Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Ὁ θρῆνος τῆς Ἀντιγόνης (ΣΟΦ.Ἀντ. 883–943)
Συγγραφέας: Σοφοκλῆς
Κατηγορία:Ποίηση
Θέμα:
Πηγή/Έκδοση:Μτφρ. Ι.Ν. Γρυπάρης. Βιβλιοπωλεῖον τῆς Ἑστίας./www.greek-language.gr
Χρ.Έκδοσης:
Ὁ θρῆνος τῆς Ἀντιγόνης (ΣΟΦ.Ἀντ. 883–943)
Σοφοκλῆς
 
 
ΤΕΤΑΡΤΟ ΕΠΕΙΣΟΔΙΟ (ἀπόσπασμα)
 
ΚΡΕΟΝΤΑΣ
Ξέρετε τάχα, πὼς τὰ μοιρολόγια
καὶ τοὺς θρήνους δὲ θά' παυε κανένας
πρὶν τοῦ θανάτου, ἂν ἦταν νὰ ὠφελοῦσαν;
Δὲ θὰ τὴν πάρετε ἀπ' ἐδῶ κι ἀμέσως;
ἄμετέ την καὶ κλείνοντάς την μέσα
σὲ θολωτό, καθὼς πρόσταξα, τάφο,
ἀφῆστε την ἐκεῖ μονάχη κι ἔρμη
κι εἴτε θέλει ἂς πεθάνη, εἴτε κι ἂς ζήση
μέσα σὲ τέτοια στέγη ταφιασμένη·
γιατί τὸ κρίμα ἐμεῖς γι' αὐτὴ τὴν κόρη
δὲ θά' χωμε, μ' ἂς βγάλη ἀπὸ τὸ νοῦ της
πώς στὸν ἀπάνω κόσμο πιὰ θὰ ζήση.
 
ΑΝΤΙΓΟΝΗ
Ὦ τάφε μου, ὦ νυφιάτικό μου, ὦ αἰώνια,
βαθιὰ στὴ γῆ σκαμμένη κατοικιά μου,
γιὰ σένα τώρα ξεκινῶ νὰ πάω
πρὸς τοὺς δικούς μου, ποὺ ἕνα τόσο πλῆθος
ἔχει δεχτῆ ἀπ' αὐτοὺς ἡ Περσεφόνη·
στερνή τους τώρα ἐγὼ καὶ πολὺ πιὸ ἄθλια
πρὶν νὰ 'ρθῆ ἀκόμα ἡ ὥρα μου πηγαίνω·
μὰ ὅταν θὰ φτάσω βέβαιη θρέφω ἐλπίδα
νὰ μὲ δεχτῆ ὁ πατέρας μου μὲ ἀγάπη,
μὲ ἀγάπη καὶ σύ, μάννα μου, μὲ ἀγάπη,
καὶ σύ, ἀδερφέ μου πολυλατρεμένε·
γιατί νεκροὺς μ' αὐτά μου ἐγὼ τὰ χέρια
σᾶς ἔλουσα, σᾶς στόλισα καὶ μ' ὅλα
τὰ νεκρικά σᾶς τίμησα τὰ δῶρα·
καὶ τώρα, γιὰ νὰ θάψω, Πολυνείκη,
τὸ δικό σου κορμί, τέτοια παθαίνω·
κι ὅμως δίκαια σὲ τίμησα, ὅπως κρίνουν
ὅσοι ἔχουν γνώση, γιατί ἐγὼ ποτέ μου
μήτε παιδιῶν ἂν ἤμουνα μητέρα,
μητ' ἂν νεκρὸς ὁ ἄντρας μου ἐσεπόνταν,
δὲ θὰ 'παιρνα πάνω μου τέτοιο ἀγώνα
ἐνάντια στὴν ἀπόφαση τῆς χώρας.
Καὶ χάρη σὲ ποιὸ νόμο αὐτὸ πού λέω;
Ὁ ἄντρας ἄν μοῦ πεθάνη, θὰ μποροῦσα
κι ἄλλον νὰ πάρω, καὶ παιδὶ νὰ κάμω
ἀπ' ἄλλον ἄντρα, ἂν θὰ 'χανα τὸ πρῶτο·
μὰ μιά ποὺ μόχουν μάννα καὶ πατέρας
στὸν Ἅδη κατεβῆ, δὲν εἶναι τρόπος
ποτὲ νὰ γεννηθῆ ἀδερφὸς γιὰ μένα·
κι ἐνῶ μ' αὐτὸ τὸ νόμο πάνω ἀπ' ὅλους
σ' ἔβαλα ἐγώ, μυριάκριβε ἀδερφέ μου,
ἔγκλημα ὁ Κρέοντας ἔκρινε καὶ τόλμη
ἀνήκουστη τὴν πράξη αὐτή, καὶ τώρα
μὲ παίρνει ἔτσι ἀπ' τὰ χέρια καὶ μὲ σέρνει
πρὶν τὶς χαρὲς τοῦ ὑμέναιου νὰ γνωρίσω,
πρὶ δῶ ἄντρα πλάι μου, πρὶν παιδιὰ ἀναστήσω,
μὰ ἔτσι παρατημένη ἀπὸ τοὺς φίλους,
ζωντανὴ κατεβαίνω ἡ μαυρομοῖρα
στῶν πεθαμένων τὰ λημέρια, ἐνῶ
ποιὸ νόμο τῶν θεῶν ἔχω πατήση;
καὶ γιατί πρέπει πιὰ ἡ δυστυχισμένη
νὰ ἐλπίζω στοὺς θεούς; ποιὸ σύμμαχό μου
νὰ κράξω, ὅταν μὲ τὴν εὐσέβειά μου
τῆς ἀσεβείας τὴν καταδίκη βρῆκα;
μ' ἂν περνοῦν στοὺς θεοὺς αὐτὰ γιὰ δίκια,
πεθαίνοντας θὰ ὁμολογοῦσα τότε
πώς ἔνοχη πεθαίνω, ἂν ὅμως οἱ ἄλλοι
ἔχουν τὴν ἁμαρτία, εἴθ' ἂς μὴν πάθουν
πιὸ πολλ' ἀπ' ὅσα ἔτσι ἄδικα μοῦ κάνουν.
 
