολύ χρονικόν διάστημα. Καποιαν ημέραν ο βασιλεύς των Γεράρων Αβιμέλεχ έσκυψε από τα ανάκτορά του και είδε από την ανοικτήν θύραν της σκηνής τον Ισαάκ να χαριεντίζεται με την Ρεβέκκαν την σύζυγόν του.
Γεν. 26,9 ἐκάλεσε δὲ Ἀβιμέλεχ τὸν Ἰσαὰκ καὶ εἶπεν αὐτῷ· ἆρά γε γυνή σου ἐστί; τί ὅτι εἶπας, ἀδελφή μου ἐστίν; εἶπε δὲ αὐτῷ Ἰσαάκ· εἶπα γάρ, μήποτε ἀποθάνω δι᾿ αὐτήν.
Γεν. 26,9 Εκάλεσε τότε τον Ισαάκ και του είπε· “ώστε λοιπόν είναι γυναίκα σου η Ρεβέκκα; Διατί είπες ότι είναι αδελφή σου;” Ο Ισαάκ απήντησεν εις αυτόν· “Είπα ότι είναι, αδελφή μου, διότι εφοβήθηκα μήπως εξ αιτίας της φονευθώ”.
Γεν. 26,10 εἶπε δὲ αὐτῷ Ἀβιμέλεχ· τί τοῦτο ἐποίησας ἡμῖν; μικροῦ ἐκοιμήθη τις ἐκ τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ᾿ ἡμᾶς ἄγνοιαν.
Γεν. 26,10 Ο δε Αβιμέλεχ του είπε· “τι είναι αυτό που μας έκαμες; Παρ' ολίγον και να εκοιμάτο μαζή της κάποιος από την φυλήν μου, και θα εγίνεσο συ αιτιά να πέση επάνω μας αμαρτία και ενοχή δια την άγνοιάν μας αυτήν”.
Γεν. 26,11 συνέταξε δὲ Ἀβιμέλεχ παντὶ τῷ λαῷ αὐτοῦ, λέγων· πᾶς ὁ ἁψάμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ, θανάτῳ ἔνοχος ἔσται.
Γεν. 26,11 Εβγαλε δε διαταγήν ο Αβιμέλεχ προς όλον τον λαόν του και είπεν· “Εκείνος ο οποίος θα τολμήση να εγγίση τον άνθρωπον αυτόν η την σύζυγόν του, θα είναι ένοχος θανάτου”.
Γεν. 26,12 ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν· εὐλόγησε δὲ αὐτὸν Κύριος.
Γεν. 26,12 Ο Ισαάκ εκαλλιέργησε και έσπειρε εις την χώραν εκείνην και εθέρισε κριθάρι εκατονταπλάσιον. Ο δε Θεός τον ευλόγησε πλουσίως.
Γεν. 26,13 καὶ ὑψώθη ὁ ἄνθρωπος. καὶ προβαίνων μείζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα·
Γεν. 26,13 Δι' αυτό και έγινε πλούσιος. Οσον δε επερνούσεν ο καιρός, τόσον και πλουσιότερος εγίνετο, μέχρις ότου έγινε μέγας δια τα πολλά του πλούτη και την δόξαν του.
Γεν. 26,14 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά. ἐζήλωσαν δὲ αὐτὸν οἱ Φυλιστιείμ,
Γεν. 26,14 Απέκτησε δε κοπάδια πρόβατα και βόδια, όπως επίσης και πολλά χωράφια. Ενεκα τούτου οι Φιλισταίοι τον εζήλευσαν και τον εφθόνησαν.
Γεν. 26,15 καὶ πάντα τὰ φρέατα, ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ καὶ ἔπλησαν αὐτὰ γῆς.
Γεν. 26,15 Δια να τον βλάψουν δε επήγαν και εβοώλωσαν και εγέμισαν με χώμα τα φρέατα, τα οποία είχον ανοίξει οι δούλοι του πατρός του Αβραάμ, ενώ ακόμη εζούσε.
Γεν. 26,16 εἶπε δὲ Ἀβιμέλεχ πρὸς Ἰσαάκ· ἄπελθε ἀφ᾿ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα.
Γεν. 26,16 Και ο ίδιος ο Αβιμέλεχ, φθονήσας τον Ισαάκ, του είπε· “φύγε μακρυά μας, διότι έγινε πολύ δυνατώτερος από ημάς”.
Γεν. 26,17 καὶ ἀπῆλθεν ἐκεῖθεν Ἰσαὰκ καὶ κατέλυσεν ἐν τῇ φάραγγι Γεράρων καὶ κατῴκησεν ἐκεῖ.
Γεν. 26,17 Τοτε ο Ισαάκ έφυγεν από εκεί, κατέλυσε ει την κοιλάδα των Γεράρων, όπου και εγκατεστάθη μονίμως.
