Παλαιά Διαθήκη Καινή Διαθήκη
ΓΕΝΕΣΙΣ
ΕΞΟΔΟΣ
ΛΕΥΙΤΙΚΟΝ
ΑΡΙΘΜΟΙ
ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ
ΙΗΣΟΥΣ ΤΟΥ ΝΑΥΗ
ΚΡΙΤΑΙ
ΡΟΥΘ
ΒΑΣΙΛΕΙΩΝ Α΄
ΒΑΣΙΛΕΙΩΝ B΄
ΒΑΣΙΛΕΙΩΝ Γ΄
ΒΑΣΙΛΕΙΩΝ Δ΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α΄
ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β΄
ΕΣΔΡΑΣ Α΄
ΕΣΔΡΑΣ Β΄
ΝΕΕΜΙΑΣ
ΤΩΒΙΤ
ΙΟΥΔΙΘ
ΕΣΘΗΡ
ΜΑΚΚΑΒΑΙΩΝ Α΄
ΜΑΚΚΑΒΑΙΩΝ Β΄
ΜΑΚΚΑΒΑΙΩΝ Γ΄
ΨΑΛΜΟΙ
ΙΩΒ
ΠΑΡΟΙΜΙΑΙ
ΕΚΚΛΗΣΙΑΣΤΗΣ
ΑΣΜΑ ΑΣΜΑΤΩΝ
ΣΟΦΙΑ ΣΟΛΟΜΩΝΤΟΣ
ΣΟΦΙΑ ΣΕΙΡΑΧ
ΩΣΗΕ
ΑΜΩΣ
ΜΙΧΑΙΑΣ
ΙΩΗΛ
ΟΒΔΙΟΥ
ΙΩΝΑΣ
ΝΑΟΥΜ
ΑΒΒΑΚΟΥΜ
ΣΟΦΟΝΙΑΣ
ΑΓΓΑΙΟΣ
ΖΑΧΑΡΙΑΣ
ΜΑΛΑΧΙΑΣ
ΗΣΑΪΑΣ
ΙΕΡΕΜΙΑΣ
ΒΑΡΟΥΧ
ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ
ΙΕΖΕΚΙΗΛ
ΔΑΝΙΗΛ - ΒΗΛ ΚΑΙ ΔΡΑΚΩΝ
ΜΑΚΚΑΒΑΙΩΝ Δ΄
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ
ΚΑΤΑ ΜΑΡΚΟΝ
ΚΑΤΑ ΛΟΥΚΑΝ
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ
ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α΄
ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄
ΠΡΟΣ ΓΑΛΑΤΑΣ
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ
ΠΡΟΣ ΦΙΛΙΠΠΗΣΙΟΥΣ
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Α΄
ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΙΣ Β΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β΄
ΠΡΟΣ ΤΙΤΟΝ
ΠΡΟΣ ΦΙΛΗΜΟΝΑ
ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ
ΕΠΙΣΤΟΛΗ ΙΑΚΩΒΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ
Α΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Β΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
Γ΄ ΕΠΙΣΤΟΛΗ ΙΩΑΝΝΟΥ
ΕΠΙΣΤΟΛΗ ΙΟΥΔΑ
ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ
Τίτλος:Ὅμιλία εἰς Μάρτυρας
Συγγραφέας: Ἅγιος Ἰωάννης Χρυσόστομος
Κατηγορία:Πατερικά Κείμενα
Θέμα: Ἐκκλησιαστικό ἦθος, Μάρτυρας, Θέατρο, Μίμηση, Μέθη
Πηγή/Έκδοση:P.G. 50
Χρ.Έκδοσης:
Ἐννόημα
! Ἐμιμήσω μάρτυρα; ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ΄ ἴχνος αὐτοῦ τῆς φιλοσοφίας ἔδραμες; καὶ οὐκ οὔσης ἡμέρας μάρτυρος͵ ἑορτὴν μάρτυρος ἐπετέλεσας. Τιμὴ γὰρ μάρτυρος͵ μίμησις μάρτυρος.
 
! Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν͵ καθ΄ ἡμέραν ἑορτάζει͵ πανηγυρίζων ἀεὶ͵ κἂν μὴ ἐν ἡμέρᾳ͵ μηδὲ ἐν σηκοῖς μαρτύρων͵ ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ΄ ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν.
 
