Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Περὶ μετανοίας
Συγγραφέας: Ἅγιος Ἰωάννης Χρυσόστομος
Κατηγορία:Πατερικά Κείμενα
Θέμα: Μετάνοια
Πηγή/Έκδοση:P.G. τόμος 60
Χρ.Έκδοσης:
Ἐννόημα
! Μετάνοια γὰρ τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀπαλλοτριωθεῖσαν Θεοῦ πάλιν φίλην καθίστησι· μετάνοια τὴν ἐπισυμβᾶσαν τῇ ψυχῇ σκοτομηνίαν ἀποσοβεῖ, καὶ τὴν νέκρωσιν ἀπελαύνει· μετάνοια τὴν κατηραμένην ψυχὴν ἀνεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει.
 
! Μετάνοια ἐκ μέσης καρδίας στεναγμὸν ἀναπέμπουσα Θεὸν δυσωπεῖ· μετάνοια δάκρυον θερμὸν ἀπὸ ὀφθαλμῶν δροσίζουσα, τὰς ἐσπιλωμένας ψυχὰς τῷ βαπτίσματι ἐκλαμπρύνει. Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον φάρμακον ἀθανασίας παρεκτικόν· σὲ ἔχουσα ψυχὴ λέγει· Μέλαινά εἰμι, καλὴ δέ· μέλαινα διὰ τὸ τῆς ἁμαρτίας πένθος σκυθρωπὸν, καλὴ διὰ τὸ ἐκ τῆς μετανοίας φέγγος ἀγαθόν.
 
! Εἴσελθε εἰς τὸ ταμεῖον τῆς ψυχῆς σου· γενοῦ θεατὴς τῶν ὑπὸ σοῦ πεπραγμένων· ἀντίβαλε τὰ καλά σου τοῖς φαύλοις, καὶ ἐὰν ἴδῃς, ὅτι ὑπερβάλλῃ τὰ φαῦλα, χῶσον αὐτὰ ταῖς εὐποιίαις, ὡς μέλλων ἀντιπρόσωπα θεωρεῖν σου τὰ ἁμαρτήματα. Ὅρα μοι τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ χάος τὸ ἀφεγγὲς, τὸ πῦρ τὸ ἄσβεστον, τὸ ὑπὸ ὕδατος μὴ σβεννύμενον, ὑπὸ δὲ μετανοίας νικώμενον.
 
Περὶ μετανοίας
Ἅγιος Ἰωάννης Χρυσόστομος


Στεφάνῳ χρυσοκόμοις ἄνθεσι πεπλεγμένῳ τὰς τῶν φιληκόων κεφαλὰς δοξάσαι βουλόμενοι, ἐκ τῶν ἀκηράτων λειμώνων Χριστοῦ δακτύλοις ἄνθεα περικαλλῆ τρυγήσαντες, ἀγγέλους ἡμῖν συνεργεῖν Πνεύματι θείῳ προσταχθέντας ἐρωτῶμεν. Ἄξιος γὰρ εἶ ὁ τοῦ Θεοῦ λαὸς, μᾶλλον δὲ ναὸς, τοιούτῳ στεφάνῳ δεδοξάσθαι, ὅσοι μάλιστα ἄσπιλον καὶ ἀμόλυντον τὸν ναὸν τοῦ Θεοῦ ἐφυλάξατε, πορφυρέοις στόμασι καὶ τῷ ἐμφεγγεῖ μαργαρίτῃ τὰς ἐν τῷ σκότει ψυχὰς περιλάμψαντες, τούτοις τὸ φέγγος τῆς εὐσεβείας ἀστράψατε. Χαλάσατε αὐτοῖς χεῖρας ἀγάπης, καὶ καθάπερ ἐκ βάθους τῆς ἀγνωσίας ἐπὶ τὸ θαυμαστὸν φῶς τῆς ἐλπίδος αὐτοὺς ἀνάξατε. Ὅσοι δὲ ἐξ ἀπροσεξίας ταῖς ἡδυπαθείαις τὸν ναὸν τοῦ Θεοῦ διεφθείρατε, μὴ εἰς τέλος ἑαυτοὺς ἀπελπίσατε, ἀλλὰ διὰ τῆς μετανοίας τοῦτον πάλιν ἀνακαινίσατε. Ὥσπερ γὰρ ἀνὴρ φρόνιμος τὸν ἐξ ἀμελείας ἑαυτοῦ οἶκον σαθρωθέντα καὶ διαφθαρέντα σπουδαίως ἐπανορθωσάμενος ἀνακτίζει, ὡς οὐδὲν αὐτὸν ἀπολιμπάνεσθαι τὸν ἐξ ἀρχῆς ἀνοικοδομηθέντα οἶκον· ὡσαύτως καὶ ὁ ἔνοικος τῆς ψυχῆς ἡμῶν νοῦς τὴν ταῖς ἁμαρτίαις διολισθήσασαν καὶ πεπτωκυῖαν ψυχὴν τῇ μετανοίᾳ πάλιν ἀνακαινίζει.