Γεν. 26,18 καὶ πάλιν Ἰσαὰκ ὤρυξε τὰ φρέατα τοῦ ὕδατος, ἃ ὤρυξαν οἱ παῖδες Ἁβραὰμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ μετὰ τὸ ἀποθανεῖν Ἁβραὰμ τὸν πατέρα αὐτοῦ, καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα, ἃ ὠνόμασεν ὁ πατὴρ αὐτοῦ.
Γεν. 26,18 Και πάλιν εκεί ήνοιξε τα φρέατα του ύδατος, τα οποία είχον ανοίξει, ζώντος του Αβραάμ, οι δούλοι του, και τα οποία μετά τον θάνατο του Αβραάμ είχον βουλώσει οι Φιλισταίοι. Τα φρέατα αυτά τα ωνόμασεν ο Ισαάκ με τα ίδια ονόματα, που τους είχε δώση ο πατέρας του ο Αβραάμ.
Γεν. 26,19 καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος.
Γεν. 26,19 Οι δούλοι του Ισαάκ έσκαψαν άλλο φρέαρ εις τα φάραγγα των Γεράρων, οπού και ευρήκαν πηγαίον ύδωρ.
Γεν. 26,20 καὶ ἐμαχέσαντο οἱ ποιμένες Γεράρων μετὰ τῶν ποιμένων Ἰσαάκ, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. καὶ ἐκάλεσαν τὸ ὄνομα τοῦ φρέατος Ἀδικία· ἠδίκησαν γὰρ αὐτόν.
Γεν. 26,20 Οι ποιμένες όμως των Γεράρων εφιλονείκησαν και συνεπλάκησαν με τους ποιμένας του Ισαάκ λέγοντες, ότι το πηγαίον αυτό ύδωρ του νέου φρέατος είναι ιδικόν των. Οι ποιμένες του Ισαάκ ωνόμασαν το φρέαρ εκείνο “Αδικία”, διότι οι Φιλισταίοι ηδίκησαν τον Ισαάκ.
Γεν. 26,21 ἀπάρας δὲ Ἰσαὰκ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐχθρία.
Γεν. 26,21 Παραλαβών τα υπάρχοντά του ο Ισαάκ ανεχώρησεν από εκεί και ήνοιζε νέον φρέαρ. Αλλά και δι' αυτό εφιλονείκησαν οι Φιλισταίοι προς αυτόν. Δια τούτο και το ωνόμασεν “Εχθρότης”.
Γεν. 26,22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Εὐρυχωρία, λέγων· διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς.
Γεν. 26,22 Αναχωρήσας και από εκεί, ήνοιξεν άλλο φρέαρ εις άλλην περιοχήν. Δεν εφιλονίκησαν δι' αυτό οι Φιλισταίοι. Και το ωνόμασε ο Ισαάκ “Ευρυχωρία” λέγων· “τώρα ο Κυριος μας εχάρισεν ευρυχωρίαν και μας επλούτισεν εις την χώραν αυτήν”.
Γεν. 26,23 Ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου.
Γεν. 26,23 Μετά ταύτα μετέβη από εκεί ο Ισαάκ εις την περιοχήν, η οποία ωνομάζετο “Φρέαρ του όρκου”.
Γεν. 26,24 καὶ ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν· ἐγώ εἰμι ὁ Θεὸς Ἁβραὰμ τοῦ πατρός σου· μὴ φοβοῦ· μετὰ σοῦ γάρ εἰμι καὶ εὐλογήσω σε καὶ πληθυνῶ τὸ σπέρμα σου δι᾿ Ἁβραὰμ τὸν πατέρα σου.
Γεν. 26,24 Εφανερώθη εις αυτόν ο Κυριος κατά την νύκτα εκείνην και του είπεν· “Εγώ είμαι ο Θεός του Αβραάμ του πατρός σου. Μη φοβήσαι, διότι είμαι μαζή σου και θα ευλογήσω σε προσωπικώς, θα πληθύνω δε και τους απογόνους σου ένεκα του Αβραάμ του πατρός σου”.
Γεν. 26,25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ ἐν τῇ φάραγγι Γεράρων.
Γεν. 26,25 Ο Ισαάκ έκτισεν εκεί θυσιαστήριον στον Κυριον, επεκαλέσθη το όνομα του Κυρίου, και έστησεν εκεί την σκηνήν του. Οι δε δούλοι του ήνοιξαν φρέαρ (όπως και εις την φάραγγα των Γεράρων).
Γεν. 26,26 καὶ Ἀβιμέλεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ Γεράρων καὶ Ὁχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φιχὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ.