! Ἐτίμησας τοὺς μάρτυρας τῇ παρουσίᾳ͵ τῇ ἀκροάσει͵ τῇ σπουδῇ· τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει͵ μή τις ἰδών σε ἀσχημονοῦντα ἐν καπηλείῳ εἴπῃ͵ ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου͵ ἀλλ΄ ἵνα τὸ πάθος αὐξήσῃς͵ ἵνα τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρίσῃ.
 
! ῏Ηλθες ἐνταῦθα͵ οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν͵ ἀλλ΄ ἵνα μάθῃς ἀγωνίζεσθαι͵ παγκρατιάζειν͵ καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ εἰς παλαίστραν ἐλθὼν τρυφᾷ͵ οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζεται͵ οὐδὲ ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι͵ καὶ τρόπαιον καινὸν καὶ παράδοξον͵ καὶ μάχην τινὰ ἐξηλλαγμένην͵ καὶ τραύματα καὶ πολέμους͵ καὶ παγκράτιον ἀνθρώπου͵ πράξεις δαιμονικὰς εἰσαγάγῃς͵ μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς͵ ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν͵ οὕτως οἴκαδε ἄπιθι͵ διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος͵ ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας.
 
! Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν͵ ἀπὸ μύρων πνευματικῶν͵ ἀπὸ λειμώνων οὐρανίων͵ ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων͵ ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν͵ καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα͵ καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν.
 
Ὅμιλία εἰς Μάρτυρας
Ἅγιος Ἰωάννης Χρυσόστομος



Αἱ τῶν μαρτύρων ἑορταὶ οὐκ ἐν τῇ περιόδῳ τῶν ἡμερῶν μόνον͵ ἀλλὰ καὶ τῇ γνώμῃ τῶν ἐπιτελούντων κρίνονται. Οἷόν τι λέγω· ἐμιμήσω μάρτυρα; ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ΄ ἴχνος αὐτοῦ τῆς φιλοσοφίας ἔδραμες; καὶ οὐκ οὔσης ἡμέρας μάρτυρος͵ ἑορτὴν μάρτυρος ἐπετέλεσας. Τιμὴ γὰρ μάρτυρος͵ μίμησις μάρτυρος.

Ὥσπερ γὰρ οἱ τὰ φαῦλα πράττοντες͵ καὶ ἐν ἑορταῖς ἀνέορτοί εἰσιν· οὕτω καὶ οἱ τὴν ἀρετὴν μετιόντες͵ καὶ πανηγύρεως οὐκ οὔσης͵ ἑορτὴν ἐπιτελοῦσιν· ἐν γὰρ τῷ καθαρῷ τοῦ συνειδότος ἡ ἑορτὴ χαρακτηρίζεται. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας. ἀλλ΄ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας. Ἔστι τοίνυν ἄζυμα παρὰ Ἰουδαίοις͵ ἔστι καὶ παρ΄ ἡμῖν· ἀλλὰ παρ΄ ἐκείνοις μὲν ἄζυμον ἐξ ἀλεύρου͵ παρ΄ ἡμῖν δὲ καθαρότης βίου͵ καὶ ζωὴ κακίας ἁπάσης ἀπηλλαγμένη.

Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν ζωὴν͵ καθ΄ ἡμέραν ἑορτάζει͵ πανηγυρίζων ἀεὶ͵ κἂν μὴ ἐν ἡμέρᾳ͵ μηδὲ ἐν σηκοῖς μαρτύρων͵ ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ΄ ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν. Καὶ ταῦτα λέγω͵ οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων͵ ἀλλ΄ ἵνα παραγενόμενοι μετὰ τῆς προσηκούσης ἀπαντῶμεν προθυμίας͵ καὶ μὴ μόνον ταῖς ἡμέραις αὐτῶν͵ ἀλλὰ καὶ τούτων χωρὶς͵ τὴν αὐτὴν εὐλάβειαν παρεχώμεθα.

Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον͵ τὸ λαμπρὸν τοῦτο θέατρον͵ τὴν ζέουσαν ἀγάπην͵ τὴν θερμὴν διάθεσιν͵ τὸν ἀκατάσχετον ἔρωτα; Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρμισται͵ καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν͵ οὔτε πένητα ἡ τῆς πτωχείας ἀνάγκη͵ οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια͵ οὔτε γυναῖκα τὸ τῆς φύσεως ἁπαλὸν͵ οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος͵ οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια· ἀλλ΄ ὁ τῶν μαρτύρων πόθος πᾶσαν ταύτην τὴν ἀνωμαλίαν ἐκβαλὼν͵ καὶ φύσεως ἀσθένειαν καὶ πενίας ἀνάγκην͵ μιᾷ ἁλύσει πλῆθος τοσοῦτον ἐνταῦθα εἵλκυσε͵ καὶ τῷ πόθῳ τῶν μαρτύρων ἐπτέρωσεν͵ ὡς ἐν οὐρανῷ νῦν πολιτευομένους διατρίβειν· πᾶσαν γὰρ ἀκολασίας καὶ ἀσελγείας πατήσαντες προσπάθειαν͵ τῷ τῶν μαρτύρων καταφλέγεσθε πόθῳ.

Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης δραπετεύει τὰ θηρία͵ καὶ πρὸς τοὺς οἰκείους καταδύεται χηραμούς· οὕτω τοῦ φωτὸς τῶν μαρτύρων εἰς τὰς ὑμετέρας καταλάμποντος διανοίας͵ ἅπαντα κατορύττεται τὰ νοσήματα͵ καὶ ἡ λαμπρὰ τῆς φιλοσοφίας ἀνάπτεται φλόξ. Ἀλλ΄ ὅπως μὴ νῦν μόνον͵ ἀλλὰ καὶ διηνεκῶς͵ καὶ τοῦ θεάτρου λυθέντος τοῦ πνευματικοῦ τούτου͵ ταύτην διατηρῶ μεν τὴν φλόγα͵ καὶ μετὰ τῆς αὐτῆς εὐλαβείας οἴκαδε ἀναχωρῶμεν͵ μὴ εἰς καπηλεῖα καὶ πορνεῖα͵ καὶ μέθην͵ καὶ κώμοις ἑαυτοὺς ἀφιέντες. Ἐποιή σατε τὴν νύκτα ἡμέραν διὰ τῶν παννυχίδων τῶν ἱερῶν· μὴ ποιήσατε πάλιν τὴν ἡμέραν νύκτα διὰ τῆς μέθης καὶ τῆς κραιπάλης͵ καὶ τῶν ᾀσμάτων τῶν πορνικῶν.

Ἐτίμησας τοὺς μάρτυρας τῇ παρουσίᾳ͵ τῇ ἀκροάσει͵ τῇ σπουδῇ· τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει͵ μή τις ἰδών σε ἀσχημονοῦντα ἐν καπηλείῳ εἴπῃ͵ ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου͵ ἀλλ΄ ἵνα τὸ πάθος αὐξήσῃς͵ ἵνα τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρίσῃ. Ταῦτα λέγω͵ οὐ κωλύων τρυφᾷν͵ ἀλλὰ κωλύων ἁμαρτάνειν͵ οὐ κωλύων πίνειν͵ ἀλλὰ κωλύων μεθύειν. Οὐ γὰρ ὁ οἶνος φαῦλον͵ ἀλλ΄ ἡ ἀμετρία πονηρόν· ὁ μὲν γὰρ οἶνος τοῦ Θεοῦ δῶρον͵ ἡ δὲ ἀμετρία τοῦ διαβόλου εὕρημα. Δουλεύσατε τοίνυν τῷ Κυρίῳ ἐν φόβῳ͵ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ͵ ὅπου͵ κἂν μέθη γένηται͵ πολλοὶ οἱ περιστέλλοντες· μὴ ἐν καπηλείῳ͵ ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις.