ΧΟΡΟΣ
Πάντ' ἀκόμα τὸ ἴδιο φύσημα τοῦ ἀνέμου
τὴν κρατᾶ καὶ δὲν τὸ λέει νὰ τὴν ἀφήση.
 
ΚΡΕΟΝΤΑΣ
Μὰ γι' αὐτὸ θὰ κλάψουν ποὺ ἔτσι ἀργοῦνε
τοῦτοι ἐδῶ, ποὺ ἔχω προστάξη νὰ τὴν πάνε.
 
ΑΝΤΙΓΟΝΗ
Ἂχ ἀλλίμονό μου, αὐτὸς ὁ λόγος
τὴν ὁλόστερνη τὴν ὥρα μου σημαίνει.
 
ΚΡΕΟΝΤΑΣ
Δέ σου συνιστῶ πολὺ νὰ ἐλπίζης
πώς αὐτὸ ποὺ λὲς δὲ θ' ἀληθέψη.
 
ΑΝΤΙΓΟΝΗ
Ὦ τῆς Θήβας πατρική μου πόλη,
ὦ πανάρχαιοι θεοὶ τῆς γενεᾶς μας,
πάει τέλειωσε, μὲ παίρνουν
βλέπετε, ἄρχοντες τῆς Θήβας,
τὴ στερνὴ βασιλοπούλα σας,
τί παθαίνω κι ἀπὸ ποιούς,
γιατί φύλαξα τὸ σέβας στοὺς θεούς.


Πρωτότυπο Κείμενο:

ΚΡ. Ἆρ’ ἴστ’ ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδ’ ἂν εἷς παύσαιτ’ ἄν, εἰ χρείη, λέγειν;
(885) Οὐκ ἄξεθ’ ὡς τάχιστα, καὶ κατηρεφεῖ
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ’ ἐγώ,
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν,
εἴτ’ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ.
Ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην·
(890) μετοικίας δ’ οὖν τῆς ἄνω στερήσεται.

ΑΝ. Ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις αἰείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσ’ ὀλωλότων·
(895) ὧν λοισθία ’γὼ καὶ κάκιστα δὴ μακρῷ
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
Ἐλθοῦσα μέντοι κάρτ’ ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
(900) ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα· νῦν δέ, Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.
Καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.
(905) Οὐ γάρ ποτ’ οὔτ’ ἂν εἰ τέκνων μήτηρ ἔφυν,
οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον.
Τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
(910) καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον·
μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
Τοιῷδε μέντοι σ’ ἐκπροτιμήσασ’ ἐγὼ
νόμῳ, Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν
(915) καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
Καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος
(920) ζῶσ’ εἰς θανόντων ἔρχομαι κατασκαφάς·
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
Τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
βλέπειν; τίν’ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
τὴν δυσσέβειαν εὐσεβοῦσ’ ἐκτησάμην.
(925) Ἀλλ’ εἰ μὲν οὖν τάδ’ ἐστὶν ἐν θεοῖς καλά,
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δ’ οἵδ’ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.

ΧΟ. Ἔτι τῶν αὐτῶν ἀνέμων αὐταὶ
(930) ψυχῆς ῥιπαὶ τήνδε γ’ ἔχουσιν.

ΚΡ. Τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ’ ὑπάρξει βραδυτῆτος ὕπερ.

ΑΝ. Οἴμοι, θανάτου τοῦτ’ ἐγγυτάτω
τοὔπος ἀφῖκται.

(935) ΚΡ. Θαρσεῖν οὐδὲν παραμυθοῦμαι
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.

ΑΝ. Ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ ’γὼ κοὐκέτι μέλλω.
(940) Λεύσσετε, Θήβης οἱ κοιρανίδαι,
τὴν βασιλειδᾶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.
 

 

 
 
Bookmark and Share

Πῶς ἰσορροποῦμε;

(Ἁπλοποιημένη μορφὴ κειμένου τοῦ Ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου περὶ τῶν βασικῶν ἐντολῶν τοῦ Εὐαγγελίου. Ὁ καλύτερος καθρέφτης, ὁ καθρέφτης τῆς Ἀγάπης τοῦ Θεοῦ. Ὅταν ἔρχονται τὰ προβλήματα, τὰ ψυχικὰ καὶ τὰ κοινωνικὰ, ἐκεῖ ρίχνουμε τὴν ματιά μας γιὰ νὰ μπορέσουμε νὰ βροῦμε τὴν ἰσορροπία μας· τὶ μᾶς φταίει.)

Ἀπαντᾶ ὁ Ἅγιος Νικόδημος ὁ Ἁγιορείτης