Μετάνοια γὰρ τὴν πεπτωκυῖαν ψυχὴν ἀνιστᾷ, τὴν ἀπαλλοτριωθεῖσαν Θεοῦ πάλιν φίλην καθίστησι· μετάνοια τὴν ἐπισυμβᾶσαν τῇ ψυχῇ σκοτομηνίαν ἀποσοβεῖ, καὶ τὴν νέκρωσιν ἀπελαύνει· μετάνοια τὴν κατηραμένην ψυχὴν ἀνεγείρει, τὴν χωλεύουσαν ἀνορθοῖ, τὴν συντετριμμένην ἰᾶται, τὴν τετραυματισμένην ὑγιάζει. ∆ράμωμεν πρὸς τὴν μετάνοιαν, τὴν τῆς βασιλείας πρόξενον, τὴν τῶν ἁμαρτιῶν ἐξαλειπτήριον, τὴν τῆς σωτηρίας μητέρα. Μετάνοια, διαβόλου διωγμὸς, δαιμόνων σκελισμός.

Ὢ μετάνοια, δι' ἣν Ἰωνᾶς ὁ προφήτης ἔφυγεν ἐκ προσώπου τοῦ Θεοῦ, ὡρισμένην ψῆφον Θεοῦ θανατικὴν ἀνατρέψασα, καὶ τὸν κήρυκα τοῦ θανάτου ψεύστην ἀναδείξασα· σὺ γὰρ ὑπαντήσασα τῇ τοῦ Θεοῦ βουλῇ κατὰ τῶν Νινευιτῶν ἀποφάσει, αὐτὴν μὲν ἐνεπόδισας, τοῖς δὲ Νινευίταις πηγὰς ζωῆς ἀφθόνως ἐξώμβρισας. Μετάνοια μετὰ δακρύων προσπεσοῦσα Θεῷ, Ἐζεκίᾳ τῷ βασιλεῖ ἀντὶ θανάτου ζωὴν ἐχαρίσατο.

Ὢ μετάνοια ἀπὸ γῆς εἰς οὐρανοὺς ἀνατρέχουσα, καὶ ἀγγελικὰς δυνάμεις ὑπερβαίνουσα, καὶ τῷ θείῳ Πνεύματι Κυρίου προσεγγίζουσα θρόνῳ, καὶ Θεῷ συνόμιλος γινομένη, καὶ καθάπερ ἐξ οἰκείων θησαυρῶν τῶν τοῦ Θεοῦ θησαυρῶν τὸ ζῇν λαμβάνουσα, καὶ τοῖς ἔχουσί σε μετὰ παῤῥησίας δωρουμένη.

Ὢ μετάνοια τῶν παθῶν ἰατρὲ, ἡ τὰς ἀπειλὰς πραΰνουσα, καὶ τὸ πῦρ κατασβεννύουσα τοῦ θυμοῦ, καὶ τὰς ὀργὰς κοιμίζουσα, καὶ φιλίας λαμπάδας ἀσβέστους πρυτανεύουσα.

Ὢ μετάνοια ἐν καρδίᾳ ἀνθρώπου τικτομένη, καὶ παραχρῆμα εἰς οὐρανοὺς αὐλιζομένη· σὲ εὑρηκὼς ὁ μακάριος ∆αυῒδ, τὴν ἐπὶ τοῖς δυσὶν ἁμαρτήμασι, φόνου λέγω καὶ μοιχείας, αἰωνίας τιμωρίας ἐξέφυγε δίκην.

Ὢ μετάνοια, τὰ δεσμὰ τῶν ἁμαρτημάτων διαλύουσα, καὶ ἠσφαλισμένας ψυχὰς διασώζουσα. Μετάνοια ἐκ μέσης καρδίας στεναγμὸν ἀναπέμπουσα Θεὸν δυσωπεῖ· μετάνοια δάκρυον θερμὸν ἀπὸ ὀφθαλμῶν δροσίζουσα, τὰς ἐσπιλωμένας ψυχὰς τῷ βαπτίσματι ἐκλαμπρύνει.

Ὢ μετάνοια, ἐκ θνητοῦ ἀνθρώπου γενόμενον φάρμακον ἀθανασίας παρεκτικόν· σὲ ἔχουσα ψυχὴ λέγει· Μέλαινά εἰμι, καλὴ δέ· μέλαινα διὰ τὸ τῆς ἁμαρτίας πένθος σκυθρωπὸν, καλὴ διὰ τὸ ἐκ τῆς μετανοίας φέγγος ἀγαθόν.