Καὶ ταῦτα λέγω͵ οὐ κελεύων οἴκοι μεθύειν͵ ἀλλ΄ ἐν καπηλείῳ μὴ διατρίβειν. Ἐννόησον ἡλίκος γέλως͵ μετὰ τοιαύτην σύνοδον͵ μετὰ παννυχίδας͵ μετὰ Γραφῶν ἁγίων ἀκρόασιν͵ μετὰ μυστηρίων θείων κοινωνίαν͵ καὶ μετὰ πνευματικὴν χορηγίαν͵ ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας. Οὐκ οἴδατε ἡλίκη κεῖται κόλασις τοῖς μεθύουσι; τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται͵ καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν ἀγαθῶν͵ καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται. Τίς ταῦτά φησιν; Ὁ μακάριος Παῦλος· Οὐ πλεονέκται͵ φησὶν͵ οὐ μέθυσοι͵ οὐ λοίδοροι͵ οὐχ ἅρπαγες βασι λείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί γένοιτ΄ ἂν ἀθλιώτερον τοῦ μεθύοντος͵ ὅταν διὰ μικρὰν ἡδονὴν τοσαύ της ἀπολέσῃ βασιλείας ἀπόλαυσιν; Μᾶλλον οὐδὲ ἡδονὴν ὁ μεθύων καρπώσασθαι δύναται· ἐν γὰρ τῇ συμμετρίᾳ τὰ τῆς ἡδονῆς͵ ἐν δὲ τῇ ἀμετρίᾳ τὰ τῆς ἀναισθησίας. Ὁ δὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται͵ ἢ κατάκειται͵ πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος ἡδονῆς͵ μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην͵ πῶς ἂν ἀπολαύσειεν εὐφροσύνης; τοσοῦτον γὰρ αὐτοῦ τὸ σκότος͵ ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον. Ἀεὶ μὲν͵ ἀγαπητοὶ͵ κακὸν ἡ μέθη͵ μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων. Μετὰ γὰρ τῆς ἁμαρτίας καὶ ὕβρις ἐστὶ μεγίστη καὶ παραφροσύνη͵ καὶ ἐξουδένωσις θείων λογίων· ὅθεν διπλῆ γένοιτ΄ ἂν καὶ ἡ κόλασις.

Εἰ μέλλεις τοίνυν͵ εἰς μάρτυρας παραγενόμενος͵ μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν͵ βέλτιον οἴκοι μένειν͵ καὶ μὴ ἀσχημονεῖν͵ μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν͵ μηδὲ σκανδαλί ζειν τὸν πλησίον͵ μηδὲ πολιορκεῖν τὴν διάνοιαν͵ μηδὲ ἁμαρτήματα προστιθέναι. ῏Ηλθες ἰδεῖν ἀνθρώπους ξεομένους͵ αἵματι περιῤῥεομένους͵ τραυμάτων χορῷ καλλωπιζομένους͵ τὴν παροῦσαν ἀποδυσαμένους ζωὴν͵ πρὸς τὴν μέλλουσαν ἱπταμένους· γενοῦ τῶν ἀγωνιστῶν ἄξιος. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς͵ καταφρόνησον σὺ τρυφῆς· ἀπεδύσαντο ἐκεῖνοι τὸν παρόντα βίον͵ ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον. Ἀλλὰ βούλει τρυφᾷν; παράμενε τῷ τάφῳ τοῦ μάρτυρος͵ ἔκχεε πηγὰς δακρύων ἐκεῖ͵ σύντριψον τὴν διάνοιαν͵ ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου· λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς͵ ἐνδιάτριβε ἀεὶ τοῖς διηγή μασι τῶν παλαισμάτων ἐκείνου· περιπλάκηθι τὴν σορὸν͵ προσηλώθητι τῇ λάρνακι· οὐχὶ τὰ ὀστᾶ μόνον τῶν μαρτύρων͵ ἀλλὰ καὶ οἱ τάφοι αὐτῶν͵ καὶ αἱ λάρνακες πολλὴν βρύουσιν εὐλογίαν. Λάβε ἔλαιον ἅγιον͵ καὶ κατάχρισόν σου ὅλον τὸ σῶμα͵ τὴν γλῶτταν͵ τὰ χείλη͵ τὸν τράχηλον͵ τοὺς ὀφθαλμοὺς͵ καὶ οὐδέποτε ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης. Τὸ γὰρ ἔλαιον διὰ τῆς εὐωδίας ἀναμιμνήσκει σε τῶν ἄθλων τῶν μαρτύρων͵ καὶ πᾶσαν ἀκολασίαν χαλινοῖ͵ καὶ κατέχει ἐν πολλῇ καρτερίᾳ͵ καὶ περιγίνεται τῶν τῆς ψυχῆς νοσημάτων.