Γεν. 26,26 Ο Αβιμέλεχ μαζή με τον νυμφαγωγόν του τον Οχοζάθ και τον Φιλόχ, τον αρχιστράτηγον των δυνάμεών του, μετέβη προς τον Ισαάκ εις την Βηρσαβεέ.
Γεν. 26,27 καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν.
Γεν. 26,27 Ο δε Ισαάκ τους ηρώτησε· “διατί ήλθατε προς εμέ; Σεις με εμισήσατε και με εδιώξατε από την χώραν σας”.
Γεν. 26,28 οἱ δὲ εἶπαν· ἰδόντες ἑωράκαμεν, ὅτι ἦν Κύριος μετὰ σοῦ, καὶ εἴπαμεν· γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην,
Γεν. 26,28 Εκείνοι απήντησαν· “είδαμεν πλέον καθαρά και επείσθημεν, ότι ο Κυριος είναι μαζή σου και είπομεν·
Γεν. 26,29 μὴ ποιῆσαι μεθ᾿ ἡμῶν κακόν, καθότι οὐκ ἐβδελυξάμεθά σε ἡμεῖς, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καί ἐξαπεστείλαμέν σε μετ᾿ εἰρήνης· καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου.
Γεν. 26,29 ας γίνη συνθήκη μεταξύ ημών και σου, δια της οποίας θα συμφωνήσωμεν να μη κάμης κανένα κακόν εναντίον μας, διότι ημείς δεν σε εμισήσαμεν και να φερθής απέναντί μας καλώς, όπως και ημείς σου συμπεριεφέρθημεν και σε επροπέμψαμεν με ειρήνην. Ετσι δε θα είσαι συ ευλογημένος από τον Κυριον”.
Γεν. 26,30 καὶ ἐποίησεν αὐτοῖς δοχήν, καὶ ἔφαγον καὶ ἔπιον·
Γεν. 26,30 Ο ανεξίκακος Ισαάκ εδέχθη την πρότασιν και τους παρέθεσε τράπεζαν. Ολοι δε μαζή έφαγον και έπιον.
Γεν. 26,31 καὶ ἀναστάντες τὸ πρωΐ, ὤμοσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαάκ, καὶ ἀπῴχοντο ἀπ᾿ αὐτοῦ μετὰ σωτηρίας.
Γεν. 26,31 Την πρωΐαν δε εγερθέντες ορκίσθησαν ο ένας προς τον άλλον, ότι θα είναι φίλοι μεταξύ των. Ο Ισαάκ τους κατευώδωσε και εκείνοι ανεχώρησαν από αυτόν ειρηνικοί.
Γεν. 26,32 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος, οὗ ὤρυξαν, καὶ εἶπαν· οὐχ εὕρομεν ὕδωρ.
Γεν. 26,32 Κατά την ημέραν εκείνην οι δούλοι του Ισαάκ ήλθαν και του είπαν, ότι δεν ευρήκαν πλέον ύδωρ στο φρέαρ, το οποίον είχαν ανοίξει.
Γεν. 26,33 καὶ ἐκάλεσεν αὐτὸ Ὅρκος· διὰ τοῦτο ἐκάλεσεν ὄνομα τῇ πόλει ἐκείνῃ Φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας.
Γεν. 26,33 Ωνόμασεν αυτό το φρέαρ ο Ισαάκ “Ορκος”. Εξ αιτίας αυτού και ωνομάσθη η πόλις εκείνη μέχρι σήμερον “Φρέαρ του όρκου”.
Γεν. 26,34 Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβε γυναῖκα Ἰουδίθ, θυγατέρα Βεὼχ τοῦ Χετταίου καὶ τὴν Βασεμάθ, θυγατέρα Ἑλὼν Χετταίου.
Γεν. 26,34 Ο Ησαύ ήτο τεσσαράκοντα ετών, οπότε έλαβε σύζυγόν του την Ιουδίθ, θυγατέρα Βεώχ του Χετταίου και την Βασεμάθ, θυγατέρα Ελών του Χετταίου.
Γεν. 26,35 καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ.
Γεν. 26,35 Αύται όμως διαρκώς εφιλονεικούσαν και με την Ρεβέκκαν και με τον Ισαάκ.
Γεν. 27,1 Ἐγένετο δὲ μετὰ τὸ γηράσαι τὸν Ἰσαὰκ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καί εἶπεν αὐτῷ· υἱέ μου· καὶ εἶπεν· ἰδοὺ ἐγώ.
Γεν. 27,1 Οταν εγήρασεν ο Ισαάκ και αδυνάτησαν πλέον οι οφθαλμοί του, εκάλεσε τον μεγαλύτερόν του υιόν, τον Ησαύ, και του είπε· “παιδί μου”· και εκείνος του απήντησεν· “ιδού εγώ, πάτερ μου”.