Ὢ μετάνοια Πέτρου συνήγορε, καὶ Παύλου ὑπέρμαχε καὶ συνέκδικε· σὲ ἐὰν εὕρῃ ὁ χριστοκτόνος Φαρισαῖος, χριστοφόρος Γαλιλαῖος γίνεται.

Μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν μεταλλεύουσα, τὴν ἀκανθοφόρον καρδίαν εὐθὺς μεταβάλλει. Φασί τινες τὸν ἀετὸν γηράσαντα, εἰς ὕψος μετάρσιον ἐπαρθέντα, εἰς διειδεστάτην πηγὴν ἑαυτὸν χαλάσαντα ἀνακαινίζεσθαι. Τοιαύτη ἐστὶν ἡ μετάνοια· τὴν γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα τῶν ἁμαρτημάτων ἀποσμήχει, τὴν δὲ καινότητα τοῦ Πνεύματος ἐπενδύει. ∆ιὸ καὶ τὸ Πνεῦμα πρὸς τὴν ἐν μετανοίᾳ οὖσαν ψυχὴν λέγει τὸ, Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ταύτην εἰδὼς ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς πασῶν τῶν ἀρετῶν εἶναι ἐνεργεστέραν, συμβουλεύει λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.

Προσέλθετε τῇ μετανοίᾳ θαρσαλέως, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως. Καὶ μὴ αἰσχυνθῇς, τέκνον, ὁμολογῆσαι τὰς ἁμαρτίας σου· ἔστι γὰρ αἰσχύνη ἡ ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη ἡ δόξα καὶ χάρις. Ἡ ἐνταῦθα μετανοοῦσα ψυχὴ λαμβάνει τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· Ἐν γὰρ τῷ ᾅδῃ τί ἐξομολογήσεται τῷ Κυρίῳ;

Στέναξον ἐπὶ ταῖς ἁμαρτίαις σου, ἵνα σωθῇς· Ὅταν γὰρ, φησὶν, ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Λέγε τὰς ἁμαρτίας σου. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Πρόσεχε, ὅτι ὁ βίος οὗτός ἐστιν ὡς σκιὰ παρατρέχουσα. Ποῦ εἰσὶν αἱ ἀπολαύσεις τῶν παρελθόντων χρόνων; ποῦ ἡ μέριμνα ἡ κενή; ποῦ αἱ θλίψεις; ποῦ αἱ ἀνέσεις; οὐχ ὡς ὁμίχλη ὑπὸ λαίλαπός εἰσιν ἐλαυνόμεναι; Τὰ πάντα παρέδραμον. Μὴ μόνον βλέπωμεν εἰς τὸν ἑστῶτα βίον, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα, Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Ἔνιδε τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἐξόδου, οἷος ἐθέλεις εἶναι ἐπὶ κλίνης βεβλημένος καὶ ἀδύνατος, μὴ ἔχων ἑαυτῷ τινα βοηθῆσαι· ὅρα τοὺς κύκλῳ σου περιεστῶτας φίλους, γείτονας, συγγενεῖς, ἀδελφοὺς, οἰκέτας· πάντες ὁμοθυμαδὸν ὀλοφυρόμενοι, δακρύοντες, ἀπαρηγόρητοι, ὀδυρόμενοι διὰ σέ· ὁμοίως δὲ τὰ τέκνα ἑκατέρωθεν ἑστηκότα, καὶ τὴν τοῦ πατρὸς φωνὴν συνήθως ἐπιζητοῦντα, κλαυθμυρίζοντα καὶ μὴ ἀκούοντά σου· ἡ γυνὴ πάλιν κατώδυνος, τὸν θάνατον γλιχομένη πρὸ σοῦ διὰ σέ· ἀγγέλους φοβεροὺς τὸ δάνειον τῆς ψυχῆς σου ἀπαιτοῦντας. Ἐὰν μὲν ᾖ τιμῆς ἄξια πεποιηκυῖα ἡ ψυχὴ, ὑπὸ τῶν ἀγγέλων δορυφορηθήσεται· ἐὰν δὲ ᾖ ἀνίλεως πρὸς τοὺς ὁμοφύλους πένητας ἀνατραφεῖσα, ἀνίλεως κατακριθήσεται· Ἡ γὰρ κρίσις, φησὶν, ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος.