Ἀλλὰ κήποις ἐνδιατρίψαι βούλει͵ καὶ λειμῶσι καὶ παραδείσοις; Μὴ νῦν͵ ὅτε δῆμος τοσοῦτος͵ ἀλλ΄ ἐν ἑτέρᾳ ἡμέρᾳ· σήμερον γὰρ παλαισμάτων και ρὸς͵ σήμερον θεωρία ἀγωνισμάτων͵ οὐ τρυφῆς͵ οὐδὲ ἀνέσεως. ῏Ηλθες ἐνταῦθα͵ οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν͵ ἀλλ΄ ἵνα μάθῃς ἀγωνίζεσθαι͵ παγκρατιάζειν͵ καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ εἰς παλαίστραν ἐλθὼν τρυφᾷ͵ οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζεται͵ οὐδὲ ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι͵ καὶ τρόπαιον καινὸν καὶ παράδοξον͵ καὶ μάχην τινὰ ἐξηλλαγμένην͵ καὶ τραύματα καὶ πολέμους͵ καὶ παγκράτιον ἀνθρώπου͵ πράξεις δαιμονικὰς εἰσαγάγῃς͵ μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς͵ ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν͵ οὕτως οἴκαδε ἄπιθι͵ διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος͵ ὅτι μάρτυρας θεωρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεάτρων κατιόντες͵ δῆλοι πᾶσίν εἰσι συντεταραγμένοι͵ συγκεχυμένοι͵ μαλακιζόμενοι͵ τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας μαρτύρων ἐπανιόντα πᾶσι γνώριμον εἶναι χρὴ͵ τῷ βλέμματι͵ τῷ σχήματι͵ τῇ βαδίσει͵ τῇ κατανύξει͵ τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα͵ συνεσταλμένον͵ συντετριμμένον͵ νήφοντα͵ ἐγρηγορότα͵ διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακηρύττοντα φιλοσοφίαν.

Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπανίωμεν͵ μετὰ τῆς προσηκούσης εὐταξίας͵ μετὰ εὐτάκτου βαδίσεως͵ μετὰ συνέσεως καὶ σωφροσύνης͵ μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος. Στολισμὸς γὰρ ἀνδρὸς͵ καὶ γέλως ὀδόντων͵ καὶ βῆμα ποδὸς ἀπαγγελεῖ τὰ περὶ αὐτοῦ. Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπανίωμεν͵ ἀπὸ μύρων πνευματικῶν͵ ἀπὸ λειμώνων οὐρανίων͵ ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων͵ ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν͵ καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα͵ καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν͵ χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ͵ μεθ΄ οὗ τῷ Πατρὶ͵ ἅμα τῷ ἁγίῳ Πνεύματι͵ δόξα͵ κράτος͵ τιμὴ͵ νῦν καὶ ἀεὶ͵ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
 
Bookmark and Share
Συναφείς παραπομπές από την Αγία Γραφή
     

Ἡ Θεία Λειτουργία

Ἡ Ἐκκλησία εἶναι ὁ λαὸς τοῦ Θεοῦ, καὶ ἑπομένως ἡ θεία Λειτουργία, σὰν δημόσιο ἔργο, γίνεται γιὰ τὸ λαὸ τοῦ Θεοῦ ἀπὸ τὸν ἴδιο τὸ λαό. Γιατί δὲν λειτουργοῦν μόνοι τους οὔτε μυστικὰ οἱ ἱερεῖς τῆς Ἐκκλησίας, ἀλλὰ κάθε φορὰ ὁ λαὸς τοῦ Θεοῦ μὲ τοὺς ἱερεῖς του τελοῦν τὴ θεία Λειτουργία. Ὅταν λέμε λαὸς τοῦ Θεοῦ, δὲν ἐννοοοῦμε χωριστά τοὺς λαϊκοὺς ἀπὸ τοὺς κληρικούς, ἀλλὰ καὶ τοὺς λαϊκοὺς καὶ τοὺς κληρικοὺς· ὅλοι μαζὶ καὶ λαϊκοὶ καὶ κληρικοὶ εἴμαστε ὁ λαὸς τοῦ Θεοῦ.