Γεν. 27,2 καὶ εἶπεν· ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου·
Γεν. 27,2 “Εγώ έχω πλέον γηράσει και δεν γνωρίζω την ημέραν, κατά την οποίαν θα λάβη τέλος η ζωη μου.
Γεν. 27,3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν
Γεν. 27,3 Παρε λοιπόν τα κυνηγετικά σου σύνεργα, την φαρέτραν με τα βέλη και το τοξον, έβγα έξω εις την πεδιάδα και φέρε μου κάτι από το κυνήγιον.
Γεν. 27,4 καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με.
Γεν. 27,4 Μαγείρευσέ μου φαγητά, που μου αρέσουν, και φέρε μου να φάγω, δια να σε ευλογήσω με όλην μου την ψυχήν, πριν αποθάνω.
Γεν. 27,5 Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ·
Γεν. 27,5 Η Ρεβέκκα ήκουσε τους λόγους αυτούς, τους οποίους είπεν ο Ισαάκ προς τον υιόν του τον Ησαύ. Ο Ησαύ υπακούων στον πατέρα εξήλθεν εις την πεδιάδα, δια να κυνηγήση και φέρη εις αυτόν κυνήγιον.
Γεν. 27,6 Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς, τὸν ἐλάσσω· ἰδέ, ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου λέγοντος·
Γεν. 27,6 Η Ρεβέκκα όμως είπε προς τον Ιακώβ, τον νεώτερον υιόν της· “Για πρόσεξε· ήκουσα τον πατέρα σου να ομιλή και να λέγη προς τον αδελφόν σου τον Ησαύ·
Γεν. 27,7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ ἀποθανεῖν με.
Γεν. 27,7 Φέρε μου κυνήγι και μαγείρεψέ μου φαγητά, δια να φάγω και να σου δώσω τας ευλογίας μου ενώπιον του Κυρίου, πριν αποθάνω.
Γεν. 27,8 νῦν οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι.
Γεν. 27,8 Τωρα λοιπόν, παιδί μου, άκουσέ με και κάμε ο,τι εγώ θα σε συμβουλεύσω.
Γεν. 27,9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς, καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ,
Γεν. 27,9 Πηγαινε εις τα πρόβατα, πάρε και φέρε μου δύο ερίφια τρυφερά και καλοθρεμμένα και εγώ θα μαγειρεύσω από αυτά φαγητά, που αγαπά ο πατέρας σου.
Γεν. 27,10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν.
Γεν. 27,10 Αυτά θα τα προσφέρης στον πατέρα σου, δια να φάγη και να δώση εις σε τας ευλογίας του, πριν αποθάνη”.
Γεν. 27,11 εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· ἔστιν Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος·
Γεν. 27,11 Είπε δε ο Ιακώβ προς την μητέρα του την Ρεβέκκαν· “ο Ησαύ ο αδελφός μου είναι δασύτριχος, ενώ εγώ είμαι λείος.
Γεν. 27,12 μή ποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ᾿ ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν.
Γεν. 27,12 Φοβούμαι, λοιπόν, μήπως με ψηλαφήση ο πατήρ μου, αναγνωρίση ότι είμαι ο Ιακώβ και με θεωρήση ως ασεβή και απατεώνα· οπότε υπάρχει φόβος να επισύρω εναντίον μου όχι την ευλογίαν του αλλά την κατάραν”.
Γεν. 27,13 εἶπε δὲ αὐτῷ ἡ μήτηρ· ἐπ᾿ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσόν μοι τῆς φωνῆς καὶ πορευθεὶς ἔνεγκέ μοι.
Γεν. 27,13 Απήντησε δε εις αυτόν η μητέρα του· “επάνω μου ας πέση η κατάρα σου αυτή, τέκνον μου· μόνον άκουσε αυτό, που σου είπα, και πήγαινε να μου φέρης τα ερίφια”.
Γεν. 27,14 πορευθεὶς δὲ ἔλαβε καὶ ἤνεγκε τῇ μητρί, καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ.
Γεν. 27,14 Επήγεν ο Ιακώβ και έφερε τα ερίφια εις την μητέρα του, η οποία και εμαγείρευσεν από αυτά φαγητά, καθώς τα επροτιμούσε ο πατέρας του.
Γεν. 27,15 καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν, ἣ ἦν παρ᾿ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν αὐτὴν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον
Γεν. 27,15 Ελαβεν η Ρεβέκκα την στολήν του μεγαλυτέρου υιού της του Ησαύ, την καλήν, που ευρίσκετο στον οίκον της, ενέδυσε με αυτήν τον νεώτερον υιόν της τον Ιακώβ,
Γεν. 27,16