Εἴσελθε εἰς τὸ ταμεῖον τῆς ψυχῆς σου· γενοῦ θεατὴς τῶν ὑπὸ σοῦ πεπραγμένων· ἀντίβαλε τὰ καλά σου τοῖς φαύλοις, καὶ ἐὰν ἴδῃς, ὅτι ὑπερβάλλῃ τὰ φαῦλα, χῶσον αὐτὰ ταῖς εὐποιίαις, ὡς μέλλων ἀντιπρόσωπα θεωρεῖν σου τὰ ἁμαρτήματα. Ὅρα μοι τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ χάος τὸ ἀφεγγὲς, τὸ πῦρ τὸ ἄσβεστον, τὸ ὑπὸ ὕδατος μὴ σβεννύμενον, ὑπὸ δὲ μετανοίας νικώμενον.

Ὢ μετάνοια, τὸ πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον κατασβεννύουσα, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον ἐδαφίζουσα, καὶ τὸ χάος τὸ ἀφεγγὲς ἐξομαλίζουσα καὶ φωτίζουσα· ὢ μετάνοια, τεῖχος ψυχῆς ἀῤῥαγὲς, πόλις πεπυργωμένη, ἐν ᾗ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα βασιλεύει· ὢ μετάνοια, ἡ τὸ κέντρον τοῦ θανάτου λύσασα, καὶ τὸν διάβολον ὑπὸ πόδας φέρουσα, καὶ τὸν δράκοντα ἀναιροῦσα. καὶ τὸν Χριστὸν ἀνυμνοῦσα, καὶ ζωὴν ἐξανθοῦσα· ὢ μετάνοια, ἡ ἐν τῷ πένθει χαρὰν ἀναθάλλουσα, καὶ ἐν τοῖς δάκρυσιν ἀγαλλομένη, καὶ διὰ δακρύων τὰ αἰώνια δάκρυα ἀφαιροῦσα· ὢ μετάνοια, ἡ ἐν δάκρυσι σπείρουσα, καὶ ἐν ἀγαλλιάσει θερίζουσα· ὢ μετάνοια, ἡ ἐν τῷ σάκκῳ τὴν ἐξαστράπτουσαν στολὴν Χριστοῦ μνηστευομένη· ὢ μετάνοια, ἡ τὸν τρόπον τοῦ Κάϊν ἐκ τῆς καρδίας ἐλαύνουσα, καὶ τὸν πόθον καὶ χαρὰν τῆς ἁγνείας ἐμβάλλουσα· ὢ μετάνοια, ἡ τὴν δυσωδίαν τῶν ἁμαρτημάτων ἀποσμήχουσα, καὶ τὴν εὐωδίαν τῶν κατορθωμάτων στολίζουσα· ὢ μετάνοια εἰρήνης σύνοικε, φιλίας ὁμόσκηνε, ἀγάπης ὁμόζυγε, ἐλπιδόπνοον ἄνθος· σὲ οἱ νεμόμενοι ἀργυρόχροοι ἄρνες πορφύρεα σκῆπτρα τῆς Τριάδος ἐρεύγονται.

Ἀλλ' ἵνα μὴ μηκύναντες τὸν λόγον δόξωμεν ἐρεσχελεῖν, ἐνταῦθα τὸ βαλάντιον τῶν λόγων ἡμῶν σφραγίσαντες ἐπὶ τὸν θεόκτιστον λειμῶνα ὑμᾶς παραπέμψωμεν, ἐν ᾧ εἰσὶ τὰ καλλίπνοα δένδρα τῶν δογμάτων στελέχη, ἃ ὁ Θεὸς διὰ τῶν πατέρων εἰς ὀροφὴν τῆς Ἐκκλησίας ὑμῖν κατεφύτευσε διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


 
Bookmark and Share
Συναφείς παραπομπές από την Αγία Γραφή
     

Πρῶτος λόγος εἰς τοὺς μακαρισμούς
 

Τὸ χρυσάφι εἶναι πράγμα βαρύ. Βαριὰ εἶναι κι ὅλα τὰ ἐπιδιωκόμενα ὑλικὰ πλούτη. Ἀνάλαφρο καὶ πρὸς τὰ ἄνω φερόμενο πράγμα εἶναι ἡ ἀρετή. Μεταξύ τους, ὅμως, αὐτά, τὸ βαρὺ καὶ τὸ ἐλαφρό, εἶναι ἀντίθετα. Συνεπῶς εἶναι ἀδύνατο νὰ γίνει κανεὶς ἀνάλαφρος, ὅταν ἔχει καρφώσει τὸν ἑαυτὸ του πάνω στὸ βάρος τῆς ὕλης. Ἐὰν πρέπει, λοιπόν, νὰ ἀνεβοῦμε στὰ ψηλά, θὰ πτωχεύσουμε ὡς πρὸς ἐκεῖνα ποὺ μᾶς τραβοῦν πρὸς τὰ κάτω, γιὰ νὰ φθάσουμε στὰ ψηλά.